Λέγεταί τοι μικρῷ πρόσθεν ὡς ἐνθένδε ἐκεῖσέ τις Καππαδόκης φυγάς, ἐν τῇ παρ’ ὑμῖν τραφεὶς πόλει παρὰ τῷ χρυσοχόῳ· γνωρίζετε δήπουθεν ὃν λέγω· μαθὼν ὅπου καὶ ἔμαθεν, ὡς οὐ δέον ὁμιλεῖν γυναιξί, μειρακίοις δ’ ἐπιχειρεῖν, οὐκ οἶδα ὁπόσα ἐνθάδε δράσας καὶ παθών, ἐπειδὴ παρὰ τὸν ἐκεῖσε βασιλέα πρῴην ἀφίκετο, μνήμῃ τῶν τῇδε πολλοὺς μὲν ὀρχηστὰς αὐτοῖς ἐπαγαγεῖν, ἄλλα δὲ τὰ ἐντεῦθεν ἀγαθὰ τοιαῦτα, καὶ δὴ καὶ τέλος ὡς ἐνεδέησεν ἔτι κοτυλιστοῦ· τοῦτο δ’ ὑμεῖς ἴστε πρὸς τῷ ἔργῳ τὸ ὄνομα· καὶ τοῦτον ἐνθένδε ἐκάλει πόθῳ καὶ ἔρωτι τῆς σεμνῆς παρ’ ὑμῖν διαίτης. οἱ Κελτοὶ δὲ τὸν μὲν κοτυλιστὴν ἠγνόησαν, ἐδέξατο γὰρ αὐτὸν αὐτίκα τὰ βασίλεια, τοὺς ὀρχηστὰς δὲ ἐπιτραπέντας ἐπιδείκνυσθαι ἐν τῷ θεάτρῳ τὴν τέχνην εἴασαν οἰόμενοι τοῖς νυμφολήπτοις αὐτοὺς ἐοικέναι. καὶ ἦν αὐτοῖς ἐκεῖ παραπλησίως ἐμοὶ καταγελαστότατον τὸ θέατρον· ἀλλ’ οἱ μὲν ὀλίγοι πολλῶν κατεγέλων, ἐγὼ δὲ ξὺν ὀλίγοις ἐνθάδε γελοῖος ὑμῖν ἅπασι τὰ πάντα φαίνομαι. Καὶ οὐκ ἀγανακτῶ τῷ πράγματι. καὶ γὰρ ἂν εἴην ἄδικος εἰ μὴ καὶ τοῖς παροῦσι στέργοιμι, διαφερόντως ἀσπασάμενος ἐκεῖνα. Κελτοὶ μὲν γὰρ οὕτω με δι’ ὁμοιότητα τρόπων ἠγάπησαν, ὥστε ἐτόλμησαν οὐχ ὅπλα μόνον ὑπὲρ ἐμοῦ λαβεῖν, ἀλλὰ καὶ χρήματα ἔδωκαν πολλά, καὶ παραιτούμενον ὀλίγου καὶ ἐβιάσαντο λαβεῖν, καὶ πρὸς πάντα ἑτοίμως ὑπήκουσαν. ὃ δὲ δὴ μέγιστον, ἐκεῖθεν εἰς ὑμᾶς ἐφέρετο πολὺ τὸ ἐμὸν ὄνομα, καὶ ἐβόων πάντες ἀνδρεῖον, συνετόν, δίκαιον, οὐ πολέμῳ μόνον ὁμιλῆσαι δεινόν, ἀλλὰ καὶ εἰρήνῃ χρήσασθαι δεξιόν, εὐπρόσιτον, πρᾷον· ὑμεῖς δὲ αὐτοῖς ἀντιδεδώκατε νῦν ἐνθένδε πρῶτον μέν, ὅτι παρ’ ἐμὲ τὰ τοῦ κόσμου πράγματα ἀνατέτραπται· σύνοιδα δὲ οὐδὲν ἀνατρέπων ἐμαυτῷ οὔτε ἑκὼν οὔτε ἄκων· εἶτα, ὡς ἐκ τοῦ πώγωνός μου χρὴ πλέκειν σχοινία, καὶ ὅτι πολεμῶ τῷ Χῖ, πόθος δὲ ὑμᾶς εἴσεισι τοῦ Κάππα. καὶ ὑμῖν γε αὐτὸ οἱ πολιοῦχοι τῆσδε τῆς πόλεως θεοὶ διπλοῦν δοῖεν, ὅτι πρὸς τούτῳ καὶ τὰς ἀστυγείτονας ἐσυκοφαντήσατε πόλεις ἱερὰς καὶ ὁμοδούλους ἐμοί, ὡς δὴ παρ’ αὐτῶν εἴη τὰ εἰς ἐμὲ ξυντεθέντα, ὃν εὖ οἶδ’ ὅτι φιλοῦσιν ἐκεῖναι μᾶλλον ἢ τοὺς ἑαυτῶν υἱέας, οἳ τὰ μὲν τῶν θεῶν ἀνέστησαν αὐτίκα τεμένη, τοὺς τάφους δὲ τῶν ἀθέων ἀνέτρεψαν πάντας. ἀπὸ τοῦ συνθήματος, ὃ δὴ δέδοται παρ’ ἐμοῦ πρῴην, οὕτως ἐπαρθέντες τὸν νοῦν καὶ μετέωροι γενόμενοι τὴν διάνοιαν, ὡς καὶ πλέον ἐπεξελθεῖν τοῖς εἰς τοὺς θεοὺς πλημμελοῦσιν ἢ βουλομένῳ μοι ἦν. Τὰ δ’ ὑμέτερα· πολλοὶ μὲν ἐγειρομένους ἄρτι τοὺς βωμοὺς ἀνέτρεψαν, οὓς ἡ πρᾳότης ἡμῶν ἐδίδαξε μόλις ἡσυχάζειν. ἐπεὶ δὲ ἀπεπεμψάμεθα τὸν νεκρὸν τῆς Δάφνης, οἱ μὲν ἀφοσιούμενοι τὰ πρὸς τοὺς θεοὺς ἐξ ὑμῶν ἀντέδωκαν τοῖς ὑπὲρ τῶν λειψάνων ἠγανακτηκόσι τοῦ νεκροῦ τὸ τέμενος τοῦ Δαφναίου θεοῦ, οἱ δὲ εἴτε λαθόντες εἴτε μὴ τὸ πῦρ ἐνεῖσαν ἐκεῖνο, τοῖς μὲν ἐπιδημοῦσι τῶν ξένων φρικῶδες, ὑμῶν δὲ τῷ δήμῳ μὲν ἡδονὴν παρασχόν, ὑπὸ δὲ τῆς βουλῆς ἀμεληθὲν καὶ εἰσέτι ἀμελούμενον. ἐμοὶ μὲν οὖν ἐδόκει καὶ πρὸ τοῦ πυρὸς ἀπολελοιπέναι τὸν νεὼν ὁ θεός, ἐπεσήμηνε γὰρ εἰσελθόντι μοι πρῶτον τὸ ἄγαλμα, καὶ τούτου μάρτυρα καλῶ τὸν μέγαν Ἥλιον πρὸς τοὺς ἀπιστοῦντας, ὑμᾶς δὲ ὑπομνῆσαι βούλομαι καὶ ἄλλης ἀπεχθείας ἐμῆς, ἔπειτα, ὅπερ εἴωθα ποιεῖν ἐπιεικῶς, ὀνειδίσαι ἐμαυτῷ καὶ ὑπὲρ ταύτης καὶ κατηγορῆσαι καὶ μέμψασθαι. Δεκάτῳ γάρ που μηνὶ τῷ παρ’ ὑμῖν ἀριθμουμένῳ· Λῶον οἶμαι τοῦτον ὑμεῖς προσαγορεύετε· τοῦ θεοῦ τούτου πάτριός ἐστιν ἑορτή, καὶ ἔδει σπουδῇ πρὸς τὴν Δάφνην ἀπαντᾶν. ἐγὼ μὲν οὖν ἀπὸ τοῦ Κασίου Διὸς ἐπὶ τοῦτο ἔδραμον, οἰόμενος ἐνταῦθα μάλιστα τοῦ πλούτου καὶ τῆς φιλοτιμίας ὑμῶν ἀπολαύσειν. εἶτα ἀνέπλαττον παρ’ ἐμαυτῷ πομπήν, ὥσπερ ὀνείρατα ὁρῶν, ἱερεῖα καὶ σπονδὰς καὶ χοροὺς τῷ θεῷ καὶ θυμιάματα καὶ τοὺς ἐφήβους ἐκεῖ περὶ τὸ τέμενος θεοπρεπέστατα μὲν τὰς ψυχὰς κατεσκευασμένους, λευκῇ δ’ ἐσθῆτι καὶ μεγαλοπρεπεῖ κεκοσμημένους. ὡς δὲ εἴσω παρῆλθον τοῦ τεμένους, οὔτε θυμιάματα κατέλαβον οὔτε πόπανον οὔτε ἱερεῖον. αὐτίκα μὲν οὖν ἐθαύμασα καὶ ᾤμην ἔξω τοῦ τεμένους εἶναι, περιμένειν δ’ ὑμᾶς, ἐμὲ δὴ τιμῶντας ὡς ἀρχιερέα, τὸ σύνθημα παρ’ ἐμοῦ. ἐπεὶ δὲ ἠρόμην, τί μέλλει θύειν ἡ πόλις ἐνιαύσιον ἑορτὴν ἄγουσα τῷ θεῷ, ὁ ἱερεὺς εἶπεν· ἐγὼ μὲν ἥκω φέρων