<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2003.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg011.perseus-grc2" n="9"><p rend="align(indent)">Ἀλλὰ τοῦτο μὲν ἴσως λεπτότερον· ᾧ δὲ παρακολουθοῦμεν ξύμπαντες, ἀμαθεῖς καὶ ἰδιῶται, φιλόσοφοι καὶ λόγιοι, τίνα ἐν τῷ παντὶ δύναμιν ἀνίσχων ἔχει καὶ καταδυόμενος ὁ θεός; νύκτα καὶ ἡμέραν ἐργάζεται καὶ μεθίστησι <milestone n="135a" unit="page" resp="Spanheim"/>φανερῶς καὶ τρέπει τὸ πᾶν. καίτοι τίνι τοῦτο <pb n="v.1.p.366"/> τῶν ἄλλων ἀστέρων ὑπάρχει; πῶς οὖν οὐκ ἐκ τούτων ἤδη καὶ περὶ τῶν θειοτέρων πιστεύομεν, ὡς ἄρα καὶ τὰ ὑπὲρ τὸν οὐρανὸν ἀφανῆ καὶ θεῖα νοερῶν θεῶν γένη τῆς ἀγαθοειδοῦς ἀποπληροῦται παρ’ αὐτοῦ δυνάμεως, ᾧ πᾶς μὲν ὑπείκει χορὸς ἀστέρων, ἕπεται δὲ ἡ γένεσις ὑπὸ τῆς τούτου <milestone n="135b" unit="page" resp="Spanheim"/>κυβερνωμένη προμηθείας; οἱ μὲν γὰρ πλάνητες ὅτι περὶ αὐτὸν ὥσπερ βασιλέα χορεύοντες ἔν τισιν ὡρισμένοις πρὸς αὐτὸν διαστήμασιν ἁρμοδιώτατα φέρονται κύκλῳ, στηριγμούς τινας ποιούμενοι καὶ πρόσω καὶ ὀπίσω πορείαν, ὡς οἱ τῆς σφαιρικῆς ἐπιστήμονες θεωρίας ὀνομάζουσι τὰ περὶ αὐτοὺς φαινόμενα, καὶ ὡς τὸ τῆς σελήνης αὔξεται καὶ λήγει φῶς, πρὸς τὴν ἀπόστασιν ἡλίου πάσχον, πᾶσί που δῆλον. πῶς οὖν οὐκ εἰκότως καὶ τὴν πρεσβυτέραν τῶν σωμάτων ἐν <milestone n="135c" unit="page" resp="Spanheim"/>τοῖς νοεροῖς θεοῖς διακόσμησιν ὑπολαμβάνομεν ἀνάλογον ἔχειν τῇ τοιαύτῃ τάξει; </p><p rend="align(indent)">Λάβωμεν οὖν ἐξ ἁπάντων τὸ μὲν τελεσιουργὸν ἐκ τοῦ παντὸς ἀποφαίνειν ὁρᾶν τὰ ὁρατικά· τελειοῖ γὰρ αὐτὰ διὰ τοῦ φωτός· τὸ δὲ δημιουργικὸν καὶ γόνιμον ἀπὸ τῆς περὶ τὸ ξύμπαν μεταβολῆς, τὸ δὲ ἐν ἑνὶ πάντων συνεκτικὸν ἀπὸ τῆς περὶ τὰς κινήσεις πρὸς ἓν καὶ τὸ αὐτὸ συμφωνίας, τὸ δὲ μέσον ἐξ αὐτοῦ. μέσου, τὸ δὲ τοῖς νοεροῖς αὐτὸν ἐνιδρῦσθαι βασιλέα ἐκ τῆς ἐν τοῖς πλανωμένοις <milestone n="135d" unit="page" resp="Spanheim"/>μέσης τάξεως.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg011.perseus-grc2" n="10"><p>εἰ μὲν οὖν ταῦτα περί τινα <pb n="v.1.p.368"/> τῶν ἄλλων ἐμφανῶν ὁρῶμεν θεῶν ἢ τοσαῦτα ἕτερα, μή τοι τούτῳ τὴν περὶ τοὺς θεοὺς ἡγεμονίαν προσνείμωμεν· εἰ δὲ οὐκ ἔστιν οὐδὲν αὐτῷ κοινὸν πρὸς τοὺς ἄλλους ἔξω τὴς ἀγαθοεργίας, ἧς καὶ αὐτῆς μεταδίδωσι τοῖς πᾶσι, μαρτυράμενοι τούς τε Κυπρίων ἱερέας, οἳ κοινοὺς ἀποφαίνουσι βωμοὺς Ἡλίῳ καὶ Διί, πρὸ τούτων δὲ ἔτι τὸν Ἀπόλλω συνεδρεύοντα τῷ θεῷ τῷδε παρακαλέσαντες