<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2003.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg012.perseus-grc2" n="21"><p>σύγγνωτε οὖν ἐμοί· δίδωμι γὰρ ὃν ἀντ’ ἐμοῦ δικαιότερον μισήσετε τὸν φιλαπεχθήμονα παιδαγωγόν, ὅς με καὶ τότε ἐλύπει μίαν ὁδὸν ἰέναι διδάσκων καὶ νῦν αἴτιός ἐστί μοι <milestone n="351c" unit="page" resp="Spanheim"/>τῆς πρὸς ὑμᾶς ἀπεχθείας, ἐνεργασάμενος τῇ ψυχῇ καὶ ὥσπερ ἐντυπώσας ὅπερ ἐγὼ μὲν οὐκ ἐβουλόμην τότε, ὁ δὲ ὡς δή τι χαρίεν ποιῶν μάλα προθύμως ἐνετίθει, καλῶν οἶμαι σεμνότητα τὴν ἀγροικίαν καὶ σωφροσύνην τὴν ἀναισθησίαν, ἀνδρείαν δὲ τὸ μὴ εἴκειν ταῖς ἐπιθυμίαις μηδ’ εὐδαίμονα ταύτῃ γίνεσθαι. ἔφη δέ μοι πολλάκις, εὖ ἴστε, ναὶ μὰ Δία καὶ μούσας, ὁ παιδαγωγὸς ἔτι παιδαρίῳ κομιδῇ, Μή σε παραπειθέτω τὸ πλῆθος <milestone n="351d" unit="page" resp="Spanheim"/>τῶν ἡλικιωτῶν ἐπὶ τὰ θέατρα φερόμενον ὀρεχθῆναί ποτε ταυτησὶ τῆς θέας. ἱπποδρομίας ἐπιθυμεῖς; ἔστι παρ’ Ὁμήρῳ δεξιώτατα πεποιημένη· λαβὼν ἐπέξιθι τὸ βιβλίον. τοὺς παντομίμους ἀκούεις ὀρχηστάς; ἔα χαίρειν αὐτούς· ἀνδρικώτερον παρὰ τοῖς Φαίαξιν ὀρχεῖται τὰ μειράκια· σὺ δ’ ἔχεις κιθαρῳδὸν τὸν Φήμιον καὶ ᾠδὸν τὸν Δημόδοκον. <pb n="v.2.p.460"/> ἔστι καὶ φυτὰ παρ’ αὐτῷ πολλὰ τερπνότερα ἀκοῦσαι τῶν ὁρωμένων· <quote rend="align(blockquote)">Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμὸν <lb/><milestone n="352a" unit="page" resp="Spanheim"/>Φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα. </quote> καὶ ἡ δενδρήεσσα τῆς Καλυψοῦς νῆσος καὶ τὰ τῆς Κίρκης σπήλαια καὶ ὁ Ἀλκίνου κῆπος· εὖ ἴσθι, τούτων οὐδὲν ὄψει τερπνότερον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg012.perseus-grc2" n="22"><p rend="align(indent)">Ἆρα ποθεῖτε καὶ τοὔνομα ὑμῖν φράσω τοῦ παιδαγωγοῦ, καὶ ὅστις ὢν γένος ταῦτα ἔλεγε; βάρβαρος νὴ θεοὺς καὶ θεάς, Σκύθης μὲν τὸ γένος, ὁμώνυμος δὲ τοῦ τὸν Ξέρξην ἀναπείσαντος ἐπὶ τὴν Ἑλλάδα στρατεῦσαι, καὶ τὸ πολυθρύλητον <milestone n="352b" unit="page" resp="Spanheim"/>τοῦτο δὴ πρὸ μηνῶν μὲν εἴκοσι προσκυνούμενον ὄνομα, νυνὶ δὲ προφερόμενον ἀντ’ ἀδικήματος καὶ ὀνείδους, εὐνοῦχος ἦν, ὑπὸ τὠμῷ τεθραμμένος πάππῳ, τὴν μητέρα τὴν ἐμὴν ὅπως ἀγάγοι διὰ τῶν Ὁμήρου καὶ Ἡσιόδου ποιημάτων. ἐπεὶ δ’ ἐκείνη πρῶτον ἐμὲ καὶ μόνον τεκοῦσα μησὶν ὕστερον ὀλίγοις ἐτελεύτησεν ὑπὸ τῆς ἀμήτορος <milestone n="352c" unit="page" resp="Spanheim"/>παρθένου