<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2003.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg012.perseus-grc2" n="36"><p rend="align(indent)">Τοιαῦτα εἰπὼν τότε μέμνημαι, καὶ ὁ μὲν θεὸς ἐμαρτύρησέ μου τοῖς λόγοις, ὡς μήποτε ὤφελεν, ἐκλιπὼν τὸ προάστειον, ὃ πολὺν ἐτήρησε χρόνον, ἐν ἐκείνῃ τῇ ζάλῃ τρέψας ἀλλαχοῦ τῶν κρατούντων τὴν διάνοιαν καὶ τὼ χεῖρε βιασάμενος. ὑμῖν δ’ ἀπηχθόμην ἐγὼ ποιῶν ἀνοήτως. ἐχρῆν γὰρ σιωπᾶν, ὥσπερ οἶμαι πολλοὶ καὶ ἄλλοι τῶν συνεισελθόντων ἐμοί, καὶ μὴ πολυπραγμονεῖν <milestone n="363d" unit="page" resp="Spanheim"/>μηδ’ ἐπιτιμᾶν. ἀλλ’ ὑπὸ προπετείας ἐγὼ καὶ <pb n="v.2.p.492"/> τῆς καταγελάστου κολακείας· οὐ γὰρ δὴ νομιστέον ὑπ’ εὐνοίας ἐμοὶ τότε εἰρῆσθαι τοὺς πρὸς ὑμᾶς λόγους, ἀλλ’ οἶμαι δόξαν θηρεύων εὐλαβείας τε εἰς τοὺς θεοὺς καὶ εἰς ὑμᾶς εὐνοίας ἀδόλου· τοῦτο δ’ ἐστὶν οἶμαι παγγέλοιος κολακεία· πολλὰ <milestone n="364a" unit="page" resp="Spanheim"/>ὑμῶν μάτην κατέχεα. δίκαια τοίνυν ἐργάζεσθέ με τῶν ἐπιτιμήσεων ἐκείνων ἀμυνόμενοι καὶ ἐναλλάττοντες τὰ χωρία. ἐγὼ μὲν ὑπὸ τῷ θεῷ πρὸς τῷ βωμῷ καὶ τοῖς τοῦ ἀγάλματος ἴχνεσιν ἐν ὀλίγοις ὑμῶν κατέδραμον· ὑμεῖς δ’ ἐπὶ τῆς ἀγορᾶς ἐν τῷ δήμῳ διὰ τῶν ἱκανῶν τὰ τοιαῦτα χαριεντίζεσθαι πολιτῶν. εὖ γὰρ ἴστε, πάντες οἱ λέγοντες κοινοῦνται πρὸς τοὺς ἀκούοντας τοὺς λόγους, καὶ ὁ ξὺν ἡδονῇ τῶν βλασφημιῶν ἀκροασάμενος, <milestone n="364b" unit="page" resp="Spanheim"/>μετέχων τῆς ἴσης ἡδονῆς ἀπραγμονέστερον τοῦ λέγοντος, κοινωνός ἐστι τῆς αἰτίας.</p><p rend="align(indent)">Εἴρηται οὖν ὑμῖν δι’ ὅλης καὶ ἠκρόαται τῆς πόλεως ὁπόσα εἰς τουτονὶ πέπαικται τὸν φαῦλον πώγωνα καὶ τὸν οὐδὲν ἐπιδείξαντα ὑμῖν καλὸν οὐδὲ ἐπιδείξοντα τρόπον. οὐ γὰρ ἐπιδείξει βίον ὑμῖν, ὁποῖον ὑμεῖς. ἀεὶ μὲν ζῆτε, ποθεῖτε δὲ ὁρᾶν καὶ ἐν τοῖς ἄρχουσιν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg012.perseus-grc2" n="37"><p>ὑπὲρ μὲν δὴ τῶν βλασφημιῶν, <milestone