Ἀλλ’ ὁ Ῥωμαῖος Κάτων, ὅπως μὲν ἔχων πώγωνος οὐκ οἶδα, παρ’ ὁντινοῦν δὲ τῶν ἐπὶ σωφροσύνῃ καὶ μεγαλοψυχίᾳ καὶ τὸ μέγιστον ἀνδρείᾳ μέγα φρονούντων ἄξιος ἐπαινεῖσθαι, προσιὼν τῇδε τῇ πολυανθρώπῳ καὶ τρυφερᾷ καὶ πλουσίᾳ πόλει τοὺς ἐφήβους ἰδὼν ἐν τῷ προαστείῳ μετὰ τῶν ἀρχόντων ἐσταλμένους ὡς ἐπί τινα δορυφορίαν ἐνόμισεν αὑτοῦ χάριν ὑμῶν τοὺς προγόνους τὴν παρασκευὴν πᾶσαν πεποιῆσθαι· καὶ θᾶσσον ἀποβὰς τοῦ ἵππου προῆγεν ἅμα καὶ πρὸς τοὺς προλαβόντας τῶν φίλων δυσχεραίνων ὡς μηνυτὰς γενομένους αὐτοῖς, ὅτι Κάτων προσάγει, καὶ ἀναπείσαντας ἐκδραμεῖν. ὄντος δ’ ἐν τοιούτοις αὐτοῦ καὶ διαποροῦντος ἠρέμα καὶ ἐρυθριῶντος, ὁ γυμνασίαρχος προσδραμών, Ὦ ξένε, ἔφη, ποῦ Δημήτριος; ἦν δ’ οὗτος ἀπελεύθερος Πομπηίου, κεκτημένος οὐσίαν πολλὴν πάνυ· μέτρον δ’ αὐτῆς εἰ ποθεῖτε μαθεῖν· οἶμαι γὰρ ὑμᾶς ἐκ πάντων τῶν λεγομένων πρὸς ταύτην μάλιστα ὡρμῆσθαι τὴν ἀκοήν· ἐγὼ τὸν εἰπόντα φράσω. Δαμοφίλῳ τῷ Βιθυνῷ πεποίηται συγγράμματα τοιαῦτα, ἐν οἷς δρεπόμενος ἐκ βίβλων πολλῶν εἰργάσατο λόγους ἡδίστους νέῳ φιληκόῳ καὶ πρεσβυτέρῳ· φιλεῖ γὰρ τὸ γῆρας ἐπανάγειν αὖθις εἰς τὴν τῶν νέων φιληκοΐαν τοὺς ἀφηλικεστέρους· ὅθεν οἶμαι συμβαίνει νέους καὶ πρεσβύτας ἐξ ἴσης εἶναι φιλομύθους· εἶεν. ὁ δὲ δὴ Κάτων ὅπως ἀπήντησε τῷ γυμνασιάρχῳ βούλεσθε φράσω; μή με λοιδορεῖν ὑπολάβητε τὴν πόλιν· οὐκ ἔστιν ὁ λόγος ἐμός. εἴ τις ἀφῖκται περιφερομένη καὶ εἰς ὑμᾶς ἀκοὴ Χαιρωνέως ἀνδρὸς ἐκ τοῦ φαύλου γένους, ὃ δὴ λέγεται παρὰ τῶν ἀλαζόνων φιλόσοφον· οὗ δὴ καὶ αὐτὸς οὐκ ἐφικόμην μέν, ηὐξάμην δὲ ὑπὸ ἀμαθίας κοινωνῆσαι καὶ μετασχεῖν. ταῦτα οὖν ἐκεῖνος ἔφρασεν, ὡς ὁ Κάτων ἀπεκρίνατο μὲν οὐδέν, βοήσας δὲ μόνον οἷά τις ἔμπληκτος καὶ ἀνόητος ἄνθρωπος, Ὢ τῆς κακοδαίμονος πόλεως, ἀπιὼν ᾤχετο. Μὴ δὴ θαυμάσητε, τοῦτο εἰ καὶ ἐγὼ νυνὶ πάσχω πρὸς ὑμᾶς, ἀνὴρ ἀγριώτερος ἐκείνου καὶ θρασύτερος τοσούτῳ καὶ αὐθαδέστερος, ὅσον οἱ Κελτοὶ Ῥωμαίων. ὁ μὲν γὰρ ἐκεῖσε τεχθεὶς ἐγγὺς ἦλθε γήρως ἅμα τοῖς πολίταις τρεφόμενος· ἐμοὶ δὲ Κελτοὶ καὶ Γερμανοὶ καὶ δρυμὸς Ἑρκύνιος ἔμελεν ἄρτι πρῶτον εἰς ἄνδρας τελοῦντι, καὶ διέτριψα πολὺν ἤδη χρόνον, ὥσπερ τις κυνηγέτης ἀγρίοις ὁμιλῶν καὶ συμπλεκόμενος θηρίοις, ἤθεσιν ἐντυγχάνων οὔτε θωπεύειν οὔτε κολακεύειν εἰδόσιν, ἁπλῶς δὲ καὶ ἐλευθέρως ἐκ τοῦ ἴσου πᾶσι προσφέρεσθαι. γέγονεν οὖν μοι μετὰ τὴν ἐκ παίδων τροφὴν ἥ τε ἐν μειρακίοις ὁδὸς διὰ τῶν Πλάτωνος καὶ Ἀριστοτέλους λόγων οὐδαμῶς ἐπιτηδείων δήμοις ἐντυγχάνειν οἰομένοις ὑπὸ τρυφῆς εὐδαιμονεστάτοις εἶναι, ἥ τε ἐν ἀνδράσιν αὐτουργία παρὰ τοῖς μαχιμωτάτοις καὶ θυμικωτάτοις τῶν ἐθνῶν, ὅπου τὴν γαμηλίαν Ἀφροδίτην καὶ τὸν μεθυδότην Διόνυσον γάμου τε ἕνεκα καὶ παιδοποιίας οἴνου τε ὁπόσης ἑκάστῳ δυνατὸν πόσεως ἴσασι μόνον. ἀσέλγεια δ’ οὐκ ἔστιν ἐν τοῖς θεάτροις οὐδὲ ὕβρις, οὐδὲ ἕλκει τις εἴσω τῆς σκηνῆς τὸν κόρδακα. Λέγεταί τοι μικρῷ πρόσθεν ὡς ἐνθένδε ἐκεῖσέ τις Καππαδόκης φυγάς, ἐν τῇ παρ’ ὑμῖν τραφεὶς πόλει παρὰ τῷ χρυσοχόῳ· γνωρίζετε δήπουθεν ὃν λέγω· μαθὼν ὅπου καὶ ἔμαθεν, ὡς οὐ δέον ὁμιλεῖν γυναιξί, μειρακίοις δ’ ἐπιχειρεῖν, οὐκ οἶδα ὁπόσα ἐνθάδε δράσας καὶ παθών, ἐπειδὴ παρὰ τὸν ἐκεῖσε βασιλέα πρῴην ἀφίκετο, μνήμῃ τῶν τῇδε πολλοὺς μὲν ὀρχηστὰς αὐτοῖς ἐπαγαγεῖν, ἄλλα δὲ τὰ ἐντεῦθεν ἀγαθὰ τοιαῦτα, καὶ δὴ καὶ τέλος ὡς ἐνεδέησεν ἔτι κοτυλιστοῦ· τοῦτο δ’ ὑμεῖς ἴστε πρὸς τῷ ἔργῳ τὸ ὄνομα· καὶ τοῦτον ἐνθένδε ἐκάλει πόθῳ καὶ ἔρωτι τῆς σεμνῆς παρ’ ὑμῖν διαίτης. οἱ Κελτοὶ δὲ τὸν μὲν κοτυλιστὴν ἠγνόησαν, ἐδέξατο γὰρ αὐτὸν αὐτίκα τὰ βασίλεια, τοὺς ὀρχηστὰς δὲ ἐπιτραπέντας ἐπιδείκνυσθαι ἐν τῷ θεάτρῳ τὴν τέχνην εἴασαν οἰόμενοι τοῖς νυμφολήπτοις αὐτοὺς ἐοικέναι. καὶ ἦν αὐτοῖς ἐκεῖ παραπλησίως ἐμοὶ καταγελαστότατον τὸ θέατρον· ἀλλ’ οἱ μὲν ὀλίγοι πολλῶν κατεγέλων, ἐγὼ δὲ ξὺν ὀλίγοις ἐνθάδε γελοῖος ὑμῖν ἅπασι τὰ πάντα φαίνομαι. Καὶ οὐκ ἀγανακτῶ τῷ πράγματι. καὶ γὰρ ἂν εἴην ἄδικος εἰ μὴ καὶ τοῖς παροῦσι στέργοιμι, διαφερόντως ἀσπασάμενος ἐκεῖνα. Κελτοὶ μὲν γὰρ οὕτω με δι’ ὁμοιότητα τρόπων ἠγάπησαν, ὥστε ἐτόλμησαν οὐχ ὅπλα μόνον ὑπὲρ ἐμοῦ λαβεῖν, ἀλλὰ καὶ χρήματα ἔδωκαν πολλά, καὶ παραιτούμενον ὀλίγου καὶ ἐβιάσαντο λαβεῖν, καὶ πρὸς πάντα ἑτοίμως ὑπήκουσαν. ὃ δὲ δὴ μέγιστον, ἐκεῖθεν εἰς ὑμᾶς ἐφέρετο πολὺ τὸ ἐμὸν ὄνομα, καὶ ἐβόων πάντες ἀνδρεῖον, συνετόν, δίκαιον, οὐ πολέμῳ μόνον ὁμιλῆσαι δεινόν, ἀλλὰ καὶ εἰρήνῃ χρήσασθαι δεξιόν, εὐπρόσιτον, πρᾷον· ὑμεῖς δὲ αὐτοῖς ἀντιδεδώκατε νῦν ἐνθένδε πρῶτον μέν, ὅτι παρ’ ἐμὲ τὰ τοῦ κόσμου πράγματα ἀνατέτραπται· σύνοιδα δὲ οὐδὲν ἀνατρέπων ἐμαυτῷ οὔτε ἑκὼν οὔτε ἄκων· εἶτα, ὡς ἐκ τοῦ πώγωνός μου χρὴ πλέκειν σχοινία, καὶ ὅτι πολεμῶ τῷ Χῖ, πόθος δὲ ὑμᾶς εἴσεισι τοῦ Κάππα.