Ἀλλὰ τὰ μὲν ἔξω ταῦτα· καίτοι πόστον εἴρηταί μοι μέρος τῶν ἐμῶν εἰς ὑμᾶς ἀδικημάτων; τὰ δὲ ἔνδον ἄγρυπνοι νύκτες ἐν στιβάδι, καὶ τροφὴ παντὸς ἥττων κόρου πικρὸν ἦθος ποιεῖ καὶ τρυφώσῃ πόλει πολέμιον. οὐ μὴν ὑμῶν γ’ ἕνεκα τοῦτο ἐπιτηδεύεται παρ’ ἐμοῦ· δεινὴ δέ τις ἐκ παιδαρίου με καὶ ἀνόητος ἀπάτη καταλαβοῦσα τῇ γαστρὶ πολεμεῖν ἔπεισεν, οὐδὲ ἐπιτρέπω πολλῶν ἐμπίμπλασθαι σιτίων αὐτῇ. ὀλιγιστάκις οὖν ἐμοὶ τῶν πάντων ἐμέσαι συνέβη. καὶ μέμνημαι αὐτὸ παθὼν ἐξ ὅτου καῖσαρ ἐγενόμην ἅπαξ ἀπὸ συμπτώματος, οὐ πλησμονῆς. ἄξιον δὲ ὑπομνησθῆναι διηγήματος οὐδὲ αὐτοῦ πάνυ χαρίεντος, ἐμοὶ δὲ διὰ τοῦτο μάλιστα οἰκείου. Ἐτύγχανον ἐγὼ χειμάζων περὶ τὴν φίλην Λουκετίαν· ὀνομάζουσι δ’ οὕτως οἱ Κελτοὶ τῶν Παρισίων τὴν πολίχνην· ἔστι δ’ οὐ μεγάλη νῆσος ἐγκειμένη τῷ ποταμῷ, καὶ αὐτὴν κύκλῳ πᾶσαν τεῖχος περιλαμβάνει, ξύλιναι δ’ ἐπ’ αὐτὴν ἀμφοτέρωθεν εἰσάγουσι γέφυραι, καὶ ὀλιγάκις ὁ ποταμὸς ἐλαττοῦται καὶ μείζων γίνεται, τὰ πολλὰ δ’ ἔστιν ὁποῖος ὥρᾳ θέρους καὶ χειμῶνος, ὕδωρ ἥδιστον καὶ καθαρώτατον ὁρᾶν καὶ πίνειν ἐθέλοντι παρέχων. ἅτε γὰρ νῆσον οἰκοῦντας ὑδρεύεσθαι μάλιστα ἐνθένδε χρή. γίνεται δὲ καὶ ὁ χειμὼν ἐκεῖ πρᾳότερος εἴτε ὑπὸ τῆς θέρμης τοῦ ὠκεανοῦ· στάδια γὰρ ἀπέχει τῶν ἐννακοσίων οὐ πλείω, καὶ διαδίδοται τυχὸν λεπτή τις αὔρα τοῦ ὕδατος, εἶναι δὲ δοκεῖ θερμότερον τὸ θαλάττιον τοῦ γλυκέος· εἴτε οὖν ἐκ ταύτης εἴτε ἔκ τινος ἄλλης αἰτίας ἀφανοῦς ἐμοί, τὸ πρᾶγμά ἐστι τοιοῦτον, ἀλεεινότερον ἔχουσιν οἱ τὸ χωρίον οἰκοῦντες τὸν χειμῶνα, καὶ φύεται παρ’ αὐτοῖς ἄμπελος ἀγαθή, καὶ συκᾶς ἤδη εἰσιν οἳ ἐμηχανήσαντο, σκεπάζοντες αὐτὰς τοῦ χειμῶνος ὥσπερ ἱματίοις τῇ καλάμῃ τοῦ πυροῦ καὶ τοιούτοις τισίν, ὅσα εἴωθεν