Ἰδού, βούλομαι πάλιν ἀπ’ ἄλλης ἀρχῆς ἐμαυτῷ λοιδορήσασθαι. Φοιτᾷς εἰς τὰ ἱερά, δύσκολε καὶ δύστροπε καὶ πάντα μοχθηρέ. συρρεῖ διὰ σὲ τὰ πλήθη πρὸς τὰ τεμένη καὶ μέντοι καὶ οἱ πλείους τῶν ἐν τέλει, καὶ ἀποδέχονταί σε σὺν βοῇ μετὰ κρότων λαμπρῶς ἐν τοῖς τεμένεσιν ὥσπερ ἐν τοῖς θεάτροις. τί οὖν οὐκ ἀγαπᾷς οὐδ’ ἐπαινεῖς, ἀλλ’ ἐπιχειρεῖς εἶναι σοφώτερος τὰ τοιαῦτα τοῦ Πυθίου, καὶ δημηγορεῖς ἐν τῷ πλήθει, καὶ καθάπτῃ τῶν βοώντων πικρῶς αὐτὸ δὴ τοῦτο λέγων, ὡς Ὑμεῖς τῶν θεῶν ἕνεκεν ὀλιγάκις εἰς τὰ τεμένη συνέρχεσθε, συνδραμόντες δὲ δι’ ἐμὲ πολλῆς ἀκοσμίας ἀναπίμπλατε τὰ ἱερά. πρέπει δ’ ἀνδράσι σώφροσι κεκοσμημένως εὔχεσθαι σιγῇ παρὰ τῶν θεῶν αἰτουμένοις τὰ ἀγαθά. τοῦτον οὐκ ἠκροᾶσθε τὸν νόμον Ὁμήρου Σιγῇ ἐφ’ ὑμείων—, οὐδ’ ὡς Ὀδυσσεὺς ἐπέσχε τὴν Εὐρύκλειαν ἐκπεπληγμένην ὑπὸ μεγέθους τοῦ κατορθώματος, Ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδ’ ὀλόλυζε; τὰς δὲ δὴ Τρῳάδας οὔτι πρὸς τὸν Πρίαμον ἤ τινα τῶν τούτου θυγατέρων ἢ υἱέων, οὐ μὴν οὐδ’ αὐτὸν τὸν Ἕκτορα· καίτοι τούτῳ φησὶν ὡς θεῷ τοὺς Τρῶας εὔχεσθαι· εὐχομένας δὲ οὐκ ἔδειξεν ἐν τῇ ποιήσει οὔτε γυναῖκας οὔτε ἄνδρας, ἀλλὰ τῇ Ἀθηνᾷ ὀλολυγῇ πᾶσαι, φησί, χεῖρας ἀνέσχον, βαρβαρικὸν μὲν καὶ τοῦτο καὶ γυναιξὶ πρέπον, οὐ μὴν ἀνόσιον πρὸς τοὺς θεοὺς ὥσπερ τὸ παρ’ ὑμῶν ποιούμενον. ἐπαινεῖτε γὰρ ἀντὶ τῶν θεῶν τοὺς ἀνθρώπους, μᾶλλον δὲ ἀντὶ τῶν θεῶν τοὺς ἀνθρώπους ἡμᾶς κολακεύετε. κάλλιστον δ’ ἔστιν οἶμαι μηδ’ ἐκείνους κολακεύειν, ἀλλὰ θεραπεύειν σωφρόνως. Ἰδού, πάλιν ἐγὼ τὰ συνήθη τεχνιτεύω λεξείδια καὶ οὐδ’ ἐμαυτῷ συγχωρῶ φθέγγεσθαι ὡς ἔτυχεν ἀδεῶς καὶ ἐλευθέρως, ἀλλὰ ὑπὸ τῆς συνήθους σκαιότητος καὶ ἐμαυτὸν συκοφαντῶ. ταῦτά τις καὶ τοιαῦτ’ ἂν λέγοι πρὸς ἄνδρας οὐ τὰ πρὸς τοὺς ἄρχοντας μόνον, ἀλλὰ καὶ τὰ πρὸς τοὺς θεοὺς ἐλευθέρους εἶναι θέλοντας, ὅπως τις εὔνους αὐτοῖς ὥσπερ πατὴρ ἤπιος νομισθείη, φύσει πονηρὸς ὢν ὥσπερ ἐγώ. ἀνέχου τοίνυν αὐτῶν μισούντων καὶ λοιδορούντων λάθρᾳ ἢ καὶ φανερῶς, ἐπειδὴ κολακεύειν