n="364c" unit="page" resp="Spanheim"/>ἃς ἰδίᾳ τε καὶ δημοσίᾳ κατεχέατέ μου παίζοντες ἐν τοῖς ἀναπαίστοις, ἐμαυτοῦ προσκατηγορήσας <pb n="v.2.p.494"/> ὑμῖν ἐπιτρέπω χρῆσθαι μετὰ μείζονος αὐτῷ παρρησίας, ὡς οὐδὲν ὑμᾶς ἐγὼ διὰ τοῦτο πώποτε δεινὸν ἐργάσομαι σφάττων ἢ τύπτων ἢ δῶν ἢ ἀποκλείων ἢ κολάζων. πῶς γάρ; ὅς, ἐπείπερ ὑμῖν ἐμαυτὸν ἐπιδείξας μετὰ τῶν φίλων σωφρονοῦντα, φαυλότατον ἰδεῖν ὑμῖν καὶ ἀηδέστατον, <milestone n="364d" unit="page" resp="Spanheim"/>οὐδὲν ἐπέδειξα καλὸν θέαμα, μεταστῆναι τῆς πόλεως ἔγνωκα καὶ ὑποχωρῆσαι, πεπεισμένος μὲν οὐδαμῶς, ὅτι πάντως ἐκείνοις ἀρέσω, πρὸς οὓς πορεύομαι, κρίνων δ’ αἱρετώτερον, εἰ διαμάρτοιμι τοῦ δόξαι γοῦν ἐκείνοις καλὸς κἀγαθός, ἐν μέρει μεταδοῦναι πᾶσι τῆς ἀηδίας τῆς ἐμαυτοῦ καὶ μὴ τὴν εὐδαίμονα ταύτην ἀποκναῖσαι πόλιν ὥσπερ ὑπὸ δυσωδίας τῆς ἐμῆς μετριότητος καὶ τῶν ἐμῶν ἐπιτηδείων τῆς σωφροσύνης.</p><p rend="align(indent)"><milestone n="365a" unit="page" resp="Spanheim"/>Ἡμῶν γὰρ οὐδεὶς ἀγρὸν οὐδὲ κῆπον ἐπρίατο παρ’ ὑμῖν οὐδὲ οἰκίαν ᾠκοδόμησεν οὐδ’ ἔγημε παρ’ ὑμῶν οὐδ’ ἐξέδωκεν εἰς ὑμᾶς οὐδὲ ἠράσθημεν τῶν παρ’ ὑμῖν καλῶν, οὐδ’ ἐζηλώσαμεν Ἀσσύριον πλοῦτον οὐδ’ ἐνειμάμεθα τὰς προστασίας οὐδὲ παραδυναστεύειν ἡμῖν ἠνεσχόμεθά τινας τῶν ἐν τέλει οὐδ’ ἐπείσαμεν τὸν δῆμον εἰς παρασκευὰς δείπνων ἢ θεάτρων, ὃν οὕτως ἐποιήσαμεν τρυφᾶν, <milestone n="365b" unit="page" resp="Spanheim"/>ὥστε ἄγων σχολὴν ἀπὸ τῆς ἐνδείας τοὺς ἀναπαίστους εἰς τοὺς αἰτίους αὑτῷ τῆς εὐθηνίας ξυνέθηκεν, οὐδ’ ἐπεγράψαμεν χρυσίον οὐδὲ ᾐτήσαμεν ἀργύριον οὐδὲ ηὐξήσαμεν φόρους· ἀλλὰ <pb n="v.2.p.496"/> πρὸς τοῖς ἐλλείμμασιν ἀνεῖται πᾶσι τῶν εἰθισμένων εἰσφορῶν τὸ πέμπτον. οὐκ οἶμαι δ’ ἐξαρκεῖν τὸ σωφρονεῖν ἐμέ, ἀλλὰ καὶ μέτριον ἔχω ναὶ μὰ Δία καὶ θεούς, ὡς ἐμαυτὸν πείθω, τὸν εἰσαγγελέα, καλῶς ὑφ’ ὑμῶν ἐπιτιμηθέντα, διότι γέρων ὢν καὶ φαλακρὸς ἠρέμα τὰ πρόσω <milestone n="365c" unit="page" resp="Spanheim"/>διὰ δυστροπίαν αἰσχύνεται κομᾶν ἐξόπισθεν, ὥσπερ Ὅμηρος ἐποίησε τοὺς Ἄβαντας, οὐδὲν δ’ ἐκείνου φαυλοτέρους ἄνδρας οἴκοι παρ’ ἐμαυτῷ δύο καὶ τρεῖς, ἀλλὰ καὶ τέτταρας, εἰ βούλεσθε δὲ νυνὶ καὶ πέμπτον.