εἴργειν τὴν ἐκ τοῦ ἀέρος ἐπιγιγνομένην τοῖς δένδροις βλάβην. ἐγένετο δὴ οὖν ὁ χειμὼν τοῦ εἰωθότος σφοδρότερος, καὶ παρέφερεν ὁ ποταμὸς ὥσπερ μαρμάρου πλάκας· ἴστε δήπου τὸν Φρύγιον λίθον τὸν λευκόν· τούτῳ ἐῴκει μάλιστα τὰ κρύσταλλα, μεγάλα καὶ ἐπάλληλα φερόμενα· καὶ δὴ καὶ συνεχῆ ποιεῖν ἤδη τὸν πόρον ἔμελλε καὶ τὸ ῥεῦμα γεφυροῦν. ὡς οὖν ἐν τούτοις ἀγριώτερος ἦν τοῦ συνήθους, ἐθάλπετο δὲ τὸ δωμάτιον οὐδαμῶς, οὗπερ ἐκάθευδον, ὅνπερ εἰώθει τρόπον ὑπογαίοις καμίνοις τὰ πολλὰ τῶν οἰκημάτων ἐκεῖ θερμαίνεσθαι, καὶ ταῦτα ἔχον εὐτρεπῶς πρὸς τὸ παραδέξασθαι τὴν ἐκ τοῦ πυρὸς ἀλέαν· συνέβη δ’ οἶμαι καὶ τότε διὰ σκαιότητα τὴν ἐμὴν καὶ τὴν εἰς ἐμαυτὸν πρῶτον, ὡς εἰκός, ἀπανθρωπίαν· ἐβουλόμην γὰρ ἐθίζειν ἐμαυτὸν ἀνέχεσθαι τὸν ἀέρα ταύτης ἀνενδεῶς ἔχοντα τῆς βοηθείας. ὡς δὲ ὁ χειμὼν ἐπεκράτει καὶ ἀεὶ μείζων ἐπεγίνετο, θερμῆναι μὲν οὐδ’ ὣς ἐπέτρεψα τοῖς ὑπηρέταις τὸ οἴκημα, δεδιὼς κινῆσαι τὴν ἐν τοῖς τοίχοις ὑγρότητα, κομίσαι δ’ ἔνδον ἐκέλευσα πῦρ κεκαυμένον καὶ ἄνθρακας λαμπροὺς ἀποθέσθαι παντελῶς μετρίους. οἱ δὲ καίπερ ὄντες οὐ πολλοὶ παμπληθεῖς ἀπὸ τῶν τοίχων ἀτμοὺς ἐκίνησαν, ὑφ’ ὧν κατέδαρθον. ἐμπιμπλαμένης δέ μοι τῆς κεφαλῆς ἐδέησα μὲν ἀποπνιγῆναι, κομισθεὶς δ’ ἔξω, τῶν ἰατρῶν παραινούντων ἀπορρῖψαι τὴν ἐντεθεῖσαν ἄρτι τροφήν, οὔτι μὰ Δία πολλὴν οὖσαν, ἐξέβαλον, καὶ ἐγενόμην αὐτίκα ῥᾴων, ὥστε μοι γενέσθαι κουφοτέραν τὴν νύκτα καὶ τῆς ὑστεραίας πράττειν ὅ, τιπερ ἐθέλοιμι. Οὕτω μὲν οὖν ἐγὼ καὶ ἐν Κελτοῖς κατὰ τὸν τοῦ Μενάνδρου Δύσκολον αὐτὸς ἐμαυτῷ πόνους προσετίθην. ἀλλ’ ἡ Κελτῶν μὲν ταῦτα ῥᾷον ἔφερεν ἀγροικία, πόλις δ’ εὐδαίμων καὶ μακαρία καὶ πολυάνθρωπος εἰκότως ἄχθεται, ἐν ᾗ πολλοὶ μὲν ὀρχησταί, πολλοὶ δ’ αὐληταί, μῖμοι δὲ πλείους τῶν πολιτῶν, αἰδὼς δ’ οὐκ ἔστιν ἀρχόντων. ἐρυθριᾶν γὰρ πρέπει τοῖς ἀνάνδροις, ἐπεὶ τοῖς γε ἀνδρείοις, ὥσπερ ὑμεῖς, ἕωθεν κωμάζειν, νύκτωρ ἡδυπαθεῖν, ὅτι τῶν νόμων ὑπερορᾶτε μὴ λόγῳ διδάσκειν, ἀλλὰ τοῖς ἔργοις ἐνδείκνυσθαι. καὶ γὰρ οἱ νόμοι φοβεροὶ διὰ τοὺς ἄρχοντας· ὥστε ὅστις ἄρχοντα ὕβρισεν οὗτος ἐκ περιουσίας τοὺς νόμους κατεπάτησεν· ὡς δ’ ἐπὶ τούτοις εὐφραινόμενοι δῆλον ποιεῖτε πολλαχοῦ μέν, οὐχ ἥκιστα δ’ ἐν ταῖς ἀγοραῖς καὶ ἐν τοῖς θεάτροις, ἀπὸ μὲν τῶν κρότων καὶ ἀπὸ τῆς βοῆς ὁ δῆμος, οἱ δ’ ἐν τέλει τῷ γνωριμώτεροι μᾶλλον εἶναι καὶ ὀνομάζεσθαι παρὰ πᾶσιν ἀφ’ ὧν εἰς τὰς τοιαύτας ἑορτὰς ἐδαπάνησαν ἢ Σόλων ὁ Ἀθηναῖος ἀπὸ τῆς πρὸς Κροῖσον τὸν Λυδῶν βασιλέα συνουσίας. καλοὶ δὲ πάντες καὶ μεγάλοι καὶ λεῖοι καὶ ἀγένειοι, νέοι τε ὁμοίως καὶ πρεσβύτεροι ζηλωταὶ τῆς εὐδαιμονίας τῶν Φαιάκων, Εἵματά τ’ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐνὰς ἀντὶ τῆς ὁσίας ἀποδεχόμενοι. Τὴν δὴ σὴν ἀγροικίαν καὶ ἀπανθρωπίαν καὶ σκαιότητα τούτοις ἁρμόσειν ὑπέλαβες; οὕτως ἀνόητόν ἐστί σοι καὶ φαῦλον, ὦ πάντων ἀνθρώπων ἀμαθέστατε καὶ φιλαπεχθημονέστατε, τὸ λεγόμενον ὑπὸ τῶν ἀγεννεστάτων σῶφρον τουτὶ ψυχάριον, ὃ δὴ σὺ κοσμεῖν καὶ καλλωπίζειν σωφροσύνῃ χρῆναι νομίζεις; οὐκ ὀρθῶς, ὅτι πρῶτον μὲν ἡ σωφροσύνη ὅ,τι ποτ’ ἔστιν οὐκ ἴσμεν, ὄνομα δ’ αὐτῆς ἀκούοντες μόνον ἔργον οὐχ ὁρῶμεν. εἰ δ’ ὁποῖον σὺ νῦν ἐπιτηδεύεις ἐστίν, ἐπίστασθαι μὲν ὅτι θεοῖς χρὴ δουλεύειν καὶ νόμοις, ἐκ τῶν ἴσων δὲ τοῖς ὁμοτίμοις προσφέρεσθαι, καὶ τὴν ἐν τούτοις ὑπεροχὴν φέρειν πρᾳότερον, ἐπιμελεῖσθαι καὶ προνοεῖν, ὅπως οἱ πένητες ὑπὸ τῶν πλουτούντων ἥκιστα ἀδικήσονται, καὶ ὑπὲρ τούτου πράγματα