Δεξάμενός σου τὴν ἐπιστολὴν ἥσθην μέν, ὡς εἰκός· τί γὰρ οὐκ ἔμελλον ἄνδρα ἑταῖρον ἐμοὶ καὶ φίλων φίλτατον σῶν εἶναι πυνθανόμενος; ὡς δὲ καὶ ἀφελὼν τὸν ἐπικείμενον δεσμὸν ἐπῄειν πολλάκις, οὐκ ἂν ἐγὼ παραστῆσαι τῷ λόγῳ δυναίμην, τίς καὶ ὁποῖος ἐγενόμην· γαλήνης ἐμπιπλάμενος καὶ θυμηδίας, ὥσπερ εἰκόνα τινὰ τοῦ γενναίου σου καθορῶν τρόπου τὴν ἐπιστολὴν ἠσπαζόμην· ὑπὲρ ἧς τὰ μὲν καθέκαστα γράφειν μακρὸν ἂν εἴη καὶ περιττῆς ἴσως ἀδολεσχίας οὐκ ἔξω. ἃ δ’ οὖν ἐπῄνεσα διαφερόντως, ταῦτα εἰπεῖν οὐκ ἂν ὀκνήσαιμι· πρῶτον μέν, ὅτι τὴν παροινίαν ἣν εἰς ὑμᾶς ὁ τῆς Ἑλλάδος ἡγεμὼν πεπαρῴνηκεν, εἴ γε τὸν τοιοῦτον ἡγεμόνα χρὴ καλεῖν ἀλλὰ μὴ τύραννον, οὔπω βαρέως ἤνεγκας, οὐδὲν ἡγούμενος τούτων εἰς σὲ γεγονέναι. τό γε μὴν τῇ πόλει βοηθεῖν ἐκείνῃ βούλεσθαι καὶ προθυμεῖσθαι, περὶ ἣν ἐποιήσω τὰς διατριβάς, ἐναργές ἐστι φιλοσόφου γνώμης τεκμήριον· ὥστε μοι δοκεῖ τὸ μὲν πρότερον Σωκράτει προσήκειν, τὸ δεύτερον δέ, οἶμαι, Μουσωνίῳ· ἐκεῖνος μὲν γὰρ ἔφη, ὅτι μὴ θεμιτὸν ἄνδρα σπουδαῖον πρός του τῶν χειρόνων καὶ φαύλων βλαβῆναι, ὁ δὲ ἐπεμέλετο Γυάρων ἡνίκα φεύγειν αὐτὸν ἐπέταττε Νέρων. ταῦτα ἐγὼ τῆς ἐπιστολῆς τῆς σῆς ἐπαινέσας, τὸ τρίτον οὐκ οἶδα ὅντινα τρόπον ἀποδέξομαι· γράφεις γὰρ κελεύων σημαίνειν ὅ τι ἄν μοι παρὰ μέλος πράττειν αὐτὸς ἢ λέγειν δοκῇς· ἐγὼ δέ, ὅτι μὲν πλέον ἐμαυτῷ νῦν ἢ σοὶ τῶν τοιούτων δεῖν ὑπολαμβάνω παραινέσεων, πολλὰ ἔχων εἰπεῖν, ἐς αὖθις ἀναβαλοῦμαι. τὸ μὲν οὖν αἴτηματυχὸν οὐδὲ σοὶ προσήκει· περίεστι γάρ σοικαὶ σχολή, καὶ φύσεως ἔχεις εὖ, καὶ φιλοσοφίας ἐρᾷς, εἴπερ τις ἄλλος τῶν πώποτε. τρία δὲ ἅμα ταῦτα ξυνελθόντα ἤρκεσεν ἀποφῆναι τὸν Ἀμφίονα τῆς παλαιᾶς μουσικῆς εὑρετήν, χρόνος, θεοῦ πνεῦμα, ἔρως τε ὑμνωδίας· οὐδὲ γὰρ ἡ τῶν ὀργάνων ἔνδεια πρὸς ταῦτα πέφυκεν ἀντιτάττεσθαι, ἀλλὰ καὶ ταῦτα ῥᾳδίως ἂν ὁ τῶν τριῶν τούτων μέτοχος ἐξεύροι. ἢ γὰρ οὐχὶ τοῦτον αὐτὸν ἀκοῇ παραδεδέγμεθα οὐ τὰς ἁρμονίας μόνον, αὐτὴν δὲ ἐπ’ αὐταῖς ἐξευρεῖν τὴν λύραν, εἴτε δαιμονιωτέρᾳ χρησάμενον ἐπινοίᾳ, εἴτε τινὶ θείᾳ δόσει διά τινα συμμαχίαν ἀμήχανον; καὶ τῶν παλαιῶν οἱ πλεῖστοι τοῖς τρισὶ τούτοις ἐοίκασι μάλιστα προσσχόντες οὔτι πλαστῶς φιλοσοφῆσαι, οὐδενὸς ἄλλου δεόμενοι. χρὴ οὖν σε παρίστασθαι καὶ διὰ τῶν ἐπιστολῶν τὰ πρακτέα καὶ τὰ μὴ παραινεῖν ἡμῖν προθύμως· ὁρῶμεν γὰρ καὶ τῶν στρατευομένων οὐ τοὺς εἰρηνεύοντας συμμαχίας δεομένους, τοὺς πονουμένους δέ, οἶμαι, τῷ πολέμῳ, καὶ τῶν κυβερνητῶν οὐχ οἱ μὴ πλέοντες τοὺς πλέοντας παρακαλοῦσιν, οἱ ναυτιλλόμενοι δὲ τοὺς σχολὴν ἄγοντας. οὕτως ἐξ ἀρχῆς δίκαιον ἐφάνη τοὺς σχολὴν ἄγοντας τοῖς ἐπὶ τῶν ἔργων ἀμύνειν καὶ παρεστάναι καὶ τὸ πρακτέον ὑφηγεῖσθαι, ἐπειδάν, οἶμαι, τὰ αὐτὰ πρεσβεύωσι. ταῦτα διανοούμενόν σε προσήκει τοῦθ’ ὅπερ ἀξιοῖς παρ’ ἡμῶν εἰς σὲ γίνεσθαι, δρᾶν, καὶ εἴ σοι φίλον, ταυτὶ ξυνθώμεθα, ἵν’ ἐγὼ μέν, ὅ τι ἄν μοι φαίνηται περὶ τῶν σῶν ἁπάντων, πρὸς σὲ σημαίνω, σὺ δὲ αὖθις πρὸς ἐμέ περὶ τῶν ἐμῶν λόγων καὶ πράξεων· ταύτης γάρ, οἶμαι, τῆς ἀμοιβῆς οὐδὲν ἂν ἡμῖν γένοιτο κάλλιον. ἐρρωμένον σε ἡ θεία πρόνοια διαφυλάξαι πολλοῖς χρόνοις ἀδελφὲ ποθεινότατε. ἴδοιμί σε διὰ ταχέων, ὡς εὔχομαι. Ζήνωνι. Πολλὰ μὲν καὶ ἄλλα σοι μαρτυρεῖ καὶ τῆς ἰατρικῆς τέχνης εἰς τὰ πρῶτα ἀνήκειν, καὶ ἤθους καὶ ἐπιεικείας καὶ βίου σωφροσύνης συμφώνως πρὸς τὴν τέχνην ἔχειν, νῦν δὲ προσῆλθε τὸ κεφάλαιον τῆς μαρτυρίας· τὴν τῶν Ἀλεξανδρέων πόλιν ἀπὼν ἐπιστρέφεις εἰς σεαυτόν· τοσοῦτον αὐτῇ κέντρον ὥσπερ μέλιττα ἐγκαταλέλοιπας. εἰκότως· καλῶς γὰρ εἰρῆσθαι καὶ Ὁμήρῳ δοκεῖ τὸ Εἷς ἰητρὸς ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων. σὺ δὲ οὐκ ἰατρὸς ἁπλῶς, ἀλλὰ καὶ διδάσκαλος τοῖς βουλομένοις τῆς τέχνης, ὥστε σχεδὸν ὃ πρὸς τοὺς πολλούς εἰσιν οἱ ἰατροί, τοῦτο ἐκείνοις σύ. λύει δέ σοι τὴν φυγὴν καὶ ἡ πρόφασις αὐτή, καὶ μάλα λαμπρῶς. εἰ γὰρ διὰ Γεώργιον μετέστης τῆς Ἀλεξανδρείας, οὐ δικαίως μετέστης, καὶ δικαιότατα ἂν ὀπίσω κατέλθοις. κάτιθι τοίνυν ἐπίτιμος καὶ τὸ πρότερον ἔχων ἀξίωμα, καὶ ἡμῖν κοινὴ παρ’ ἀμφοτέροις χάρις ἀποκείσθω, Ἀλεξανδρεῦσι μὲν Ζήνωνα, σοὶ δὲ ἀποδοῦσα τὴν Ἀλεξάνδρειαν. τοῦθ’ ὅπερ ὑπάρχει τοῖς ξύλοις, οὐκ ἄξιόν ἐστι νέμειν ἀνθρώποις; ὑποκείσθω γὰρ ἄνθρωπον ἱερωσύνης ἀντειλῆφθαι τυχὸν οὐκ ἄξιον· οὐ χρὴ φείδεσθαι μέχρι τοσούτου, μέχρις ἂν ἐπιγνόντες ὡς πονηρός ἐστι καὶ τῆς λειτουργίας αὐτὸν εἴρξαντες τὸ προπετῶς ἴσως προστεθὲν ὄνομα τοῦ ἱερέως ὑπεύθυνον ἀποδείξωμεν ὕβρει καὶ κολάσει καὶ ζημίᾳ; ταῦτα εἰ μὲν ἀγνοεῖς, οὐδὲ τῶν ἄλλων ἔοικας εἰδέναι τι τῶν μετρίων. ἐπεὶ σοὶ ποῦ μέτεστιν ἐμπειρίας ὅλως τῶν δικαίων, ὃς οὐκ οἶσθα τί μὲν ἱερεύς, τί δὲ ἰδιώτης; ποῦ δέ σοι μέτεστι σωφροσύνης, ὅσπερ ᾐκίσω τοῦτον, ᾧ καὶ θώκων ἐχρῆν ἐξανίστασθαι; ὃ αἴσχιστον ἁπάντων καί σοι μάλιστα μήτε πρὸς θεοὺς μήτε πρὸς ἀνθρώπους ἔχον καλῶς. οἱ μὲν τῶν Γαλιλαίων ἴσως ἐπίσκοποι καὶ πρεσβύτεροι συγκαθίζουσί σοι, καὶ εἰ μὴ δημοσίᾳ δι’ ἐμέ, λάθρᾳ καὶ ἐν τῷ οἴκῳ· διὰ σὲ δὲ τέτυπται ὁ ἱερεύς· οὐ γὰρ ἂν ἦλθεν ἐπὶ ταύτην ὁ παρ’ ὑμῖν ἀρχιερεὺς μὰ Δία τὴν δέησιν. ἀλλ’ ἐπειδή σοι πέφηνε μυθώδη τὰ παρ’ Ὁμήρῳ, τῶν τοῦ Διδυμαίου δεσπότου χρησμῶν ἐπάκουσον, εἴ σοι φανείη πάλαι μὲν ἔργῳ νουθετήσας καλῶς τοὺς Ἕλληνας, ὕστερον δὲ τοὺς οὐ σωφρονοῦντας διδάσκων τοῖς λόγοις· Ὅσσοι ἐς ἀρητῆρας ἀτασθαλίῃσι νόοιο Ἀθανάτων ῥέζους̓ ἀποφώλια, καὶ γεράεσσιν Ἀντία βουλεύουσιν ἀδεισιθέοισι λογισμοῖς, Οὐκέθ’ ὅλην βιότοιο διεκπερόωσιν ἀταρπόν, Ὅσσοι περ μακάρεσσιν ἐλωβήσαντο θεοῖσιν Ὧν κεῖνοι θεόσεπτον ἕλον θεραπηίδα τιμήν. ὁ μὲν οὖν θεὸς οὐ τοὺς τύπτοντας οὐδὲ τοὺς ὑβρίζοντας, ἀλλὰ τοὺς ἀποστεροῦντας τῶν τιμῶν εἶναι φησί θεοῖς ἐχθρούς· ὁ δὲ τυπτήσας ἱερόσυλος ἂν εἴη. ἐγὼ τοίνυν, ἐπειδήπερ εἰμὶ κατὰ μὲν τὰ πάτρια μέγας ἀρχιερεύς, ἔλαχον δὲ νῦν καὶ τοῦ Διδυμαίου προφητεύειν, ἀπαγορεύω σοι τρεῖς περιόδους σελήνης μὴ τοι τῶν εἰς ἱερέα μηδὲν ἐνοχλεῖν· εἰ δὲἐν τούτῳ τῷ χρόνῳ φανείης ἄξιος, ἐπιστείλαντός μοι τοῦ τῆς πόλεως ἀρχιερέως, εἰ παραδεκτὸς εἴης ἡμῖν, ἐσαῦθις μετὰ τῶν θεῶν βουλεύσομαι. ταύτην ἐγώ σοι τῆς προπετείας ἐπιτίθημι ζημίαν.