<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2003.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg012.perseus-grc2" n="13"><p>ἀνέχου τοίνυν αὐτῶν μισούντων καὶ λοιδορούντων λάθρᾳ ἢ καὶ φανερῶς, ἐπειδὴ κολακεύειν ἐνόμισας τοὺς ἐν τοῖς ἱεροῖς ὁρμῇ μιᾷ σε ἐπαινοῦντας. οὐ γὰρ οἶμαι διενοήθης ὅπως ἁρμόσει τῶν ἀνδρῶν οὔτε τοῖς ἐπιτηδεύμασιν οὔτε τοῖς |βίοις οὔτε τοῖς ἤθεσιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg012.perseus-grc2" n="14"><p>εἶεν. ἀλλ’ ἐκεῖνο τίς ἀνέξεταί σου; καθεύδεις <milestone n="345d" unit="page" resp="Spanheim"/>ὡς ἐπίπαν νύκτωρ μόνος οὐδ’ ἔστιν οὐδέν, ὅ σου τὸν ἄγριον καὶ ἀνήμερον μαλάξει θυμόν· ἀποκέκλεισται δὲ πάσῃ πανταχοῦ πάροδος γλυκυθυμίᾳ· καὶ τὸ μέγιστον τῶν κακῶν, ὅτι τοιοῦτον ζῶν βίον εὐφραίνῃ καὶ πεποίησαι τὰς κοινὰς κατάρας ἡδονήν. εἶτα ἀγανακτεῖς, εἴ του τὰ τοιαῦτα ἀκούεις; ἐξὸν εἰδέναι χάριν τοῖς ὑπ’ εὐνοίας ἐμμελέστερόν σε νουθετοῦσιν ἐν τοῖς ἀναπαίστοις ἀποψιλῶσαι μὲν τὰς παρειάς, καλὰ δὲ ἀπὸ σαυτοῦ πρῶτον ἀρξάμενον δεικνύειν πάντα τῷ <milestone n="346a" unit="page" resp="Spanheim"/>δήμῳ τῷ φιλογέλωτι τῷδε θεάματα, μίμους, ὀρχηστάς, ἥκιστα αἰσχυνομένας γυναῖκας, παιδάρια περὶ κάλλους ἁμιλλώμενα ταῖς γυναιξίν, ἄνδρας ἀπεψιλωμένους οὔτι τὰς γνάθους μόνον, ἀλλὰ καὶ ἅπαν τὸ σῶμα, λειότεροι τῶν γυναικῶν ὅπως φαίνοιντο τοῖς ἐντυγχάνουσιν, ἑορτάς, πανηγύρεις, οὔτι μὰ Δία τὰς ἱεράς, ἐν αἷς χρὴ σωφρονεῖν· ἅλις μὲν γὰρ ἐκείνων ἐστίν, ὥσπερ τῆς <pb n="v.2.p.444"/> <milestone n="346b" unit="page" resp="Spanheim"/>δρυός, καὶ πολὺς ὁ κόρος αὐτῶν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg012.perseus-grc2" n="15"><p>ἔθυσεν ὁ καῖσαρ ἐν τῷ τοῦ Διὸς ἅπαξ, εἶτα ἐν τῷ τῆς Τύχης, εἰς τὸ τῆς Δήμητρος τρὶς ἐφεξῆς ἐβάδισεν· ἐπιλέλησμαι γὰρ εἰς τὸ τῆς Δάφνης ὁσάκις εἰσῆλθον τέμενος, προδοθὲν μὲν ὀλιγωρίᾳ τῶν φυλάκων, ταῖς δὲ τῶν ἀθέων ἀνδρῶν τόλμαις ἀφανισθέν. ἡ Σύρων ἥκει νουμηνία, καὶ ὁ καῖσαρ αὖθις εἰς Φιλίου Διός· εἶτα ἡ πάγκοινος ἑορτή, καὶ ὁ <milestone n="346c" unit="page" resp="Spanheim"/>καῖσαρ εἰς τὸ τῆς Τύχης ἔρχεται τέμενος. ἐπισχὼν σχὼν δὲ τὴν ἀποφράδα πάλιν ἐς Φιλίου Διὸς τὰς εὐχὰς ἀναλαμβάνει κατὰ τὰ πάτρια. καὶ τίς ἀνέξεται τοσαυτάκις εἰς ἱερὰ φοιτῶντος καίσαρος, ἐξὸν ἅπαξ ἢ δὶς ἐνοχλεῖν τοῖς θεοῖς, ἐπιτελεῖν δὲ τὰς πανηγύρεις ἐκείνας, ὁπόσαι κοιναὶ μέν εἰσι παντὶ τῷ δήμῳ καὶ ὧν ἔξεστι μετέχειν οὐ τοῖς ἐπισταμένοις μόνον θεούς, ἀλλὰ καὶ τοῖς ὧν ἐστιν ἡ πόλις πλήρης; ἡδονὴ δὲ πολλὴ καὶ χάριτες, ὁποίας ἄν τις εὐφραίνοιτο διηνεκῶς <milestone n="346d" unit="page" resp="Spanheim"/>καρπούμενος, ὁρῶν ὀρχουμένους ἄνδρας καὶ παιδάρια καὶ γύναια πολλά.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg012.perseus-grc2" n="16"><p rend="align(indent)">Ὅταν οὖν ταῦτα λογίσωμαι, μακαρίζω μὲν ὑμᾶς τῆς εὐδαιμονίας, ἐμαυτῷ δὲ οὐκ ἄχθομαι· <pb n="v.2.p.446"/> φίλα γάρ ἐστί μοι κατά τινα θεὸν ἴσως ταῦτα. διόπερ οὐδ’ ἀγανακτῶ, εὖ ἴστε, τοῖς δυσχεραίνουσί μου τῷ βίῳ καὶ τῇ προαιρέσει. προστίθημι δ’ αὐτὸς ὅσα δυνατόν ἐστί μοι τοῖς εἰς ἐμαυτὸν σκώμμασι μειζόνως ἐπικαταχέων ἐμαυτοῦ ταυτασὶ <milestone n="347a" unit="page" resp="Spanheim"/>τὰς λοιδορίας, ὃς ὑπὸ ἀφροσύνης οὐ συνῆκα, ποταπὸν ἐξ ἀρχῆς τὸ τῆσδε τῆς πόλεως ἦθος, καὶ ταῦτα τῶν ἡλικιωτῶν τῶν ἐμῶν, ὡς ἐμαυτὸν πείθω, βιβλία ἀνελίξας οὐδενὸς ἀριθμὸν ἐλάττω.</p></div></div></body></text></TEI>