πολλῶν συμφορῶν ἐκκλαπεῖσα κόρη καὶ νέα, μετ’ ἐνιαυτὸν ἕβδομον αὐτῷ παρεδόθην. οὗτος ἐξ ἐκείνου ταῦτα ἀνέπεισεν ἄγων ἐς διδασκάλου μίαν ὁδόν· ἄλλην δ’ οὔτ’ αὐτὸς εἰδέναι <pb n="v.2.p.462"/> θέλων οὔτ’ ἐμοὶ βαδίζειν ξυγχωρῶν ἐποίησεν ἀπεχθάνεσθαί με πᾶσιν ὑμῖν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg012.perseus-grc2" n="23"><p>ἀλλ’, εἰ δοκεῖ, σπεισώμεθα πρὸς αὐτὸν ἐγώ τε καὶ ὑμεῖς τὴν ἀπέχθειαν λύσαντες. οὔτε γὰρ ἠπίστατο πρὸς ὑμᾶς ἀφιξόμενον οὔτ’, εἰ τὰ μάλιστα φοιτᾶν <milestone n="352d" unit="page" resp="Spanheim"/>μέλλοιμι, ὅτι καὶ ἄρχων προσεδόκα, καὶ τοσαύτην ἀρχήν, ὅσην ἔδωκαν οἱ θεοί, πολλὰ ὁμοῦ βιασάμενοι, πείσθητέ μοι, καὶ τὸν διδόντα καὶ τὸν δεχόμενον. ἐῴκει γὰρ ἡμῶν οὐδέτερος ἐθέλειν οὔτε ὁ διδοὺς τὴν τιμὴν ἢ χάριν ἢ ὅ, τι φίλον ὑμῖν αὐτὸ ὀνομάζειν δοῦναι, καὶ ὁ λαμβάνων, ὡς ἴσασιν οἱ θεοὶ πάντες, ἀληθῶς ἠρνεῖτο. καὶ δὴ τοῦτο μὲν ὅπῃ τοῖς θεοῖς φίλον ἔχει τε καὶ ἕξει. τυχὸν δὲ ὁ <milestone n="353a" unit="page" resp="Spanheim"/>παιδαγωγὸς εἰ προύγνω τοῦτο, πολλὴν ἂν ἐποιήσατο προμήθειαν, ὅπως ὅ, τι μάλιστα ὑμῖν φανείην κεχαρισμένος.</p><p rend="align(indent)">Εἶτα οὐκ ἔξεστιν ἀποθέσθαι νῦν καὶ μεταμαθεῖν εἴ τι πρότερον ἡμῖν ἄγροικον ἦθος ἐνετράφη; Ἔθος, φασί, δευτέρη φύσις· φύσει μάχεσθαι δ’ ἔργον, ἐτῶν τριάκοντα μελέτην ἀφεῖναι παγχάλεπον ἄλλως τε καὶ μετὰ τοσαύτης ἐγγενομένην τῆς χαλεπότητος· ἐμοὶ δὲ ἤδη πλείω τούτων ἐστίν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg012.perseus-grc2" n="24"><p><milestone n="353b" unit="page" resp="Spanheim"/>Εἶεν· ἀλλὰ τί παθὼν αὐτὸς ἐπιχειρεῖς ἀκροᾶσθαι περὶ τῶν συμβολαίων καὶ δικάζειν; οὐ γὰρ δὴ καὶ τοῦτό σε ὁ παιδαγωγὸς ἐδίδασκεν, ὃς οὐδ’ εἰ ἄρξεις ἠπίστατο. Δεινὸς δὲ ἀνέπεισε γέρων, ὃν καὶ ὑμεῖς <pb n="v.2.p.464"/> ὡς ὄντα μάλιστα αἰτιώτατον τῶν ἐμῶν ἐπιτηδευμάτων ὀρθῶς ποιοῦντες ξυλλοιδορεῖτέ μοι, καὶ τοῦτον δ̓, εὖ ἴστε, ὑπ’ ἄλλων ἐξηπατημένον. ὀνόματα ἥκει πρὸς ὑμᾶς πολλάκις κωμῳδούμενα, Πλάτων καὶ Σωκράτης καὶ Ἀριστοτέλης καὶ <milestone n="353c" unit="page" resp="Spanheim"/>Θεόφραστος. ἐκείνοις ὁ γέρων οὗτος πεισθεὶς ὑπ’ ἀφροσύνης, ἔπειτα ἐμὲ νέον εὑρών, ἐραστὴν λόγων, ἀνέπεισεν, ὡς, εἰ τὰ πάντα ἐκείνων ζηλωτὴς γενοίμην, ἀμείνων ἔσομαι τῶν μὲν ἄλλων ἀνθρώπων ἴσως οὐδενός· οὐ γὰρ εἶναί μοι πρὸς αὐτοὺς τὴν ἅμιλλαν· ἐμαυτοῦ δὲ πάντως. ἐγὼ δέ· οὐ γὰρ εἶχον ὅ, τι ποιῶ· πεισθεὶς