</p><p rend="align(indent)">Ὁ δέ μοι θεῖος καὶ ὁμώνυμος οὐ δικαιότατα μὲν ὑμῶν προύστη, μέχρις ἐπέτρεπον οἱ θεοὶ ξυνεῖναι ἡμῖν αὐτὸν καὶ ξυμπράττειν; οὐ προμηθέστατα δὲ πάσαις ἐπεξῆλθε ταῖς οἰκονομίαις τῆς πόλεως; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg012.perseus-grc2" n="38"><p>ἡμῖν μὲν οὖν ἐδόκει ταῦτα καλά, <milestone n="365d" unit="page" resp="Spanheim"/>πρᾳότης ἀρχόντων μετὰ σωφροσύνης, ᾠόμεθά τε ὑμῖν ἱκανῶς διὰ τούτων καλοὶ φανεῖσθαι τῶν ἐπιτηδευμάτων. ἐπεὶ δὲ ὑμᾶς ἥ τε βαθύτης ἀπαρέσκει τοῦ γενείου καὶ τὸ ἀτημέλητον τῶν τριχῶν καὶ τὸ μὴ παραβάλλειν τοῖς θεάτροις καὶ τὸ ἀξιοῦν ἐν τοῖς ἱεροῖς εἶναι σεμνοὺς καὶ πρὸ τούτων ἁπάντων ἡ περὶ τὰς κρίσεις ἡμῶν ἀσχολία καὶ τὸ τῆς ἀγορᾶς εἴργειν τὴν πλεονεξίαν, <milestone n="366a" unit="page" resp="Spanheim"/>ἑκόντες ὑμῖν ἐξιστάμεθα τῆς πόλεως. οὐ γὰρ οἶμαι ῥᾴδιον ἐν γήρᾳ μεταθεμένῳ διαφυγεῖν τὸν λεγόμενον ὑπὲρ τοῦ ἰκτῖνος μῦθον. λέγεται γάρ τοι τὸν ἰκτῖνα φωνὴν ἔχοντα παραπλησίαν τοῖς ἄλλοις ὄρνισιν ἐπιθέσθαι τῷ χρεμετίζειν, ὥσπερ οἱ γενναῖοι τῶν ἵππων, εἶτα τοῦ <pb n="v.2.p.498"/> μὲν ἐπιλαθόμενον, τὸ δὲ οὐ δυνηθέντα ἑλεῖν ἱκανῶς ἀμφοῖν στέρεσθαι καὶ φαυλοτέραν τῶν <milestone n="366b" unit="page" resp="Spanheim"/>ἄλλων ὀρνίθων εἷναι τὴν φωνήν. ὃ δὴ καὶ αὐτὸς εὐλαβοῦμαι παθεῖν, ἀγροικίας τε ἅμα καὶ δεξιότητος ἁμαρτεῖν. ἤδη γάρ, ὡς καὶ ὑμεῖς αὐτοὶ συνορᾶτε, πλησίον ἐσμὲν ἐθελόντων θεῶν, <quote rend="align(blockquote)">Εὖτέ μοι λευκαὶ μελαίνοις ἀναμεμίξονται τρίχες,</quote> ὁ Τήιος ἔφη ποιητής.