<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2003.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg011.perseus-grc2" n="13"><p>ἀλλὰ καὶ παρὰ τῶν ἄλλων νοερῶν θεῶν οὐκ ἀμυδραὶ καθήκουσιν εἰς τὸν κόσμον τόνδε δυνάμεις. εἶτα τί τοῦτο; μὴ γὰρ ἀποκλείομεν τοὺς ἄλλους τούτῳ τὴν ἡγεμονίαν ὁμολογοῦντες δεδόσθαι; πολὺ δὲ πλέον ἐκ τῶν ἐμφανῶν ἀξιοῦμεν ὑπὲρ τῶν ἀφανῶν <milestone n="138c" unit="page" resp="Spanheim"/>πιστεύειν. ὥσπερ γὰρ τὰς ἐνδιδομένας ἅπασιν ἐκεῖθεν δυνάμεις εἰς τὴν γῆν οὗτος φαίνεται τελεσιουργῶν καὶ συναρμόζων πρός τε ἑαυτὸν καὶ τὸ πᾶν, οὕτω δὴ νομιστέον καὶ ἐν τοῖς ἀφανέσιν αὐτῶν τὰς συνουσίας ἔχειν πρὸς ἀλλήλας, ἡγεμόνα μὲν ἐκείνην, συμφωνούσας δὲ πρὸς αὐτὴν τὰς ἄλλας ἅμα. ἐπεὶ καί, εἰ μέσον ἔφαμεν ἐν μέσοις ἱδρῦσθαι τὸν θεὸν τοῖς νοεροῖς θεοῖς, ποταπή τις ἡ μεσότης ἐστὶν ὧν αὖ χρὴ μέσον <pb n="v.1.p.376"/> αὐτὸν ὑπολαβεῖν, αὐτὸς ἡμῖν ὁ βασιλεὺς εἰπεῖν Ἥλιος δοίη. </p><p rend="align(indent)"><milestone n="138d" unit="page" resp="Spanheim"/>Μεσότητα μὲν δή φαμεν οὐ τὴν ἐν τοῖς ἐναντίοις θεωρουμένην ἴσον ἀφεστῶσαν τῶν ἄκρων, οἷον ἐπὶ χρωμάτων τὸ ξανθὸν ἢ φαιόν, ἐπὶ δὲ θερμοῦ καὶ ψυχροῦ τὸ χλιαρόν, καὶ ὅσα τοιαῦτα, ἀλλὰ τὴν ἑνωτικὴν καὶ συνάγουσαν τὰ διεστῶτα, ὁποίαν τινά φησιν Ἐμπεδοκλῆς τὴν ἁρμονίαν ἐξορίζων αὐτῆς παντελῶς τὸ νεῖκος. τίνα οὖν ἐστιν, ἃ συνάγει, καὶ τίνων ἐστὶ μέσος; φημὶ δὴ οὖν ὅτι τῶν τε ἐμφανῶν καὶ περικοσμίων θεῶν καὶ τῶν <milestone n="139a" unit="page" resp="Spanheim"/>ἀύλων καὶ νοητῶν, οἳ περὶ τἀγαθόν εἰσιν, ὥσπερ πολυπλασιαζομένης ἀπαθῶς καὶ ἄνευ προσθήκης τῆς νοητῆς καὶ θείας οὐσίας.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg011.perseus-grc2" n="14"><p>ὡς μὲν οὖν ἐστι μέση τις, οὐκ ἀπὸ τῶν ἄκρων κραθεῖσα, τελεία δὲ καὶ ἀμιγὴς ἀφ’ ὅλων τῶν θεῶν ἐμφανῶν τε καὶ ἀφανῶν καὶ αἰσθητῶν καὶ νοητῶν ἡ τοῦ βασιλέως Ἡλίου νοερὰ καὶ πάγκαλος οὐσία, καὶ ὁποίαν τινὰ χρὴ τὴν μεσότητα νομίζειν, εἴρηται. εἰ δὲ δεῖ καὶ τοῖς καθ’ ἕκαστον ἐπεξελθεῖν, ἵν’ αὐτοῦ καὶ κατ’ εἴδη τὸ μέσον τῆς οὐσίας, ὅπως ἔχει πρός τε τὰ <milestone n="139b" unit="page" resp="Spanheim"/>πρῶτα καὶ τὰ τελευταῖα, τῷ νῷ κατίδωμεν, εἰ καὶ <pb n="v.1.p.378"/> μὴ πάντα διελθεῖν ῥᾴδιον, ἀλλ’ οὖν τὰ δυνατὰ φράσαι πειραθῶμεν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg011.perseus-grc2" n="15"><p