τὰς δὲ ἐκ τῶν θεῶν ἀρὰς πάλαι μὲν εἰώθεσαν οἱ παλαιοὶ λέγειν καὶ γράφειν, οὐ μὴν ἔμοιγε φαίνεται καλῶς ἔχειν· οὐδαμοῦ γὰρ αὐτοὶ πεποιηκότες οἱ θεοὶ φαίνονται. καὶ ἄλλως εὐχῶν εἶναι δεῖ διακόνους ἡμᾶς. ὅθεν οἶμαι καὶ συνεύχομαί σοι πολλὰ λιπαρήσαντι τοὺς θεοὺς ἀδείας τυχεῖν ὧν ἐπλημμέλησας. Πηγάσιον ἡμεῖς οὔποτ’ ἂν προσήκαμεν ῥᾳδίως, εἰ μὴ σαφῶς ἐπεπείσμεθα, ὅτι καὶ πρότερον εἶναι δοκῶν τῶν Γαλιλαίων ἐπίσκοπος ἠπίστατο σέβεσθαι καὶ τιμᾶν τοὺς θεούς. οὐκ ἀκοὴν ἐγώ σοι ταῦτα ἀπαγγέλλω τῶν πρὸς ἔχθραν καὶ φιλίαν λέγειν εἰωθότων, ἐπεὶ καὶ ἐμοὶ πάνυ διετεθρύλητο τὰ τοιαῦτα περὶ αὐτοῦ, καὶ ναὶ μὰ τοὺς θεοὺς ᾤμην οὕτω χρῆναι μισεῖν αὐτὸν ὡς οὐδένα τῶν πονηροτάτων. ἐπεὶ δὲ κληθεὶς εἰς τὸ στρατόπεδον ὑπὸ τοῦ μακαρίτου Κωνσταντίου ταύτην ἐπορευόμην τὴν ὁδόν, ἀπὸ τῆς Τρῳάδος ὄρθρου βαθέος διαναστὰς ἦλθον εἰς τὸ Ἴλιον περὶ πλήθουσαν ἀγοράν. ὁ δὲ ὑπήντησέ μοι καὶ βουλομένῳ τὴν πόλιν ἱστορεῖν—ἦν γάρ μοι τοῦτο πρόσχημα τοῦ φοιτᾶν εἰς τὰ ἱερά—περιηγητής τε ἐγένετο καὶ ἐξενάγησέ με πανταχοῦ. ἄκουε τοίνυν ἔργα καὶ λόγους, ἀφ’ ὧν ἄν τις εἰκάσειεν οὐκ ἀγνώμονα τὰ πρὸς τοὺς θεοὺς αὐτόν. Ἡρῷόν ἐστιν Ἕκτορος, ὅπου χαλκοῦς ἕστηκεν ἀνδριὰς ἐν ναΐσκῳ βραχεῖ. τούτῳ τὸν μέγαν ἀντέστησαν Ἀχιλλέα κατὰ τὸ ὕπαιθρον. εἰ τὸν τόπον ἐθεάσω, γνωρίζεις δήπουθεν ὃ λέγω. τὴν μὲν οὖν ἱστορίαν, δι’ ἣν ὁ μέγας Ἀχιλλεὺς ἀντιτεταγμένος αὐτῷ πᾶν τὸ ὕπαιθρον κατείληφεν, ἔξεστί σοι τῶν περιηγητῶν ἀκούειν. ἐγὼ δὲ καταλαβὼν ἐμπύρους ἔτι, μικροῦ δέω φάναι λαμπροὺς ἔτι τοὺς βωμοὺς καὶ λιπαρῶς ἀληλιμμένην τὴν τοῦ Ἕκτορος εἰκόνα, πρὸς Πηγάσιον ἀπιδὼν Τί ταῦτα ; εἶπον, Ἰλιεῖς θύουσιν ; ἀποπειρώμενος ἠρέμα, πῶς ἔχει γνώμης· ὁ δὲ Καὶ τί τοῦτο ἄτοπον, ἄνδρα ἀγαθὸν ἑαυτῶν πολίτην, ὥσπερ ἡμεῖς, ἔφη, τοὺς μάρτυρας, εἰ θεραπεύουσιν ; ἡ μὲν οὖν εἰκὼν οὐχ ὑγιής· ἡ δε προαίρεσις ἐν ἐκείνοις ἐξεταζομένη τοῖς καιροῖς ἀστεία. τί δὴ τὸ μετὰ τοῦτο; Βαδίσωμεν, ἔφην, ἐπὶ τὸ τῆς Ἰλιάδος Ἀθηνᾶς τέμενος. ὁ δὲ καὶ μάλα προθύμως ἀπήγαγέ με καὶ ἀνέῳξε τὸν νεών, καὶ ὥσπερ μαρτυρόμενος ἐπέδειξέ μοι πάντα ἀκριβῶς σῶα τὰ ἀγάλματα, καὶ ἔπραξεν οὐδὲν ὧν εἰώθασιν οἱ δυσσεβεῖς ἐκεῖνοι πράττειν, ἐπὶ τοῦ μετώπου τοῦ δυσσεβοῦς τὸ ὑπόμνημα σκιαγραφοῦντες, οὐδὲ ἐσύριττεν, ὥσπερ ἐκεῖνοι, αὐτὸς καθ’ ἑαυτόν· ἡ γὰρ ἄκρα θεολογία παρ’ αὐτοῖς ἐστι δύο ταῦτα, συρίττειν τε πρὸς τοὺς δαίμονας καὶ σκιαγραφεῖν ἐπὶ τοῦ μετώπου τὸν σταυρόν.