μάρτυρα· φησὶ γὰρ ὁ θεὸς οὗτος <quote rend="align(blockquote)"><milestone n="136a" unit="page" resp="Spanheim"/>Εἷς Ζεύς, εἷς Ἀίδης, εἷς Ἥλιός ἐστι Σάραπις·</quote> κοινὴν ὑπολάβωμεν, μᾶλλον δὲ μίαν Ἡλίου καὶ Διὸς ἐν τοῖς νοεροῖς θεοῖς δυναστείαν· ὅθεν μοι δοκεῖ καὶ Πλάτων οὐκ ἀπεικότως φρόνιμον θεὸν Ἅιδην ὀνομάσαι. καλοῦμεν δὲ τὸν αὐτὸν τοῦτον καὶ Σάραπιν, τὸν ἀιδῆ δηλονότι καὶ νοερόν, πρὸς ὅν φησιν ἄνω πορεύεσθαι τὰς ψυχὰς τῶν ἄριστα βιωσάντων καὶ δικαιότατα. μὴ γὰρ δή <milestone n="136b" unit="page" resp="Spanheim"/>τις ὑπολάβῃ τοῦτον, ὃν οἱ μῦθοι πείθουσι φρίττειν, ἀλλὰ τὸν πρᾷον καὶ μείλιχον, ὃς ἀπολύει παντελῶς τῆς γενέσεως τὰς ψυχάς, οὐχὶ δὲ λυθείσας αὐτὰς σώμασιν ἑτέροις προσηλοῖ κολάζων καὶ πραττόμενος δίκας, ἀλλὰ πορεύων ἄνω καὶ ἀνατείνων τὰς ψυχὰς ἐπὶ τὸν νοητὸν κόσμον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg011.perseus-grc2" n="11"><p>ὅτι δὲ οὐδὲ νεαρὰ παντελῶς ἐστιν ἡ δόξα, προύλαβον δὲ αὐτὴν οἱ πρεσβύτατοι τῶν ποιητῶν, <pb n="v.1.p.370"/> Ὅμηρός τε καὶ Ἡσίοδος, εἴτε καὶ νοοῦντες οὕτως εἴτε καὶ ἐπιπνοίᾳ θείᾳ καθάπερ οἱ μάντεις ἐνθουσιῶντες <milestone n="136c" unit="page" resp="Spanheim"/>πρὸς τὴν ἀλήθειαν, ἐνθένδ’ ἂν γίγνοιτο γνώριμον. ὁ μὲν γενεαλογῶν αὐτὸν Ὑπερίονος ἔφη καὶ Θείας, μόνον οὐχὶ διὰ τούτων αἰνιττόμενος τοῦ πάντων ὑπερέχοντος αὐτὸν ἔκγονον γνήσιον φῦναι· ὁ γὰρ Ὑπερίων τίς ἂν ἕτερος εἴη παρὰ τοῦτον; ἡ Θεία δὲ αὐτὴ τρόπον ἕτερον οὐ τὸ θειότατον τῶν ὄντων λέγεται; μὴ δὲ συνδυασμὸν μηδὲ γάμους ὑπολαμβάνωμεν, ἄπιστα καὶ παράδοξα <milestone n="136d" unit="page" resp="Spanheim"/>ποιητικῆς μούσης ἀθύρματα. πατέρα δὲ αὐτοῦ καὶ γεννήτορα νομίζωμεν τὸν θειότατον καὶ ὑπέρτατον· τοιοῦτος δὲ τίς ἂν ἄλλος εἴη τοῦ πάντων ἐπέκεινα καὶ περὶ ὃν πάντα καὶ οὗ ἕνεκα πάντα ἐστίν; Ὅμηρος δὲ αὐτὸν ἀπὸ τοῦ πατρὸς Ὑπερίονα καλεῖ, καὶ δείκνυσί γε αὐτοῦ τὸ αὐτεξούσιον καὶ πάσης ἀνάγκης κρεῖττον. ὁ γάρ τοι Ζεύς, ὡς ἐκεῖνός φησιν, ἁπάντων ὢν κύριος τοὺς ἄλλους προσαναγκάζει· ἐν δὲ τῷ μύθῳ τοῦ θεοῦ τοῦδε λέγοντος, ὅτι ἄρα διὰ τὴν ἀσέβειαν τῶν <milestone n="137a" unit="page" resp="Spanheim"/>Ὀδυσσέως ἑταίρων ἀπολείψει τὸν Ὄλυμπον, οὐκέτι φησὶν <quote rend="align(blockquote)">Αὐτῇ κεν γαίῃ ἐρύσαιμ’ αὐτῇ τε θαλάσσῃ,</quote> οὐδὲ ἀπειλεῖ δεσμὸν οὐδὲ βίαν, ἀλλὰ τὴν δίκην φησὶν ἐπιθήσειν τοῖς ἡμαρτηκόσιν, αὐτὸν δὲ ἀξιοῖ φαίνειν ἐν τοῖς θεοῖς. ἆρ’ οὐχὶ διὰ τούτων πρὸς τῷ αὐτεξουσίῳ καὶ τελεσιουργὸν εἶναί φησι τὸν <pb n="v.1.p.372"/> Ἥλιον; ἐπὶ τί γὰρ αὐτοῦ οἱ θεοὶ δέονται, πλὴν εἰ <milestone n="137b" unit="page" resp="Spanheim"/>μὴ πρὸς τὴν οὐσίαν καὶ τὸ εἶναι ἀφανῶς ἐναστράπτων ὧν ἔφαμεν ἀγαθῶν ἀποπληρωτικὸς τυγχάνοι; τὸ γὰρ <quote rend="align(blockquote)">Ἠέλιόν τ’ ἀκάμαντα βοῶπις πότνια Ἥρη <lb/>Πέμψεν ἐπ’ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι</quote> πρὸ τοῦ καιροῦ φησι νομισθῆναι τὴν νύκτα διά τινα χαλεπὴν ὁμίχλην. αὕτη γὰρ ἡ θεός που, καὶ ἄλλοθι τῆς ποιήσεώς φησιν, <quote rend="align(blockquote)"><lb rend="align(indent)"/>ἠέρα δ’ Ἥρη <lb/><milestone n="137c" unit="page" resp="Spanheim"/>Πίτνα πρόσθε βαθεῖαν.</quote> ἀλλὰ τὰ μὲν τῶν ποιητῶν χαίρειν ἐάσωμεν· ἔχει γὰρ μετὰ τοῦ θείου πολὺ καὶ τἀνθρώπινον· ἃ δὲ ἡμᾶς ἔοικεν αὐτὸς ὁ θεὸς διδάσκειν ὑπέρ τε αὑτοῦ καὶ τῶν ἄλλων, ἐκεῖνα ἤδη διέλθωμεν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg011.perseus-grc2" n="12"><p rend="align(indent)">Ὁ περὶ γῆν τόπος ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει. τίς οὖν ἐστιν ὁ τὴν ἀιδιότητα δωρούμενος αὐτῷ; ἆρ’ οὐχ ὁ ταῦτα μέτροις ὡρισμένοις συνέχων; <milestone n="137d" unit="page" resp="Spanheim"/>ἄπειρον μὲν γὰρ εἶναι φύσιν σώματος οὐχ οἷόν τ’ ἦν, ἐπεὶ μηδὲ ἀγέννητός ἐστι μηδὲ αὐθυπόστατος· ἐκ δὲ τῆς οὐσίας εἰ πάντως ἐγίνετό τι συνεχῶς, ἀνελύετο δὲ εἰς αὐτὴν μηδέν, ἐπέλειπεν ἂν τῶν γιγνομένων ἡ οὐσία. τὴν δὴ τοιαύτην φύσιν ὁ θεὸς ὅδε μέτρῳ κινούμενος προσιὼν μὲν ὀρθοῖ καὶ ἐγείρει, πόρρω δὲ ἀπιὼν ἐλαττοῖ καὶ φθείρει, μᾶλλον δὲ αὐτὸς ἀεὶ ζωοποιεῖ κινῶν καὶ ἐποχετεύων αὐτῇ τὴν ζωήν· ἡ δὲ ἀπόλειψις αὐτοῦ καὶ <milestone n="138a" unit="page" resp="Spanheim"/>ἡ πρὸς θάτερα μετάστασις αἰτία γίνεται φθορᾶς <pb n="v.1.p.374"/> τοῖς φθίνουσιν. ἀεὶ μὲν οὖν ἡ παρ’ αὐτοῦ τῶν ἀγαθῶν δόσις ἴση κάτεισιν ἐπὶ τὴν γῆν· ἄλλοτε γὰρ ἄλλη δέχεται τὰ τοιαῦτα χώρα πρὸς τὸ μήτε τὴν γένεσιν ἐπιλείπειν μήτε τοῦ συνήθους ποτὲ τὸν θεὸν ἔλαττον ἢ πλέον εὖ ποιῆσαι τὸν παθητὸν κόσμον. ἡ γὰρ ταυτότης ὥσπερ τῆς οὐσίας, οὕτω δὲ καὶ τῆς ἐνεργείας ἐν τοῖς θεοῖς καὶ πρό γε τῶν ἄλλων παρὰ τῷ βασιλεῖ τῶν ὅλων Ἡλίῳ, ὃς καὶ τὴν κίνησιν ἁπλουστάτην ὑπὲρ ἅπαντας ποιεῖται <milestone n="138b" unit="page" resp="Spanheim"/>τοὺς τῷ παντὶ τὴν ἐναντίαν φερομένους· ὃ δὴ καὶ αὐτὸ τῆς πρὸς τοὺς ἄλλους ὑπεροχῆς αὐτοῦ σημεῖον ποιεῖται ὁ κλεινὸς Ἀριστοτέλης· </p></div></div></body></text></TEI>