Ἔτι σοι βούλει περὶ τῶν αὐτῶν φράσω τεκμήριον τοῦ Νόμα τοῦ βασιλέως ἔργον; ἄσβεστον ἐξ ἡλίου φυλάττουσι φλόγα παρθένοι παρ’ ἡμῖν ἱεραὶ κατὰ τὰς διαφόρους ὥρας, αἳ δὴ τὸ γενόμενον περὶ τὴν γῆν ὑπὸ τοῦ θεοῦ πῦρ φυλάττουσιν. ἔτι τούτων μεῖζον ἔχω σοι φράσαι τοῦ θεοῦ τοῦδε τεκμήριον, αὐτοῦ τοῦ θειοτάτου βασιλέως ἔργον. οἱ μῆνες ἅπασι μὲν τοῖς ἄλλοις ὡς ἔπος εἰπεῖν ἀπὸ τῆς σελήνης ἀριθμοῦνται, μόνοι δὲ ἡμεῖς καὶ Αἰγύπτιοι πρὸς τὰς ἡλίου κινήσεις ἑκάστου μετροῦμεν ἐνιαυτοῦ τὰς ἡμέρας. εἴ σοι μετὰ τοῦτο φαίην, ὡς καὶ τὸν Μίθραν τιμῶμεν καὶ ἄγομεν Ἡλίῳ τετραετηρικοὺς ἀγῶνας, ἐρῶ νεώτερα· βέλτιον δὲ ἴσως ἕν τι τῶν παλαιοτέρων προθεῖναι. τοῦ γὰρ ἐνιαυσιαίου κύκλου τὴν ἀρχὴν ἄλλος ἄλλοθεν ποιούμενος, οἱ μὲν τὴν ἐαρινὴν ἰσημερίαν, οἱ δὲ τὴν ἀκμὴν τοῦ θέρους, οἱ πολλοὶ δὲ φθίνουσαν ἤδη τὴν ὀπώραν, Ἡλίου τὰς ἐμφανεστάτας ὑμνοῦσι δωρεάς, ὁ μέν τις τὴν τῆς ἐργασίας ἐνδιδομένην εὐκαιρίαν, ὅτε ἡ γῆ θάλλει καὶ γαυριᾷ, φυομένων ἄρτι τῶν καρπῶν ἁπάντων, γίνεται δὲ ἐπιτήδεια πλεῖσθαι τὰ πελάγη καὶ τὸ τοῦ χειμῶνος ἀηδὲς καὶ σκυθρωπὸν ἐπὶ τὸ φαιδρότερον μεθίσταται, οἱ δὲ τὴν τοῦ θέρους ἐτίμησαν ὥραν, ὡς ἀσφαλῶς τότε ὑπὲρ τῆς τῶν καρπῶν ἔχοντες θαρρῆσαι γενέσεως, τῶν μὲν σπερμάτων ἤδη συνειλεγμένων, ἀκμαίας δὲ οὔσης τῆς ὀπώρας ἤδη καὶ πεπαινομένων τῶν ἐπικειμένων καρπῶν τοῖς δένδροις. ἄλλοι δὲ τούτων ἔτι κομψότεροι τέλος ἐνιαυτοῦ ὑπέλαβον τὴν τελειοτάτην τῶν καρπῶν ἁπάντων ἀκμὴν καὶ φθίσιν· ταῦτά τοι καὶ φθινούσης ἤδη τῆς ὀπώρας ἄγουσι τὰς κατ’ ἐνιαυτὸν νουμηνίας. οἱ δὲ ἡμέτεροι προπάτορες ἀπ’ αὐτοῦ τοῦ θειοτάτου βασιλέως τοῦ Νόμα μειζόνως ἔτι τὸν θεὸν τοῦτον σεβόμενοι τὰ μὲν τῆς χρείας ἀπέλιπον, ἅτε οἶμαι φύσει θεῖοι καὶ περιττοὶ τὴν διάνοιαν, αὐτὸν δὲ εἶδον τούτων τὸν αἴτιον καὶ ἄγειν ἔταξαν συμφώνως ἐν τῇ παρούσῃ τῶν ὡρῶν τὴν νουμηνίαν, ὁπότε ὁ βασιλεὺς Ἥλιος αὖθις ἐπανάγει πρὸς ἡμᾶς ἀφεὶς τῆς μεσημβρίας τὰ ἔσχατα καὶ ὥσπερ περὶ νύσσαν τὸν αἰγοκέρωτα κάμψας ἀπὸ τοῦ νότου πρὸς τὸν βορρᾶν ἔρχεται μεταδώσων ἡμῖν τῶν ἐπετείων ἀγαθῶν. ὅτι δὲ τοῦτο ἀκριβῶς ἐκεῖνοι διανοηθέντες οὕτως ἐνεστήσαντο τὴν ἐπέτειον νουμηνίαν, ἐνθένδ’ ἄν τις κατανοήσειεν. οὐ γὰρ οἶμαι καθ’ ἣν ἡμέραν ὁ θεὸς τρέπεται, καθ’ ἣν δὲ τοῖς πᾶσιν ἐμφανὴς γίνεται χωρῶν ἀπὸ τῆς μεσημβρίας ἐς τὰς ἄρκτους ἔταξαν οὗτοι τὴν ἑορτήν. οὔπω μὲν γὰρ ἦν αὐτοῖς ἡ τῶν κανόνων λεπτότης γνώριμος, οὓς ἐξηῦρον μὲν Χαλδαῖοι καὶ Αἰγύπτιοι, Ἵππαρχος δὲ καὶ Πτολεμαῖος ἐτελειώσαντο, κρίνοντες δὲ αἰσθήσει τοῖς φαινομένοις ἠκολούθουν. Οὕτω δὲ ταῦτα καὶ παρὰ τῶν μεταγενεστέρων, ὡς ἔφην, ἔχοντα κατενοήθη. πρὸ τῆς νουμηνίας, εὐθέως μετὰ τὸν τελευταῖον τοῦ Κρόνου μῆνα, ποιοῦμεν Ἡλίῳ τὸν περιφανέστατον ἀγῶνα, τὴν ἑορτὴν Ἡλίῳ καταφημίσαντες ἀνικήτῳ, μεθ’ ὃν οὐδὲν θέμις ὧν ὁ τελευταῖος μὴν ἔχει σκυθρωπῶν μέν, ἀναγκαίων δ’ ὅμως, ἐπιτελεσθῆναι θεαμάτων, ἀλλὰ τοῖς Κρονίοις οὖσι τελευταίοις εὐθὺς συνάπτει κατὰ τὸν κύκλον τὰ Ἡλίαια, ἃ δὴ πολλάκις μοι δοῖεν οἱ βασιλεῖς ὑμνῆσαι καὶ ἐπιτελέσαι θεοί, καὶ πρό γε τῶν ἄλλων αὐτὸς ὁ βασιλεὺς τῶν ὅλων Ἥλιος, ὁ περὶ τὴν τἀγαθοῦ γόνιμον οὐσίαν ἐξ ἀιδίου προελθὼν μέσος ἐν μέσοις τοῖς νοεροῖς θεοῖς, συνοχῆς τε αὐτοὺς πληρώσας καὶ κάλλους μυρίου καὶ περιουσίας γονίμου καὶ τελείου νοῦ καὶ πάντων ἀθρόως τῶν ἀγαθῶν ἀχρόνως, καὶ ἐν τῷ νῦν ἐλλάμπων εἰς τὴν ἐμφανῆ μέσην τοῦ παντὸς οὐρανοῦ φερομένην ἕδραν οἰκείαν ἐξ ἀιδίου, καὶ μεταδιδοὺς τῷ φαινομένῳ παντὶ τοῦ νοητοῦ κάλλους, τὸν δὲ οὐρανὸν σύμπαντα πληρώσας τοσούτων θεῶν ὁπόσων αὐτὸς ἐν ἑαυτῷ νοερῶς ἔχει, περὶ αὐτὸν ἀμερίστως πληθυνομένων καὶ ἑνοειδῶς αὐτῷ συνημμένων, οὐ μὴν ἀλλὰ καὶ τὸν ὑπὸ τὴν σελήνην τόπον διὰ τῆς ἀειγενεσίας συνέχων καὶ τῶν ἐνδιδομένων ἐκ τοῦ κυκλικοῦ σώματος ἀγαθῶν, ἐπιμελόμενος τοῦ τε κοινοῦ τῶν ἀνθρώπων γένους ἰδίᾳ τε τῆς ἡμετέρας πόλεως, ὥσπερ οὖν καὶ τὴν ἡμετέραν ἐξ ἀιδίου ψυχὴν ὑπέστησεν, ὀπαδὸν ἀποφήνας αὑτοῦ. ταῦτά τε οὖν, ὅσα μικρῷ πρόσθεν ηὐξάμην, δοίη, καὶ ἔτι κοινῇ μὲν τῇ πόλει τὴν ἐνδεχομένην ἀιδιότητα μετ’ εὐνοίας