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg012.perseus-grc2" n="39"><p rend="align(indent)">Εἶεν. ἀλλὰ τῆς ἀχαριστίας, πρὸς θεῶν καὶ Διὸς ἀγοραίου καὶ πολιούχου, ὑπόσχετε λόγον. ἠδίκησθέ τι παρ’ ἐμοῦ κοινῇ πώποτε ἢ καὶ ἰδίᾳ, <milestone n="366c" unit="page" resp="Spanheim"/>καὶ δίκην ὑπὲρ τούτου λαβεῖν οὐ δυνάμενοι φανερῶς διὰ τῶν ἀναπαίστων ἡμᾶς, ὥσπερ οἱ κωμῳδοὶ τὸν Ἡρακλέα καὶ τὸν Διόνυσον ἕλκουσι καὶ περιφέρουσιν, οὕτω δὲ καὶ ὑμεῖς ἐν ταῖς ἀγοραῖς ἐπιτρίβετε λοιδοροῦντες; ἢ τοῦ μὲν ποιεῖν τι χαλεπὸν εἰς ὑμᾶς ἀπεσχόμην, τοῦ λέγειν δὲ ὑμᾶς κακῶς οὐκ ἀπεσχόμην, ἵνα με καὶ ὑμεῖς διὰ τῶν αὐτῶν ἰόντες ἀμύνησθε; τίς οὖν ὑμῖν ἐστιν αἰτία τοῦ πρὸς ἡμᾶς προσκρούσματος καὶ τῆς ἀπεχθείας; <milestone n="366d" unit="page" resp="Spanheim"/>ἐγὼ γὰρ εὖ οἶδα δεινὸν οὐδένα ὑμῶν οὐδὲν οὐδὲ ἀνήκεστον ἐργασάμενος οὔτε ἰδίᾳ τοὺς ἄνδρας οὔτε κοινῇ τὴν πόλιν, οὐδ’ εἰπὼν οὐδὲν φλαῦρον, ἀλλὰ καὶ ἐπαινέσας, ὡς ἔδοξέ μοι προσήκειν, καὶ μεταδοὺς χρηστοῦ τινος, ὅσον εἰκὸς ἦν τὸν ἐπιθυμοῦντα μετὰ τοῦ δυνατοῦ πολλοὺς εὖ ποιεῖν ἀνθρώπους. ἀδύνατον δ’ εὖ ἴστε καὶ τοῖς εἰσφέρουσι <pb n="v.2.p.500"/> <milestone n="367a" unit="page" resp="Spanheim"/>συγχωρεῖν ἅπαντα καὶ διδόναι πάντα τοῖς εἰωθόσι λαμβάνειν. ὅταν οὖν φανῶ μηδὲν ἐλαττώσας τῶν δημοσίων συντάξεων, ὅσας εἴωθεν ἡ βασιλικὴ νέμειν δαπάνη, ὑμῖν δ’ ἀνεὶς τῶν εἰσφορῶν οὐκ ὀλίγα, ἆρ’ οὐκ αἰνίγματι τὸ πρᾶγμα ἔοικεν;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg012.perseus-grc2" n="40"><p rend="align(indent)">Ἀλλ’ ὁπόσα μὲν κοινῇ πρὸς πάντας πεποίηται τοὺς ἀρχομένους ὑπ’ ἐμοῦ, πρέποι ἂν σιωπᾶν, ἵνα <milestone n="367b" unit="page" resp="Spanheim"/>μὴ δοκοίην ὥσπερ ἐξεπίτηδες αὐτοπρόσωπος ἐπαίνους ᾄδειν ἐμαυτοῦ, καὶ ταῦτα ἐπαγγειλάμενος πολλὰς καὶ ἀσελγεστάτας ὕβρεις καταχέαι· τὰ δὲ ἰδίᾳ μοι πρὸς ὑμᾶς πεποιημένα προπετῶς μὲν καὶ ἀνοήτως, ἥκιστα δὲ ὑφ’ ὑμῶν ἄξια ἀχαριστεῖσθαι, πρέποι ἂν οἶμαι προφέρειν ὥσπερ τινὰ ἐμὰ ὀνείδη τοσούτῳ τῶν ἔμπροσθεν χαλεπώτερα, τοῦ τε αὐχμοῦ τοῦ περὶ τὸ πρόσωπον καὶ τῆς ἀναφροδισίας, ὅσῳ καὶ ἀληθέστερα ὄντα