Καὶ ταῦτα μὲν ἦν τῶν μικρῶν πάνυ καὶ οὔπω δυνάμενα τὴν πόλιν ἐκπολεμῶσαι· τὸ δὲ δὴ μέγιστον, ἐξ οὗ τὸ μέγα ἤρθη μῖσος, ἀφικομένου μου πρὸς ὑμᾶς ὁ δῆμος ἐν τῷ θεάτρῳ, πνιγόμενος ὑπὸ τῶν πλουσίων, ἀφῆκε φωνὴν πρῶτον ταύτην· Παντα γέμει, πάντα πολλοῦ. τῆς ἐπιούσης διελέχθην ἐγὼ τοῖς δυνατοῖς ὑμῶν ἐπιχειρῶν πείθειν, ὅτι κρεῖττόν ἐστιν ὑπεριδόντας ἀδίκου κτήσεως εὖ ποιῆσαι πολίτας καὶ ξένους. οἱ δὲ ἐπαγγειλάμενοι τοῦ πράγματος ἐπιμελήσεσθαι μηνῶν ἑξῆς τριῶν ὑπεριδόντος μου καὶ περιμείναντος οὕτως ὀλιγώρως εἶχον τοῦ πράγματος, ὡς οὐδεὶς ἂν ἤλπισεν. ἐπεὶ δ’ ἑώρων ἀληθῆ τὴν τοῦ δήμου φωνὴν καὶ τὴν ἀγορὰν οὐχ ὑπ’ ἐνδείας, ἀλλ’ ὑπ’ ἀπληστίας τῶν κεκτημένων στενοχωρουμένην, ἔταξα μέτριον ἑκάστου τίμημα καὶ δῆλον ἐποίησα πᾶσιν. ἐπεὶ δ’ ἦν τὰ μὲν ἄλλα παρ’ αὐτοῖς πολλὰ πάνυ· καὶ γὰρ ἦν οἶνος καὶ ἔλαιον καὶ τὰ λοιπὰ πάντα· σίτου δ’ ἐνδεῶς εἶχον, ἀφορίας δεινῆς ὑπὸ τῶν ἔμπροσθεν αὐχμῶν γενομένης, ἔδοξέ μοι πέμπειν εἰς Χαλκίδα καὶ Ἱερὰν πόλιν καὶ πόλεις τὰς πέριξ, ἔνθεν εἰσήγαγον ὑμῖν μέτρων τετταράκοντα μυριάδας. ὡς δ’ ἀνάλωτο καὶ τοῦτο, πρότερον μὲν πεντάκις χιλίους, ἑπτάκις χιλίους δ’ ὕστερον, εἶτα νῦν μυρίους, οὓς ἐπιχώριόν ἐστι λοιπὸν ὀνομάζειν μοδίους, ἀνάλισκον σίτου, πάντας οἴκοθεν ἔχων. ἀπὸ τῆς Αἰγύπτου κομισθέντα μοι σῖτον ἔδωκα τῇ πόλει, πραττόμενος ἀργύριον οὐκ ἐπὶ δέκα μέτρων, ἀλλὰ πεντεκαίδεκα τοσοῦτον, ὅσον ἐπὶ τῶν δέκα πρότερον. εἰ δὲ τοσαῦτα μέτρα θέρους ἦν παρ’ ὑμῖν τοῦ νομίσματος, τί προσδοκᾶν ἔδει τηνικαῦτα, ἡνίκα, φησὶν ὁ Βοιώτιος ποιητής, χαλεπὸν γενέσθαι τὸν λιμὸν ἐπὶ δώματι; ἆρ’ οὐ πέντε μόγις καὶ ἀγαπητῶς ἄλλως τε καὶ τηλικούτου χειμῶνος ἐπιγενομένου; Τί οὖν ὑμῶν οἱ πλούσιοι; τὸν μὲν ἐπὶ τῶν ἀγρῶν σῖτον λάθρᾳ ἀπέδοντο πλείονος, ἐβάρησαν δὲ τὸ κοινὸν τοῖς ἰδίοις ἀναλώμασι· καὶ οὐχ ἡ πόλις μόνον ἐπὶ τοῦτο συρρεῖ, οἱ πλεῖστοι δὲ καὶ ἐκ τῶν ἀγρῶν συντρέχουσιν, ὃ μόνον ἐστὶν εὑρεῖν πολὺ καὶ εὔωνον, ἄρτους ὠνούμενοι. καίτοι τίς μέμνηται παρ’ ὑμῖν εὐθηνουμένης τῆς πόλεως πεντεκαίδεκα μέτρα σίτου πραθέντα τοῦ χρυσοῦ; ταύτης ἕνεκεν ὑμῖν ἀπηχθόμην ἐγὼ τῆς πράξεως, ὅτι τὸν οἶνον ὑμῖν οὐκ ἐπέτρεψα καὶ τὰ λάχανα καὶ τὰς ὀπώρας ἀποδόσθαι χρυσοῦ, καὶ τὸν ὑπὸ τῶν πλουσίων ἀποκεκλεισμένον ἐν ταῖς ἀποθήκαις σῖτον ἄργυρον αὐτοῖς καὶ χρυσὸν ἐξαίφνης παρ’ ὑμῶν γενέσθαι. ἐκεῖνοι μὲν γὰρ αὐτὸν ἔξω τῆς πόλεως διέθεντο