Ἦν μὲν οὖν ἴσως καὶ τοῦτο βαρὺ καὶ δεῖγμα ἐναργὲς μοχθηρίας τρόπου· προστίθημι δὲ ἐγώ τι καινότερον ἀεί· μισῶ τὰς ἱπποδρομίας, ὥσπερ οἱ χρήματα ὠφληκότες τὰς ἀγοράς. ὀλιγάκις οὖν εἰς αὐτὰς φοιτῶ ἐν ταῖς ἑορταῖς τῶν θεῶν οὐδὲ διημερεύω, καθάπερ εἰώθεσαν ὅ τε ἀνεψιὸς ὁ ἐμὸς καὶ ὁ θεῖος καὶ ὁ ἀδελφὸς ὁ ὁμοπάτριος. ἓξ δὲ τοὺς πάντας θεώμενος δρόμους, οὐδ’ αὐτοὺς ὡς ἄν τις ἐρῶν τοῦ πράγματος ἢ ναὶ μὰ Δία μὴ μισῶν αὐτὸ μηδὲ ἀποστρεφόμενος, ἄσμενος ἀπαλλάττομαι. Ἀλλὰ τὰ μὲν ἔξω ταῦτα· καίτοι πόστον εἴρηταί μοι μέρος τῶν ἐμῶν εἰς ὑμᾶς ἀδικημάτων; τὰ δὲ ἔνδον ἄγρυπνοι νύκτες ἐν στιβάδι, καὶ τροφὴ παντὸς ἥττων κόρου πικρὸν ἦθος ποιεῖ καὶ τρυφώσῃ πόλει πολέμιον. οὐ μὴν ὑμῶν γ’ ἕνεκα τοῦτο ἐπιτηδεύεται παρ’ ἐμοῦ· δεινὴ δέ τις ἐκ παιδαρίου με καὶ ἀνόητος ἀπάτη καταλαβοῦσα τῇ γαστρὶ πολεμεῖν ἔπεισεν, οὐδὲ ἐπιτρέπω πολλῶν ἐμπίμπλασθαι σιτίων αὐτῇ. ὀλιγιστάκις οὖν ἐμοὶ τῶν πάντων ἐμέσαι συνέβη. καὶ μέμνημαι αὐτὸ παθὼν ἐξ ὅτου καῖσαρ ἐγενόμην ἅπαξ ἀπὸ συμπτώματος, οὐ πλησμονῆς. ἄξιον δὲ ὑπομνησθῆναι διηγήματος οὐδὲ αὐτοῦ πάνυ χαρίεντος, ἐμοὶ δὲ διὰ τοῦτο μάλιστα οἰκείου. Ἐτύγχανον ἐγὼ χειμάζων περὶ τὴν φίλην Λουκετίαν· ὀνομάζουσι δ’ οὕτως οἱ Κελτοὶ τῶν Παρισίων τὴν πολίχνην· ἔστι δ’ οὐ μεγάλη νῆσος ἐγκειμένη τῷ ποταμῷ, καὶ αὐτὴν κύκλῳ πᾶσαν τεῖχος περιλαμβάνει, ξύλιναι δ’ ἐπ’ αὐτὴν ἀμφοτέρωθεν εἰσάγουσι γέφυραι, καὶ ὀλιγάκις ὁ ποταμὸς ἐλαττοῦται καὶ μείζων γίνεται, τὰ πολλὰ δ’ ἔστιν ὁποῖος ὥρᾳ θέρους καὶ χειμῶνος, ὕδωρ ἥδιστον καὶ καθαρώτατον ὁρᾶν καὶ πίνειν ἐθέλοντι παρέχων. ἅτε γὰρ νῆσον οἰκοῦντας ὑδρεύεσθαι μάλιστα ἐνθένδε χρή. γίνεται δὲ καὶ ὁ χειμὼν ἐκεῖ πρᾳότερος εἴτε ὑπὸ τῆς θέρμης τοῦ ὠκεανοῦ· στάδια γὰρ ἀπέχει τῶν ἐννακοσίων οὐ πλείω, καὶ διαδίδοται τυχὸν λεπτή τις αὔρα τοῦ ὕδατος, εἶναι δὲ δοκεῖ θερμότερον τὸ θαλάττιον τοῦ γλυκέος· εἴτε οὖν ἐκ ταύτης εἴτε ἔκ τινος ἄλλης αἰτίας ἀφανοῦς ἐμοί, τὸ πρᾶγμά ἐστι τοιοῦτον, ἀλεεινότερον ἔχουσιν οἱ τὸ χωρίον οἰκοῦντες τὸν χειμῶνα, καὶ φύεται παρ’ αὐτοῖς ἄμπελος ἀγαθή, καὶ συκᾶς ἤδη εἰσιν οἳ ἐμηχανήσαντο, σκεπάζοντες αὐτὰς τοῦ χειμῶνος ὥσπερ ἱματίοις τῇ καλάμῃ τοῦ πυροῦ καὶ τοιούτοις τισίν, ὅσα εἴωθεν εἴργειν τὴν ἐκ τοῦ ἀέρος ἐπιγιγνομένην τοῖς δένδροις βλάβην. ἐγένετο δὴ οὖν ὁ χειμὼν τοῦ εἰωθότος σφοδρότερος, καὶ παρέφερεν ὁ ποταμὸς ὥσπερ μαρμάρου πλάκας· ἴστε δήπου τὸν Φρύγιον λίθον τὸν λευκόν· τούτῳ ἐῴκει μάλιστα τὰ κρύσταλλα, μεγάλα