ἐνόμισας τοὺς ἐν τοῖς ἱεροῖς ὁρμῇ μιᾷ σε ἐπαινοῦντας. οὐ γὰρ οἶμαι διενοήθης ὅπως ἁρμόσει τῶν ἀνδρῶν οὔτε τοῖς ἐπιτηδεύμασιν οὔτε τοῖς |βίοις οὔτε τοῖς ἤθεσιν. εἶεν. ἀλλ’ ἐκεῖνο τίς ἀνέξεταί σου; καθεύδεις ὡς ἐπίπαν νύκτωρ μόνος οὐδ’ ἔστιν οὐδέν, ὅ σου τὸν ἄγριον καὶ ἀνήμερον μαλάξει θυμόν· ἀποκέκλεισται δὲ πάσῃ πανταχοῦ πάροδος γλυκυθυμίᾳ· καὶ τὸ μέγιστον τῶν κακῶν, ὅτι τοιοῦτον ζῶν βίον εὐφραίνῃ καὶ πεποίησαι τὰς κοινὰς κατάρας ἡδονήν. εἶτα ἀγανακτεῖς, εἴ του τὰ τοιαῦτα ἀκούεις; ἐξὸν εἰδέναι χάριν τοῖς ὑπ’ εὐνοίας ἐμμελέστερόν σε νουθετοῦσιν ἐν τοῖς ἀναπαίστοις ἀποψιλῶσαι μὲν τὰς παρειάς, καλὰ δὲ ἀπὸ σαυτοῦ πρῶτον ἀρξάμενον δεικνύειν πάντα τῷ δήμῳ τῷ φιλογέλωτι τῷδε θεάματα, μίμους, ὀρχηστάς, ἥκιστα αἰσχυνομένας γυναῖκας, παιδάρια περὶ κάλλους ἁμιλλώμενα ταῖς γυναιξίν, ἄνδρας ἀπεψιλωμένους οὔτι τὰς γνάθους μόνον, ἀλλὰ καὶ ἅπαν τὸ σῶμα, λειότεροι τῶν γυναικῶν ὅπως φαίνοιντο τοῖς ἐντυγχάνουσιν, ἑορτάς, πανηγύρεις, οὔτι μὰ Δία τὰς ἱεράς, ἐν αἷς χρὴ σωφρονεῖν· ἅλις μὲν γὰρ ἐκείνων ἐστίν, ὥσπερ τῆς δρυός, καὶ πολὺς ὁ κόρος αὐτῶν. ἔθυσεν ὁ καῖσαρ ἐν τῷ τοῦ Διὸς ἅπαξ, εἶτα ἐν τῷ τῆς Τύχης, εἰς τὸ τῆς Δήμητρος τρὶς ἐφεξῆς ἐβάδισεν· ἐπιλέλησμαι γὰρ εἰς τὸ τῆς Δάφνης ὁσάκις εἰσῆλθον τέμενος, προδοθὲν μὲν ὀλιγωρίᾳ τῶν φυλάκων, ταῖς δὲ τῶν ἀθέων ἀνδρῶν τόλμαις ἀφανισθέν. ἡ Σύρων ἥκει νουμηνία, καὶ ὁ καῖσαρ αὖθις εἰς Φιλίου Διός· εἶτα ἡ πάγκοινος ἑορτή, καὶ ὁ καῖσαρ εἰς τὸ τῆς Τύχης ἔρχεται τέμενος. ἐπισχὼν σχὼν δὲ τὴν ἀποφράδα πάλιν ἐς Φιλίου Διὸς τὰς εὐχὰς ἀναλαμβάνει κατὰ τὰ πάτρια. καὶ τίς ἀνέξεται τοσαυτάκις εἰς ἱερὰ φοιτῶντος καίσαρος, ἐξὸν ἅπαξ ἢ δὶς ἐνοχλεῖν τοῖς θεοῖς, ἐπιτελεῖν δὲ τὰς πανηγύρεις ἐκείνας, ὁπόσαι κοιναὶ μέν εἰσι παντὶ τῷ δήμῳ καὶ ὧν ἔξεστι μετέχειν οὐ τοῖς ἐπισταμένοις μόνον θεούς, ἀλλὰ καὶ τοῖς ὧν ἐστιν ἡ πόλις πλήρης; ἡδονὴ δὲ πολλὴ καὶ χάριτες, ὁποίας ἄν τις εὐφραίνοιτο διηνεκῶς καρπούμενος, ὁρῶν ὀρχουμένους ἄνδρας καὶ παιδάρια καὶ γύναια πολλά.