οἴκοθεν τῷ θεῷ χῆνα ἱερεῖον, ἡ πόλις δὲ τὰ νῦν οὐδὲν ηὐτρέπισται. Ἐνταῦθα ὁ φιλαπεχθήμων ἐγὼ πρὸς τὴν βουλὴν ἀνεπιεικεῖς πάνυ διελέχθην λόγους, ὧν ἴσως οὐκ ἄτοπον καὶ νῦν μνημονεῦσαι. Δεινόν, ἔφην ἐγώ, τὴν τοσαύτην πόλιν οὕτω τῶν θεῶν ὀλιγώρως ἔχειν, ὡς οὐδεμία παροικοῦσα ταῖς ἐσχατιαῖς τοῦ Πόντου κώμη· μυρίους κλήρους γῆς ἰδίας κεκτημένη, τῷ πατρίῳ θεῷ νῦν πρῶτον ἐπιστάσῃς ἑορτῆς ἐνιαυσίου, ἐπειδὴ διεσκέδασαν οἱ θεοὶ τῆς ἀθεότητος τὴν νεφέλην, μίαν ὄρνιν ὑπὲρ αὑτῆς οὐ προσάγει, ἣν ἐχρῆν μάλιστα μὲν καὶ κατὰ φυλὰς βουθυτεῖν, εἰ δὲ μὴ ῥᾴδιον, ἕνα γε κοινῇ πᾶσαν ὑπὲρ αὑτῆς προσφέρειν τῷ θεῷ ταῦρον. ὑμῶν δ’ ἕκαστος ἰδίᾳ μὲν εἰς τὰ δεῖπνα καὶ τὰς ἑορτὰς χαίρει δαπανώμενος, καὶ εὖ οἶδα πολλοὺς ὑμῶν πλεῖστα εἰς τὰ δεῖπνα τοῦ Μαϊουμᾶ χρήματα ἀπολέσαντας, ὑπὲρ δ’ ὑμῶν αὐτῶν καὶ τῆς σωτηρίας τῆς πόλεως οὐδεὶς θύει οὔτε ἰδίᾳ τῶν πολιτῶν οὔτε ἡ πόλις κοινῇ, μόνος δ’ ὁ ἱερεύς, ὃν οἶμαι δικαιότερον ἦν ἀπὸ τοῦ πλήθους τῶν προσφερομένων τῷ θεῷ παρ’ ὑμῶν οἴκαδε ἀπιέναι μερίδας ἔχοντα. τοῖς μὲν γὰρ ἱερεῦσιν οἱ θεοὶ καλοκἀγαθίᾳ τιμᾶν αὑτοὺς καὶ ἀρετῆς ἐπιτηδεύσει προσέταξαν καὶ λειτουργεῖν σφίσι τὰ εἰκότα· πρέπει δ’ οἶμαι τῇ πόλει θύειν ἰδίᾳ καὶ δημοσίᾳ· νυνὶ δὲ ὑμῶν ἕκαστος ἐπιτρέπει μὲν τῇ γυναικὶ πάντα ἐκφέρειν ἔνδοθεν εἰς τοὺς Γαλιλαίους, καὶ τρέφουσαι ἀπὸ τῶν ὑμετέρων ἐκεῖναι τοὺς πένητας πολὺ τῆς ἀθεότητος ἐργάζονται θαῦμα πρὸς τοὺς τῶν τοιούτων δεομένους· ἔστι δὲ τοιοῦτον οἶμαι τὸ πλεῖστον τῶν ἀνθρώπων γένος· ὑμεῖς δ’ αὐτοὶ πρῶτον μὲν τῶν εἰς τοὺς θεοὺς τιμῶν ἀμελῶς ἔχοντες πράττειν οὐδὲν ἄτοπον ὑπολαμβάνετε· πρόσεισι δ’ οὐδεὶς τῶν δεομένων τοῖς ἱεροῖς· οὐ γὰρ ἔστιν οἶμαι πόθεν διατραφῇ. καὶ γενέθλια μέν τις ἑστιῶν ἱκανῶς παρασκευάζει δεῖπνον καὶ ἄριστον, ἐπὶ πολυτελῆ τράπεζαν τοὺς φίλους παραλαμβάνων· ἐνιαυσίου δ’ ἑορτῆς οὔσης οὐδεὶς ἐκόμισεν ἔλαιον εἰς λύχνον τῷ θεῷ οὐδὲ σπονδὴν οὐδ’ ἱερεῖον οὐδὲ λιβανωτόν. ἐγὼ μὲν οὖν οὐκ οἶδα, ὅπως ἄν τις ταῦτα ἀνὴρ ἀγαθὸς ὁρῶν παρ’ ὑμῖν ἀποδέξαιτο, νομίζω δ’ ἔγωγε μηδὲ τοῖς θεοῖς ἀρέσκειν.