ἐπεὶ δὲ ἐν τοῖς τοιούτοις ὁ λόγος ἔοικεν ἀντιστρέφειν, ὅσα καὶ περὶ τῶν δυνάμεων αὐτοῦ καὶ ἐνεργειῶν ἐφεξῆς σκοποῦμεν, ταῦτα οὐκ ἔργα μόνον, ἀλλὰ καὶ οὐσίαν νομιστέον. εἰσὶ γάρ τοι θεοὶ συγγενεῖς Ἡλίῳ καὶ συμφυεῖς, τὴν ἄχραντον οὐσίαν τοῦ θεοῦ κορυφούμενοι, πληθυνόμενοι μὲν ἐν τῷ κόσμῳ, περὶ αὐτὸν δὲ ἑνοειδῶς ὄντες. ἄκουε δὴ πρῶτον ὅσα φασὶν οἱ τὸν οὐρανὸν οὐχ ὥσπερ ἵπποι καὶ βόες ὁρῶντες ἤ τι τῶν ἀλόγων καὶ ἀμαθῶν ζῴων, ἀλλ’ ἐξ αὐτοῦ τὴν ἀφανῆ πολυπραγμονοῦντες φύσιν· ἔτι δὲ πρὸ τούτων, εἴ σοι φίλον, περὶ τῶν ὑπερκοσμίων δυνάμεων αὐτοῦ καὶ ἐνεργειῶν, καὶ ἐκ μυρίων τὸ πλῆθος ὀλίγα θέασαι. Πρώτη δὴ τῶν δυνάμεών ἐστιν αὐτοῦ, δι’ ἧς ὅλην δι’ ὅλης τὴν νοερὰν οὐσίαν, τὰς ἀκρότητας αὐτῆς εἰς ἓν καὶ ταὐτὸ συνάγων, ἀποφαίνει μίαν. ὅσπερ γὰρ περὶ τὸν αἰσθητόν ἐστι κόσμον ἐναργῶς κατανοῆσαι, πυρὸς καὶ γῆς εἰλημμένον ἀέρα καὶ ὕδωρ ἐν μέσῳ, τῶν ἄκρων σύνδεσμον, τοῦτο οὐκ ἄν τις εἰκότως ἐπὶ τῆς πρὸ τῶν σωμάτων αἰτίας κεχωρισμένης, ἣ τῆς γενέσεως ἔχουσα τὴν ἀρχὴν οὐκ ἔστι γένεσις, οὕτω διατετάχθαι νομίσειεν, ὥστε καὶ ἐν ἐκείνοις τὰς ἄκρας αἰτίας κεχωρισμένας πάντη τῶν σωμάτων ὑπό τινων μεσοτήτων εἰς ταὐτὸ παρὰ τοῦ βασιλέως Ἡλίου συναγομένας ἑνοῦσθαι περὶ αὐτόν; συντρέχει δὲ αὐτῷ καὶ ἡ τοῦ Διὸς δημιουργικὴ δύναμις, δι’ ἣν ἔφαμεν καὶ πρότερον ἱδρῦσθαί τε αὐτοῖς ἐν Κύπρῳ καὶ ἀποδεδεῖχθαι κοινῇ τὰ τεμένη· καὶ τὸν Ἀπόλλω δὲ αὐτὸν ἐμαρτυρόμεθα τῶν λόγων, ὃν εἰκὸς δήπουθεν ὑπὲρ τῆς ἑαυτοῦ φύσεως ἄμεινον εἰδέναι· σύνεστι γὰρ καὶ οὗτος Ἡλίῳ καὶ ἐπικοινωνεῖ διὰ τὴν ἁπλότητα τῶν νοήσεων καὶ τὸ μόνιμον τῆς οὐσίας καὶ κατὰ ταὐτὰ ὂν τῆς ἐνεργείας. Ἀλλὰ καὶ τὴν Διονύσου μεριστὴν δημιουργίαν οὐδαμοῦ φαίνεται χωρίζων ὁ θεὸς Ἡλίου· τούτῳ δὲ αὐτὴν ὑποτάττων ἀεὶ καὶ ἀποφαίνων σύνθρονον ἐξηγητὴς ἡμῖν ἐστι τῶν ἐπὶ τοῦ θεοῦ καλλίστων διανοημάτων. πάσας δὲ ἐν αὑτῷ περιέχων ὁ θεὸς ὅδε τὰς ἀρχὰς τῆς καλλίστης νοερᾶς συγκράσεως Ἥλιος Ἀπόλλων ἐστὶ Μουσηγέτης. ἐπεὶ δὲ καὶ ὅλην ἡμῖν τὴν τῆς εὐταξίας ζωὴν συμπληροῖ, γεννᾷ μὲν ἐν κόσμῳ τὸν Ἀσκληπιόν, ἔχει δὲ αὐτὸν καὶ πρὸ τοῦ κόσμου παρ’ ἑαυτῷ. Ἀλλὰ πολλὰς μὲν ἄν τις καὶ ἄλλας περὶ τὸν θεὸν τόνδε δυνάμεις θεωρῶν οὔποτ’ ἂν ἐφίκοιτο πασῶν· ἀπόχρη δὲ τῆς μὲν χωριστῆς καὶ πρὸ τῶν σωμάτων ἐπ’ αὐτῶν οἶμαι τῶν αἰτιῶν, αἳ κεχωρισμέναι τῆς φανερᾶς προϋπάρχουσι δημιουργίας, ἴσην Ἡλίῳ καὶ Διὶ τὴν δυναστείαν καὶ μίαν ὑπάρχουσαν τεθεωρηκέναι, τὴν δὲ ἁπλότητα τῶν νοήσεων μετὰ τοῦ διαιωνίου καὶ κατὰ ταὐτὰ μονίμου ξὺν Ἀπόλλωνι τεθεαμένοις, τὸ δὲ μεριστὸν τῆς δημιουργίας μετὰ τοῦ τὴν μεριστὴν ἐπιτροπεύοντος οὐσίαν Διονύσου, τὸ δὲ τῆς καλλίστης συμμετρίας καὶ νοερᾶς κράσεως περὶ τὴν τοῦ Μουσηγέτου δύναμιν τεθεωρηκόσι, τὸ συμπληροῦν δὲ τὴν εὐταξίαν τῆς ὅλης ζωῆς ξὺν Ἀσκληπιῷ νοοῦσι. Τοσαῦτα μὲν ὑπὲρ τῶν προκοσμίων αὐτοῦ δυνάμεων, ἔργα δὲ ὁμοταγῆ ταύταις ὑπὲρ τὸν ἐμφανῆ κόσμον ἡ τῶν ἀγαθῶν ἀποπλήρωσις. ἐπειδὴ γάρ ἐστι γνήσιος ἔκγονος τἀγαθοῦ, παραδεξάμενος παρ’ αὐτοῦ τελείαν τὴν ἀγαθὴν μοῖραν, αὐτὸς ἅπασι τοῖς νοεροῖς διανέμει θεοῖς, ἀγαθοεργὸν καὶ τελείαν αὐτοῖς διδοὺς τὴν οὐσίαν. ἓν μὲν δὴ τουτί. δεύτερον δὲ ἔργον ἐστὶ τοῦ θεοῦ ἡ τοῦ νοητοῦ κάλλους ἐν τοῖς νοεροῖς καὶ ἀσωμάτοις εἴδεσι τελειοτάτη διανομή. τῆς γὰρ ἐν τῇ φύσει φαινομένης οὐσίας γονίμου γεννᾶν ἐφιεμένης ἐν τῷ καλῷ καὶ ὑπεκτίθεσθαι τὸν τόκον, ἔτι ἀνάγκη προηγεῖσθαι τὴν ἐν τῷ νοητῷ κάλλει τοῦτο αὐτὸ διαιωνίως καὶ ἀεὶ ποιοῦσαν, ἀλλ’ οὐχὶ νῦν μὲν, εἰσαῦθις δὲ οὔ, καὶ ποτὲ μὲν γεννῶσαν, αὖθις δὲ ἄγονον. ὅσα γὰρ ἐνταῦθα ποτὲ καλά, ταῦτα ἐν τοῖς νοητοῖς ἀεί. ῥητέον τοίνυν αὐτοῦ τῆς ἐν τοῖς φαινομένοις αἰτίας γονίμου προκαθηγεῖσθαι τὸν ἐν τῷ νοερῷ καὶ διαιωνίῳ κάλλει τόκον ἀγέννητον, ὃν ὁ θεὸς οὗτος ἔχει περὶ ἑαυτὸν ὑποστήσας, ᾧ καὶ τὸν τέλειον νοῦν διανέμει, καθάπερ ὄμμασιν ἐνδιδοὺς διὰ τοῦ φωτὸς τὴν ὄψιν, οὕτω δὲ καὶ ἐν τοῖς νοητοῖς διὰ τοῦ νοεροῦ παραδείγματος, ὃ προτείνει πολὺ φανότερον τῆς αἰθερίας αὐγῆς, πᾶσιν οἶμαι τοῖς νοεροῖς τὸ νοεῖν καὶ τὸ νοεῖσθαι παρέχει. ἑτέρα πρὸς ταύταις ἐνέργεια θαυμαστὴ φαίνεται περὶ τὸν βασιλέα τῶν ὅλων Ἥλιον ἡ τοῖς κρείττοσι γένεσιν ἐνδιδομένη μοῖρα βελτίων, ἀγγέλοις, δαίμοσιν, ἥρωσι ψυχαῖς τε μερισταῖς, ὁπόσαι μένουσιν ἐν παραδείγματος καὶ ἰδέας λόγῳ, μήποτε ἑαυτὰς διδοῦσαι σώματι. τὴν μὲν οὖν προκόσμιον οὐσίαν τοῦ θεοῦ δυνάμεις τε αὐτοῦ καὶ ἔργα τὸν βασιλέα τῶν ὅλων ὑμνοῦντες Ἥλιον, ἐφ’ ὅσον ἡμῖν οἷόν τε ἦν ἐφικέσθαι τῆς περὶ αὐτὸν εὐφημίας σπεύδοντες, διεληλύθαμεν. ἐπεὶ δὲ ὄμματα, φησίν, ἀκοῆς ἐστι πιστότερα, καίτοι τῆς νοήσεως ὄντα γε ἀπιστότερα καὶ ἀσθενέστερα, φέρε καὶ περὶ τῆς ἐμφανοῦς αὐτοῦ δημιουργίας αἰτησάμενοι παρ’ αὐτοῦ τὸ μετρίως εἰπεῖν πειραθῶμεν.