τῇ ψυχῇ <milestone n="367c" unit="page" resp="Spanheim"/>μάλιστα προσήκει. καὶ δὴ πρότερον ἐπῄνουν ὑμᾶς ὡς ἐνεδέχετό μοι φιλοτίμως οὐκ ἀναμείνας τὴν πεῖραν οὐδ’ ὅπως ἕξομεν πρὸς ἀλλήλους ἐνθυμηθείς, ἀλλὰ νομίσας ὑμᾶς μὲν Ἑλλήνων παῖδας, ἐμαυτὸν δέ, εἰ καὶ γένος ἐστί μοι Θρᾴκιον, Ἕλληνα τοῖς ἐπιτηδεύμασιν ὑπελάμβανον, ὅτι μάλιστα ἀλλήλους ἀγαπήσομεν. ἓν μὲν δὴ τοῦτο ἔστω μοι τῆς προπετείας ὄνειδος. ἔπειτα πρεσβευσαμένοις ὑμῖν παρ’ ἐμὲ καὶ ἀφικομένοις ὑστέροις <milestone n="367d" unit="page" resp="Spanheim"/>οὐ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ Ἀλεξανδρέων <pb n="v.2.p.502"/> τῶν ἐπ’ Αἰγύπτῳ, πολὺ μὲν ἀνῆκα χρυσίον, πολὺ δ’ ἀργύριον, φόρους δὲ παμπληθεῖς ἰδίᾳ παρὰ τὰς ἄλλας πόλεις, ἔπειτα τοῦ βουλευτηρίου τὸν κατάλογον διακοσίοις βουλευταῖς ἀνεπλήρωσα φεισάμενος οὐδενός. ἐσκόπουν γὰρ ὅπως ἡ πόλις ὑμῶν ἔσται μείζων καὶ δυνατωτέρα.</p><p rend="align(indent)">Δέδωκα οὖν ὑμῖν καὶ ἀπὸ τῶν ἐπιτροπευσάντων <milestone n="368a" unit="page" resp="Spanheim"/>τοὺς θησαυροὺς τοὺς ἐμοὺς καὶ ἀπὸ τῶν ἐργασαμένων τὸ νόμισμα τοὺς πλουσιωτάτους ἑλομένοις ἔχειν· ὑμεῖς δ’ ἐκείνων μεν οὐ τοὺς δυναμένους εἵλεσθε, λαβόμενοι δὲ τῆς ἀφορμῆς εἰργάσασθε παραπλήσια πόλει μὲν οὐδαμῶς εὐνομουμένῃ, πρέποντα δ’ ὑμῶν ἄλλως τῷ τρόπῳ. βούλεσθε ἑνὸς ὑμᾶς ὑπομνήσω; βουλευτὴν ὀνομάσαντες, πρὶν προσγραφῆναι τῷ καταλόγῳ, μετεώρου τῆς δίκης οὔσης, ὑπεβάλετε λειτουργίᾳ τὸν ἄνθρωπον. <milestone n="368b" unit="page" resp="Spanheim"/>ἄλλον ἀπ’ ἀγορᾶς εἱλκύσατε πένητα καὶ ἐκ τῶν ἁπανταχοῦ μὲν ἀπολελειμμένων, παρ’ ὑμῖν δὲ διὰ περιττὴν φρόνησιν ἀμειβομένων πρὸς χρυσίον συρφετῶν εὐποροῦντα μετρίας οὐσίας εἵλεσθε κοινωνόν. πολλὰ τοιαῦτα περὶ τὰς ὀνομασίας κακουργούντων ὑμῶν, ἐπειδὴ μὴ πρὸς ἅπαντα συνεχωρήσαμεν, ὧν τε εὖ εἰργασάμεθα τὴν χάριν ἀπεστερήθημεν, καὶ ὧν ἀπεσχόμεθα ξὺν δίκῃ παρ’ ὑμῶν δυσχεραινόμεθα.</p></div></div></body></text></TEI>