ἔχειν, ὁποῖα εἰκός ἐστί σοι γενέσθαι πολλάκις, ἀπεχθείας, ὀργάς, λοιδορίας· εἶτα καὶ ταῦτα φέρειν ἐγκρατῶς καὶ μὴ χαλεπαίνειν μηδ’ ἐπιτρέπειν τῷ θυμῷ, παιδαγωγεῖν δὲ αὑτόν, ὡς ἐνδέχεται, καὶ σωφρονίζειν· εἰ δὲ καὶ τοῦτό τις ἔργον θεῖτο σωφροσύνης, ἀπέχεσθαι πάσης ἡδονῆς οὐ λίαν ἀπρεποῦς οὐδ’ ἐπονειδίστου δοκούσης ἐν τῷ φανερῷ, πεπεισμένος ὡς οὐκ ἔστιν ἰδίᾳ σωφρονεῖν καὶ λάθρᾳ τὸν δημοσίᾳ καὶ φανερῶς ἀκόλαστον εἶναι θέλοντα καὶ τερπόμενον τοῖς θεάτροις· εἰ δὴ οὖν ὄντως ἡ σωφροσύνη τοιοῦτόν ἐστιν, ἀπόλωλας μὲν αὐτός, ἀπολλύεις δὲ ἡμᾶς οὐκ ἀνεχομένους ἀκούειν πρῶτον ὄνομα δουλείας οὔτε πρὸς θεοὺς οὔτε πρὸς νόμους· ἡδὺ γὰρ ἐν πᾶσι τὸ ἐλεύθερον. Ἡ δὲ εἰρωνεία πόση; δεσπότης εἶναι οὐ φὴς οὐδὲ ἀνέχῃ τοῦτο ἀκούων, ἀλλὰ καὶ ἀγανακτεῖς, ὥστε ἤδη ἔπεισας τοὺς πλείστους ἐθάδας πάλαι γενομένους ἀφελεῖν ὡς ἐπίφθονον τῆς ἀρχῆς τοῦτο τὸ ὄνομα, δουλεύειν δ’ ἡμᾶς ἀναγκάζεις ἄρχουσι καὶ νόμοις. καίτοι πόσῳ κρεῖττον ἦν ὀνομάζεσθαι μέν σε δεσπότην, ἔργῳ δὲ ἐᾶν ἡμᾶς εἶναι ἐλευθέρους, ὦ τὰ μὲν ὀνόματα πρᾳότατε, πικρότατε δὲ τὰ ἔργα; πρὸς δὲ τούτοις ἀποκναίεις βιαζόμενος μὲν τοὺς πλουσίους ἐν δικαστηρίοις μετριάζειν, τοὺς πένητας δὲ εἴργεις συκοφαντεῖν. ἀφεὶς δὲ τὴν σκηνὴν καὶ τοὺς μίμους καὶ τοὺς ὀρχηστὰς ἀπολώλεκας ἡμῶν τὴν πόλιν, ὥστε οὐδὲν ἡμῖν ἀγαθὸν ὑπάρχει παρὰ σοῦ πλὴν τῆς βαρύτητος, ἧς ἀνεχόμενοι μῆνα ἕβδομον τουτονὶ τὸ μὲν εὔχεσθαι πάντως ἀπαλλαγῆναι τοῦ τοσούτου κακοῦ τοῖς περὶ τοὺς τάφους καλινδουμένοις γρᾳδίοις ξυνεχωρήσαμεν, ἡμεῖς δὲ αὐτὸ διὰ τῆς ἡμῶν αὐτῶν εὐτραπελίας ἐξειργασάμεθα βάλλοντές σε τοῖς σκώμμασιν ὥσπερ τοξεύμασι. σὺ δέ, ὦ γενναῖε, πῶς ἀνέξῃ τὰ Περσῶν βέλη, τὰ ἡμέτερα τρέσας σκώμματα;