οὐκέτι δύναμαι μεταθέσθαι, <milestone n="353d" unit="page" resp="Spanheim"/>καὶ ταῦτα ἐθέλων πολλάκις, ἀλλ’ ὀνειδίζω μὲν ἐμαυτῷ, διότι μὴ ποιῶ πᾶσιν ἄδειαν ἁπάντων ἀδικημάτων· ὕπεισι δέ με ἐκ τῶν Πλάτωνος ὅσα ὁ Ἀθηναῖος διεξῆλθε ξένος,</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg012.perseus-grc2" n="25"><p><q>Τίμιος μὲν δὴ καὶ ὁ μηδὲν ἀδικῶν, ὁ δὲ μηδ’ ἐπιτρέπων τοῖς ἀδικοῦσιν ἀδικεῖν πλέον ἢ διπλασίας τιμῆς ἄξιος ἐκείνου· ὁ μὲν γὰρ ἑνός, ὁ δὲ πολλῶν ἀντάξιος ἑτέρων, μηνύων τὴν τῶν ἄλλων τοῖς ἄρχουσιν ἀδικίαν. ὁ <milestone n="354a" unit="page" resp="Spanheim"/>δὲ καὶ συγκολάζων εἰς δύναμιν τοῖς ἄρχουσιν, ὁ μέγας ἀνὴρ ἐν πόλει καὶ τέλειος, οὗτος ἀναγορευέσθω νικηφόρος ἀρετῆς. τὸν αὐτὸν δὴ τοῦτον ἔπαινον καὶ περὶ σωφροσύνης χρὴ λέγειν καὶ περὶ φρονήσεως καὶ ὅσα ἄλλα ἀγαθά τις κέκτηται, <pb n="v.2.p.466"/> δυνατὰ μὴ μόνον αὐτὸν ἔχειν, ἀλλὰ καὶ ἄλλοις μεταδιδόναι.</q></p><p rend="align(indent)">Ταῦτα ἐδίδασκέ με νομίζων ἰδιώτην ἔσεσθαι· <milestone n="354b" unit="page" resp="Spanheim"/>καὶ γὰρ οὐδὲ προύγνω ταύτην ἐκ Διός μοι τὴν τύχην ἐσομένην, εἰς ἣν νῦν ὁ θεὸς φέρων κατέστησεν. ἐγὼ δὲ αἰσχυνόμενος ἄρχων ἰδιώτου φαυλότερος εἶναι λέληθα ἐμαυτόν, οὐδὲν δέον, ὑμῖν τῆς ἀγροικίας μεταδιδοὺς τῆς ἐμαυτοῦ. καί με ἕτερος τῶν Πλάτωνος νόμων ὑπομνησθέντα ἐμαυτοῦ πεποίηκεν ἀπεχθάνεσθαι πρὸς ὑμᾶς, ὅς φησι δεῖν αἰδῶ καὶ σωφροσύνην ἀσκεῖν τοὺς ἄρχοντας <milestone n="354c" unit="page" resp="Spanheim"/>καὶ τοὺς πρεσβυτέρους, ἵνα τὰ πλήθη πρὸς αὐτοὺς ἀποβλέποντα κοσμῆται. μόνῳ οὖν μοι, μᾶλλον δὲ ξὺν ὀλίγοις ἐπιτηδεύοντι νῦν τοῦτο πρὸς θάτερα περιέστη καὶ γέγονεν οὐκ ἀπεικότως ἐν ὀνείδει. ἑπτὰ γάρ ἐσμεν οἵδε παρ’ ὑμῖν ξένοι νεήλυδες, εἷς δὲ καὶ πολίτης ὑμέτερος, Ἑρμῇ φίλος καὶ ἐμοί, λόγων ἀγαθὸς δημιουργός, οἷς οὐδέν ἐστι πρός τινα συμβόλαιον, οὐδ’ ἄλλην ὁδὸν βαδίζομεν ἢ πρὸς <milestone n="354d" unit="page" resp="Spanheim"/>τὰ τῶν θεῶν ἱερά, καὶ ὀλιγάκις, οὐ πάντες, εἰς τὰ θέατρα, πεποιημένοι τὸ δυσκλεέστατον τῶν ἔργων <pb n="v.2.p.468"/> καὶ ἐπονειδιστότατον τοῦ βίου τέλος· ἐπιτρέψουσί μοι πάντως οἱ τῶν Ἑλλήνων σοφοὶ φάναι τι τῶν παρ’ ὑμῖν ἐπιπολαζόντων· οὐ γὰρ ἔχω πῶς ἂν αὐτὸ μᾶλλον ἐνδειξαίμην· ἐπὶ τῆς μεσιτείας αὑτοὺς ἐτάξαμεν, οὕτω περὶ πολλοῦ ποιούμεθα τὸ προσκρούειν ὑμῖν καὶ ἀπεχθάνεσθαι, δέον ἀρέσκειν καὶ θωπεύειν. </p></div></div></body></text></TEI>