καλῶς, ἐργασάμενοι τοῖς ἀνθρώποις λιμὸν ἀλοιητῆρα βρότειον, ὡς ὁ θεὸς ἔφη τοὺς ταῦτα ἐπιτηδεύοντας ἐξελέγχων. ἡ πόλις δ’ ἐν ἀφθονίᾳ γέγονεν ἄρτων ἕνεκα μόνον, ἄλλου δ’ οὐδενός. Συνίην μὲν οὖν καὶ τότε ταῦτα ποιῶν ὅτι μὴ πᾶσιν ἀρέσοιμι, πλὴν ἔμελεν οὐδὲν ἐμοί· τῷ γὰρ ἀδικουμένῳ πλήθει βοηθεῖν ᾤμην χρῆναι καὶ τοῖς ἀφικνουμένοις ξένοις, ἐμοῦ τε ἕνεκα καὶ τῶν συνόντων ἡμῖν ἀρχόντων. ἐπεὶ δ’ οἶμαι συμβαίνει τοὺς μὲν ἀπιέναι, τὴν πόλιν δ’ εἶναι τὰ πρὸς ἐμὲ γνώμης μιᾶς· οἱ μὲν γὰρ μισοῦσιν, οἱ δ’ ὑπ’ ἐμοῦ τραφέντες ἀχαριστοῦσιν· Ἀδραστείᾳ πάντα ἐπιτρέψας ἐς ἄλλο ἔθνος οἰχήσομαι καὶ δῆμον ἕτερον, οὐδὲν ὑμᾶς ὑπομνήσας ὧν ἐνιαυτοῖς ἔμπροσθεν ἐννέα δίκαια δρῶντες εἰς ἀλλήλους εἰργάσασθε, φέρων μὲν ὁ δῆμος ἐπὶ τὰς οἰκίας τῶν δυνατῶν ξὺν βοῇ τὴν φλόγα καὶ ἀποκτιννὺς τὸν ἄρχοντα, δίκην δ’ αὖθις ἀποτίνων ὑπὲρ τούτων, ὧν ὀργιζόμενος δικαίως ἔπραξεν οὐκέτι μετρίως. Ὑπὲρ τίνος οὖν πρὸς θεῶν ἀχαριστούμεθα; ὅτι τρέφομεν ὑμᾶς οἴκοθεν, ὃ μέχρι σήμερον ὑπῆρξεν οὐδεμιᾷ πόλει, καὶ τρέφομεν οὕτω λαμπρῶς; ὅτι τὸν κατάλογον ὑμῶν ηὐξήσαμεν; ὅτι κλέπτοντας ἑλόντες οὐκ ἐπεξήλθομεν; ἑνὸς ἢ δύο βούλεσθε ὑμᾶς ὑπομνήσω, μή τις ὑπολάβῃ σχῆμα καὶ ῥητορείαν εἶναι καὶ προσποίησιν τὸ πρᾶγμα; γῆς κλήρους οἶμαι τρισχιλίους ἔφατε ἀσπόρους εἶναι καὶ ᾐτήσασθε λαβεῖν, λαβόντες δ’ ἐνείμασθε πάντες οἱ μὴ δεόμενοι. τοῦτο ἐξετασθὲν ἀνεφάνη σαφῶς. ἀφελόμενος δ’ αὐτοὺς ἐγὼ τῶν ἐχόντων οὐ δικαίως, καὶ πολυπραγμονήσας οὐδὲν ὑπὲρ τῶν ἔμπροσθεν, ὧν ἔσχον ἀτελεῖς, οὓς μάλιστα ἐχρῆν ὑποτελεῖς εἶναι, ταῖς βαρυτάταις ἔνειμα λειτουργίαις αὐτοὺς τῆς πόλεως. καὶ νῦν ἀτελεῖς ἔχουσιν οἱ καθ’ ἕκαστον ὑμῖν ἐνιαυτὸν ἱπποτροφοῦντες γῆς κλήρους ἐγγὺς τρισχιλίους, ἐπινοίᾳ μὲν καὶ οἰκονομίᾳ τοῦ θείου τοὐμοῦ καὶ ὁμωνύμου, χάριτι δ’ ἐμῇ, ὃς δὴ τοὺς πανούργους καὶ κλέπτας οὕτω κολάζων εἰκότως ὑμῖν φαίνομαι τὸν κόσμον ἀνατρέπειν. εὖ γὰρ ἴστε ὅτι πρὸς τοὺς τοιούτους ἡ πρᾳότης αὔξει καὶ τρέφει τὴν ἐν τοῖς ἀνθρώποις κακίαν. Ὁ λόγος οὖν μοι καὶ ἐνταῦθα περιίσταται πάλιν εἰς ὅπερ βούλομαι. πάντων γὰρ ἐμαυτῷ τῶν κακῶν αἴτιος γίγνομαι εἰς ἀχάριστα καταθέμενος ἤθη τὰς χάριτας. ἀνοίας οὖν ἐστι τῆς ἐμῆς τοῦτο καὶ οὐ τῆς ὑμετέρας ἐλευθερίας. ἐγὼ μὲν δὴ τὰ πρὸς ὑμᾶς εἶναι πειράσομαι τοῦ λοιποῦ συνετώτερος· ὑμῖν δὲ οἱ θεοὶ τῆς εἰς ἡμᾶς εὐνοίας καὶ τιμῆς, ἣν ἐτιμήσατε δημοσίᾳ, τὰς ἀμοιβὰς ἀποδοῖεν.