Ὁ λογοποιὸς ὁ Θούριος ὦτα εἶπεν ἀνθρώποις ὀφθαλμῶν ἀπιστότερα. τούτῳ δ’ ἐπὶ σοῦ τὴν ἐναντίαν ἔχω γνώμην ἐγώ· πιστότερα γάρ ἐστί μοι τὰ ὦτα τῶν ὀφθαλμῶν. οὐ γάρ, εἴποτε εἶδόν σε δεκάκις, οὕτως ἂν ἐπίστευσα τοῖς ὀφθαλμοῖς, ὡς νῦν ταῖς ἀκοαῖς πιστεύω ταῖς ἐμαυτοῦ, παρ’ ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι δεδιδαγμένος, ὅτι πάντα ἀνὴρ ὢν αὐτὸς σεαυτοῦ κρείττων εἶ περὶ τὸ ῥέξαι, φησὶν Ὅμηρος, χερσί τε καὶ ποσίν. ἐπιτρέψαντες οὖν σοι τὴν τῶν ὅπλων χρῆσιν ἀπεστείλαμέν τε πανοπλίαν, ἥτις τοῖς πεζοῖς ἁρμόττει· ἐγκατελέξαμέν τέ σε τῷ τῶν οἰκείων συντάγματι. Μαξίμῳ φιλοσόφῳ Ἀλέξανδρον μὲν τὸν Μακεδόνα τοῖς Ὁμήρου ποιήμασιν ἐφυπνώττειν λόγος, ἵνα δὴ καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν αὐτοῦ τοῖς πολεμικοῖς ὁμιλῇ συνθήμασιν· ἡμεῖς δέ σου ταῖς ἐπιστολαῖς ὥσπερ παιωνίοις τισὶ φαρμάκοις συγκαθεύδομεν, καὶ οὐ διαλείπομεν ἐντυγχάνοντες ἀεὶ καθάπερ νεαραῖς ἔτι καὶ πρῶτον εἰς χεῖρας ἡκούσαις. εἴπερ οὖν ἐθέλεις ἡμῖν εἰκόνα τῆς σῆς παρουσίας τὴν ἐν τοῖς γράμμασιν ὁμιλίαν προξενεῖν, γράφε καὶ μὴ λῆγε συνεχῶς τοῦτο πράττων· μᾶλλον δὲ ἧκε σὺν θεοῖς, ἐνθυμούμενος ὡς ἡμῖν γ’ ἕως ἂν ἀπῇς οὐδ’ ὅτι ζῶμεν εἰπεῖν ἔστιν, εἰ μὴ ὅσον τοῖς παρὰ σοῦ γραφομένοις ἐντυχεῖν ἔξεστιν. Ἑρμογένει ἀποϋπάρχῳ Αἰγύπτου Δός μοί τι κατὰ τοὺς μελικτὰς εἰπεῖν ῥήτορας, Ὢ παρ’ ἐλπίδα σεσωσμένος ἐγώ, ὢ παρ’ ἐλπίδας ἀκηκοώς, ὅτι διαπέφευγας τὴν τρικέφαλον ὕδραν, οὔτι μὰ Δία τὸν ἀδελφόν φημι Κωνστάντιον· ἀλλ’ ἐκεῖνος μὲν ἦν οἷος ἦν· ἀλλὰ τὰ περὶ αὐτὸνθηρία πᾶσιν ἐποφθαλμιῶντα, ἃ κἀκεῖνον ἐποίει χαλεπώτερον, οὐδὲ τὸ καθ’ ἑαυτὸν παντάπασι πρᾷον, εἰ καὶ ἐδόκει πολλοῖς τοιοῦτος. ἐκείνῳ μὲν οὖν, ἐπειδὴ μακαρίτης ἐγένετο, κούφη γῆ, καθάπερ λέγεται· τούτους δὲ ἀδίκως μέν τι παθεῖν οὐκ ἂν ἐθέλοιμι, ἴστω Ζεύς· ἐπειδὴ δὲ αὐτοῖς ἐπανίστανται πολλοὶ κατήγοροι, δικαστήριον ἀποκεκλήρωται. σὺ δέ, ὦ φίλε, πάρει, καὶ παρὰ δύναμιν ἐπείχθητι· θεάσασθαι γάρ σε πάλαι τε εὔχομαι νὴ τοὺς θεούς, καὶ νῦν εὐμενέστατα ὅτι διεσώθης ἀκηκοώς, ἥκειν παρακελεύομαι. Προαιρεσίῳ Τί δὲ οὐκ ἔμελλον ἐγὼ Προαιρέσιον τὸν καλὸν προσαγορεύειν, ἄνδρα ἐπαφιέντα τοῖς νέοις λόγους, ὥσπερ οἱ ποταμοὶ τοῖς πεδίοις ἐπαφιᾶσι τὰ ῥεύματα, καὶ ζηλοῦντα τὸν Περικλέα κατὰ τοὺς λόγους ἔξω τοῦ συνταράττειν καὶ ξυγκυκᾶν τὴν Ἑλλάδα; θαυμάζειν δ’ οὐ χρὴ τὴν Λακωνικὴν εἰ πρὸς σὲ βραχυλογίαν ἐμιμησάμην. ὑμῖν γὰρ πρέπει τοῖς σοφοῖς μακροὺς πάνυ καὶ μεγάλους ποιεῖσθαι λόγους, ἡμῖν δὲ ἀρκεῖ καὶ τὰ βραχέα πρὸς ὑμᾶς. ἴσθι δῆτά μοι πολλὰ πανταχόθεν κύκλῳ πράγματα ἐπιρρεῖν. τῆς καθόδου τὰς αἰτίας, εἰ μὲν ἱστορίαν γράψεις, ἀκριβέστατα ἀπαγγελῶ σοι, δοὺς τὰς ἐπιστολὰς ἀποδείξεις ἐγγράφους· εἰ δ’ ἔγνωκας ταῖς μελέταις καὶ τοῖς γυμνάσμασιν εἰς τέλος ἄχρι γήρως προσκαρτερεῖν, οὐδὲν ἴσως μου τὴν σιωπὴν μέμψῃ. Ἀετίῳ ἐπισκόπῳ Κοινῶς μὲν ἅπασι τοῖς ὁπωσοῦν ὑπὸ τοῦ μακαρίτου Κωνσταντίου πεφυγαδευμένοις ἕνεκεν τῆς τῶν Γαλιλαίων ἀπονοίας ἀνῆκα τὴν φυγήν, σοὶ δὲ οὐκ ἀνίημι μόνον, ἀλλὰ γὰρ καὶ παλαιᾶς γνώσεώς τε καὶ συνηθείας μεμνημένος ἀφικέσθαι προτρέπω μέχρις ἡμῶν. χρήσῃ δὲ ὀχήματι δημοσίῳ μέχρι τοῦ στρατοπέδου τοῦ ἐμοῦ καὶ ἑνὶ παρίππῳ.