χορηγῶν φυλάττοι, ἡμῖν δὲ ἐπὶ τοσοῦτον εὖ πρᾶξαι τά τε ἀνθρώπινα καὶ τὰ θεῖα δοίη, ἐφ’ ὅσον βιῶναι συγχωρεῖ, ζῆν δὲ καὶ ἐμπολιτεύεσθαι τῷ βίῳ δοίη ἐφ’ ὅσον αὐτῷ τε ἐκείνῳ φίλον ἡμῖν τε λώιον καὶ τοῖς κοινοῖς συμφέρον Ῥωμαίων πράγμασιν. Ταῦτά σοι, ὦ φίλε Σαλούστιε, κατὰ τὴν τριπλῆν τοῦ θεοῦ δημιουργίαν ἐν τρισὶ μάλιστα νυξὶν ὡς οἷόν τε ἦν ἐπελθόντα μοι τῇ μνήμῃ καὶ γράψαι πρὸς σὲ ἐτόλμησα, ἐπεί σοι καὶ τὸ πρότερον εἰς τὰ Κρόνια γεγραμμένον ἡμῖν οὐ παντάπασιν ἀπόβλητον ἐφάνη. τελειοτέροις δ’ εἰ βούλει περὶ τῶν αὐτῶν καὶ μυστικωτέροις λόγοις ἐπιστῆσαι, ἐντυχὼν τοῖς παρὰ τοῦ θείου γενομένοις Ἰαμβλίχου περὶ τῶν αὐτῶν τούτων συγγράμμασι τὸ τέλος ἐκεῖσε τῆς ἀνθρωπίνης εὑρήσεις σοφίας. δοίη δ’ ὁ μέγας Ἥλιος μηδὲν ἔλαττόν με τὰ περὶ αὐτοῦ γνῶναι, καὶ διδάξαι κοινῇ τε ἅπαντας, ἰδίᾳ δὲ τοὺς μανθάνειν ἀξίους. ἕως δέ μοι τοῦτο δίδωσιν ὁ θεός, κοινῇ θεραπεύωμεν τὸν τῷ θεῷ φίλον Ἰάμβλιχον, ὅθεν καὶ νῦν ὀλίγα ἐκ πολλῶν ἐπὶ νοῦν ἐλθόντα διεληλύθαμεν. ἐκείνου δὲ εὖ οἶδα ὡς οὐδεὶς ἐρεῖ τι τελειότερον, οὐδὲ εἰ πολλὰ πάνυ προσταλαιπωρήσας καινοτομήσειεν· ἐκβήσεται γάρ, ὡς εἰκός, τῆς ἀληθεστάτης τοῦ θεοῦ νοήσεως. ἦν μὲν οὖν ἴσως μάταιον, εἰ διδασκαλίας χάριν ἐποιούμην τοὺς λόγους, αὐτὸν μετ’ ἐκεῖνόν τι συγγράφειν, ἐπεὶ δὲ ὕμνον ἐθέλων διελθεῖν τοῦ θεοῦ χαριστήριον ἐν τούτῳ τόπον ὑπελάμβανον τοῦ περὶ τῆς οὐσίας αὐτοῦ φράσαι κατὰ δύναμιν τὴν ἐμήν, οὐ μάτην οἶμαι πεποιῆσθαι τοὺς λόγους τούσδε, τὸ Κὰδ δύναμιν δ’ ἕρδειν ἱέρ’ ἀθανάτοισι θεοῖσιν οὐκ ἐπὶ τῶν θυσιῶν μόνον, ἀλλὰ καὶ τῶν εὐφημιῶν τῶν εἰς τοὺς θεοὺς ἀποδεχόμενος. εὔχομαι οὖν τρίτον ἀντὶ τῆς προθυμίας μοι ταύτης εὐμενῆ γενέσθαι τὸν βασιλέα τῶν ὅλων Ἥλιον, καὶ δοῦναι βίον ἀγαθὸν καὶ τελειοτέραν φρόνησιν καὶ θεῖον νοῦν ἀπαλλαγήν τε τὴν εἱμαρμένην ἐκ τοῦ βίου πρᾳοτάτην ἐν καιρῷ τῷ προσήκοντι, ἄνοδόν τε ἐπ’ αὐτὸν τὸ μετὰ τοῦτο καὶ μονὴν παρ’ αὐτῷ, μάλιστα μὲν ἀίδιον, εἶ δὲ τοῦτο μεῖζον εἴη τῶν ἐμοὶ βεβιωμένων, πολλὰς πάνυ καὶ πολυετεῖς περιόδους.