ὀλίγα ἔτι περὶ Ἀφροδίτης, ἣν συνεφάπτεσθαι τῆς δημιουργίας τῷ θεῷ Φοινίκων ὁμολογοῦσιν οἱ λόγιοι, καὶ ἐγὼ πείθομαι. ἔστι δὴ οὖν αὕτη σύγκρασις τῶν οὐρανίων θεῶν, καὶ τῆς ἁρμονίας αὐτῶν ἔτι φιλία καὶ ἕνωσις. Ἡλίου γὰρ ἐγγὺς οὖσα καὶ συμπεριθέουσα καὶ πλησιάζουσα πληροῖ μὲν τὸν οὐρανὸν εὐκρασίας, ἐνδίδωσι δὲ τὸ γόνιμον τῇ γῇ, προμηθουμένη καὶ αὐτὴ τῆς ἀειγενεσίας τῶν ζῴων, ἧς ὁ μὲν βασιλεὺς Ἥλιος ἔχει τὴν πρωτουργὸν αἰτίαν, Ἀφροδίτη δὲ αὐτῷ συναίτιος, ἡ θέλγουσα μὲν τὰς ψυχὰς ἡμῶν σὺν εὐφροσύνῃ, καταπέμπουσα δὲ εἰς γῆν ἐξ αἰθέρος αὐγὰς ἡδίστας καὶ ἀκηράτους αὐτοῦ τοῦ χρυσίου στιλπνοτέρας. ἔτι ἐπιμετρῆσαι βούλομαι τῆς Φοινίκων θεολογίας· εἰ δὲ μὴ μάτην, ὁ λόγος προϊὼν δείξει. οἱ τὴν Ἔμεσαν οἰκοῦντες, ἱερὸν ἐξ αἰῶνος Ἡλίου χωρίον, Μόνιμον αὐτῷ καὶ Ἄζιζον συγκαθιδρύουσιν. αἰνίττεσθαί φησιν Ἰάμβλιχος, παρ’ οὗ καὶ τἆλλα πάντα ἐκ πολλῶν μικρὰ ἐλάβομεν, ὡς ὁ Μόνιμος μὲν Ἑρμῆς εἴη, Ἄζιζος δὲ Ἄρης, Ἡλίου πάρεδροι, πολλὰ καὶ ἀγαθὰ τῷ περὶ γῆν ἐποχετεύοντες τόπῳ. Τὰ μὲν οὖν περὶ τὸν οὐρανὸν ἔργα τοῦ θεοῦ τοιαῦτά ἐστι, καὶ διὰ τούτων ἐπιτελούμενα μέχρι τῶν τῆς γῆς προήκει τελευταίων ὅρων· ὅσα δὲ ὑπὸ τὴν Σελήνην ἐργάζεται, μακρὸν ἂν εἴη τὰ πάντα ἀπαριθμεῖσθαι. πλὴν ὡς ἐν κεφαλαίῳ καὶ ταῦτα ῥητέον. οἶδα μὲν οὖν ἔγωγε καὶ πρότερον μνημονεύσας, ὁπηνίκα ἠξίουν ἐκ τῶν φαινομένων τὰ ἀφανῆ περὶ τῆς τοῦ θεοῦ σκοπεῖν οὐσίας, ὁ λόγος δὲ ἀπαιτεῖ με καὶ νῦν ἐν τάξει περὶ αὐτῶν δηλῶσαι. Καθάπερ οὖν ἐν τοῖς νοεροῖς ἔχειν ἔφαμεν τὴν ἡγεμονίαν Ἥλιον, πολὺ περὶ τὴν ἀμέριστον οὐσίαν ἑαυτοῦ πλῆθος ἑνοειδῶς ἔχοντα τῶν θεῶν, ἔτι δὲ ἐν τοῖς αἰσθητοῖς, ἃ δὴ τὴν κύκλῳ διαιωνίαν πορεύεται μάλα εὐδαίμονα πορείαν, ἀπεδείκνυμεν ἀρχηγὸν καὶ κύριον, ἐνδιδόντα μὲν τὸ γόνιμον τῇ φύσει, πληροῦντα δὲ τὸν ὅλον οὐρανὸν ὥσπερ τῆς φαινομένης αὐγῆς οὕτω δὲ καὶ μυρίων ἀγαθῶν ἀφανῶν ἄλλων, τελειούμενα δὲ ἐξ αὐτοῦ καὶ τὰ παρὰ τῶν ἄλλων ἐμφανῶν θεῶν ἀγαθὰ χορηγούμενα, καὶ πρό γε τούτων αὐτοὺς ἐκείνους ὑπὸ τῆς ἀπορρήτου καὶ θείας αὐτοῦ τελειουμένους ἐνεργείας· οὕτω δὲ καὶ περὶ τὸν ἐν γενέσει τόπον θεούς τινας ἐπιβεβηκέναι νομιστέον ὑπὸ τοῦ βασιλέως Ἡλίου συνεχομένους, οἳ τὴν τετραπλῆν τῶν στοιχείων κυβερνῶντες φύσιν, περὶ ἃς ἐστήρικται ταῦτα ψυχὰς μετὰ τῶν τριῶν κρειττόνων ἐνοικοῦσι γενῶν. αὐταῖς δὲ ταῖς μερισταῖς ψυχαῖς ὅσων ἀγαθῶν ἐστιν αἴτιος, κρίσιν τε αὐταῖς προτείνων καὶ δίκῃ κατευθύνων καὶ ἀποκαθαίρων λαμπρότητι; τὴν ὅλην δὲ οὐχ οὗτος φύσιν, ἐνδιδοὺς ἄνωθεν αὐτῇ τὸ γόνιμον, κινεῖ καὶ ἀναζωπυρεῖ; ἀλλὰ καὶ ταῖς μερισταῖς φύσεσιν οὐ τῆς εἰς τέλος πορείας οὗτός ἐστιν ἀληθῶς αἴτιος; ἄνθρωπον γὰρ ὑπὸ ἀνθρώπου γεννᾶσθαί φησιν Ἀριστοτέλης καὶ ἡλίου. ταὐτὸν δὴ οὖν καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων, ὅσα τῶν μεριστῶν ἐστι φύσεων ἔργα, περὶ τοῦ βασιλέως Ἡλίου προσήκει διανοεῖσθαι. τί δέ; οὐχ ἡμῖν ὄμβρους καὶ ἀνέμους καὶ τὰ ἐν τοῖς μεταρσίοις γινόμενα τῷ διττῷ τῆς ἀναθυμιάσεως οἷον ὕλῃ χρώμενος ὁ θεὸς οὗτος ἐργάζεται; θερμαίνων γὰρ τὴν γῆν ἀτμίδα καὶ καπνὸν ἕλκει, γίνεται δὲ ἐκ τούτων οὐ τὰ μετάρσια μόνον, ἀλλὰ καὶ ὅσα ἐπὶ γῆς πάθη, σμικρὰ καὶ μεγάλα.