καὶ ἐπάλληλα φερόμενα· καὶ δὴ καὶ συνεχῆ ποιεῖν ἤδη τὸν πόρον ἔμελλε καὶ τὸ ῥεῦμα γεφυροῦν. ὡς οὖν ἐν τούτοις ἀγριώτερος ἦν τοῦ συνήθους, ἐθάλπετο δὲ τὸ δωμάτιον οὐδαμῶς, οὗπερ ἐκάθευδον, ὅνπερ εἰώθει τρόπον ὑπογαίοις καμίνοις τὰ πολλὰ τῶν οἰκημάτων ἐκεῖ θερμαίνεσθαι, καὶ ταῦτα ἔχον εὐτρεπῶς πρὸς τὸ παραδέξασθαι τὴν ἐκ τοῦ πυρὸς ἀλέαν· συνέβη δ’ οἶμαι καὶ τότε διὰ σκαιότητα τὴν ἐμὴν καὶ τὴν εἰς ἐμαυτὸν πρῶτον, ὡς εἰκός, ἀπανθρωπίαν· ἐβουλόμην γὰρ ἐθίζειν ἐμαυτὸν ἀνέχεσθαι τὸν ἀέρα ταύτης ἀνενδεῶς ἔχοντα τῆς βοηθείας. ὡς δὲ ὁ χειμὼν ἐπεκράτει καὶ ἀεὶ μείζων ἐπεγίνετο, θερμῆναι μὲν οὐδ’ ὣς ἐπέτρεψα τοῖς ὑπηρέταις τὸ οἴκημα, δεδιὼς κινῆσαι τὴν ἐν τοῖς τοίχοις ὑγρότητα, κομίσαι δ’ ἔνδον ἐκέλευσα πῦρ κεκαυμένον καὶ ἄνθρακας λαμπροὺς ἀποθέσθαι παντελῶς μετρίους. οἱ δὲ καίπερ ὄντες οὐ πολλοὶ παμπληθεῖς ἀπὸ τῶν τοίχων ἀτμοὺς ἐκίνησαν, ὑφ’ ὧν κατέδαρθον. ἐμπιμπλαμένης δέ μοι τῆς κεφαλῆς ἐδέησα μὲν ἀποπνιγῆναι, κομισθεὶς δ’ ἔξω, τῶν ἰατρῶν παραινούντων ἀπορρῖψαι τὴν ἐντεθεῖσαν ἄρτι τροφήν, οὔτι μὰ Δία πολλὴν οὖσαν, ἐξέβαλον, καὶ ἐγενόμην αὐτίκα ῥᾴων, ὥστε μοι γενέσθαι κουφοτέραν τὴν νύκτα καὶ τῆς ὑστεραίας πράττειν ὅ, τιπερ ἐθέλοιμι. Οὕτω μὲν οὖν ἐγὼ καὶ ἐν Κελτοῖς κατὰ τὸν τοῦ Μενάνδρου Δύσκολον αὐτὸς ἐμαυτῷ πόνους προσετίθην. ἀλλ’ ἡ Κελτῶν μὲν ταῦτα ῥᾷον ἔφερεν ἀγροικία, πόλις δ’ εὐδαίμων καὶ μακαρία καὶ πολυάνθρωπος εἰκότως ἄχθεται, ἐν ᾗ πολλοὶ μὲν ὀρχησταί, πολλοὶ δ’ αὐληταί, μῖμοι δὲ πλείους τῶν πολιτῶν, αἰδὼς δ’ οὐκ ἔστιν ἀρχόντων. ἐρυθριᾶν γὰρ πρέπει τοῖς ἀνάνδροις, ἐπεὶ τοῖς γε ἀνδρείοις, ὥσπερ ὑμεῖς, ἕωθεν κωμάζειν, νύκτωρ ἡδυπαθεῖν, ὅτι τῶν νόμων ὑπερορᾶτε μὴ λόγῳ διδάσκειν, ἀλλὰ τοῖς ἔργοις ἐνδείκνυσθαι. καὶ γὰρ οἱ νόμοι φοβεροὶ διὰ τοὺς ἄρχοντας· ὥστε ὅστις ἄρχοντα ὕβρισεν οὗτος ἐκ περιουσίας τοὺς νόμους κατεπάτησεν· ὡς δ’ ἐπὶ τούτοις εὐφραινόμενοι δῆλον ποιεῖτε πολλαχοῦ μέν, οὐχ ἥκιστα δ’ ἐν ταῖς ἀγοραῖς καὶ ἐν τοῖς θεάτροις, ἀπὸ μὲν τῶν κρότων καὶ ἀπὸ τῆς βοῆς ὁ δῆμος, οἱ δ’ ἐν τέλει τῷ γνωριμώτεροι μᾶλλον εἶναι καὶ ὀνομάζεσθαι παρὰ πᾶσιν ἀφ’ ὧν εἰς τὰς τοιαύτας ἑορτὰς ἐδαπάνησαν ἢ Σόλων ὁ Ἀθηναῖος ἀπὸ τῆς πρὸς Κροῖσον τὸν Λυδῶν βασιλέα συνουσίας. καλοὶ δὲ πάντες καὶ μεγάλοι καὶ λεῖοι καὶ ἀγένειοι, νέοι τε ὁμοίως καὶ πρεσβύτεροι ζηλωταὶ τῆς εὐδαιμονίας τῶν Φαιάκων, Εἵματά τ’ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐνὰς ἀντὶ τῆς ὁσίας ἀποδεχόμενοι.