rend="align(indent)">Ἓν παντελῶς τὸ νοητὸν ἀεὶ προϋπάρχον, τὰ δὲ πάντα ὁμοῦ συνειληφὸς ἐν τῷ ἑνί. τί δέ; οὐχὶ καὶ ὁ σύμπας κόσμος ἕν ἐστι ζῷον ὅλον δι’ ὅλου ψυχῆς καὶ νοῦ πλῆρες, τέλειον ἐκ μερῶν τελείων; ταύτης οὖν τῆς διπλῆς ἑνοειδοῦς τελειότητος· φημὶ δὲ τῆς ἐν τῷ νοητῷ πάντα ἐν ἑνὶ συνεχούσης, καὶ <milestone n="139c" unit="page" resp="Spanheim"/>τῆς περὶ τὸν κόσμον εἰς μίαν καὶ τὴν αὐτὴν φύσιν τελείαν συναγομένης ἑνώσεως· ἡ τοῦ βασιλέως Ἡλίου μέση τελειότης ἑνοειδής ἐστιν, ἐν τοῖς νοεροῖς ἱδρυμένη θεοῖς. ἀλλὰ δὴ τὸ μετὰ τοῦτο συνοχή τίς ἐστιν ἐν τῷ νοητῷ τῶν θεῶν κόσμῳ πάντα πρὸς τὸ ἓν συντάττουσα. τί δέ; οὐχὶ καὶ περὶ τὸν οὐρανὸν φαίνεται κύκλῳ πορευομένη τοῦ πέμπτου σώματος οὐσία, ἣ πάντα συνέχει τὰ μέρη καὶ σφίγγει πρὸς αὑτὰ συνέχουσα τὸ φύσει σκεδαστὸν αὐτῶν καὶ ἀπορρέον ἀπ’ ἀλλήλων; δύο δὴ ταύτας τὰς οὐσίας συνοχῆς αἰτίας, τὴν <milestone n="139d" unit="page" resp="Spanheim"/>μὲν ἐν τοῖς νοητοῖς, τὴν δὲ ἐν τοῖς αἰσθητοῖς φαινομένην ὁ βασιλεὺς Ἥλιος εἰς ταὐτὸ συνάπτει, τῆς μὲν μιμούμενος τὴν συνεκτικὴν δύναμιν ἐν τοῖς νοεροῖς, ἅτε ἐξ αὐτῆς προελθών, τῆς δὲ τελευταίας προκατάρχων, ἣ περὶ τὸν ἐμφανῆ θεωρεῖται κόσμον. μή ποτε οὖν καὶ τὸ <pb n="v.1.p.380"/> αὐθυπόστατον πρῶτον μὲν ἐν τοῖς νοητοῖς ὑπάρχον, <milestone n="140a" unit="page" resp="Spanheim"/>τελευταῖον δ’ ἐν τοῖς κατ’ οὐρανὸν φαινομένοις μέσην ἔχει τὴν τοῦ βασιλέως οὐσίαν αὐθυπόστατον Ἡλίου, ἀφ’ ἧς κάτεισιν οὐσίας πρωτουργοῦ εἰς τὸν ἐμφανῆ κόσμον ἡ περιλάμπουσα τὰ σύμπαντα αὐγή;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg011.perseus-grc2" n="16"><p>πάλιν δὲ κατ’ ἄλλο σκοποῦντι εἷς μὲν ὁ τῶν ὅλων δημιουργός, πολλοὶ δὲ οἱ κατ’ οὐρανὸν περιπολοῦντες δημιουργικοὶ θεοί. μέσην ἄρα καὶ τούτων τὴν ἀφ’ Ἡλίου καθήκουσαν εἰς τὸν κόσμον δημιουργίαν <milestone n="140b" unit="page" resp="Spanheim"/>θετέον. ἀλλὰ καὶ τὸ γόνιμον τῆς ζωῆς πολὺ μὲν καὶ ὑπέρπληρες ἐν τῷ νοητῷ, φαίνεται δὲ ζωῆς γονίμου καὶ ὁ κόσμος ὢν πλήρης. πρόδηλον οὖν ὅτι καὶ τὸ γόνιμον τοῦ βασιλέως Ἡλίου τῆς ζωῆς μέσον ἐστὶν ἀμφοῖν, ἐπεὶ τούτῳ μαρτυρεῖ καὶ τὰ φαινόμενα· τὰ μὲν γὰρ τελειοῖ τῶν εἰδῶν, τὰ δὲ ἐργάζεται, τὰ δὲ κοσμεῖ, τὰ δὲ ἀνεγείρει, καὶ ἓν οὐδέν ἐστιν, ὃ δίχα τῆς ἀφ’ Ἡλίου δημιουργικῆς δυνάμεως <milestone n="140c" unit="page" resp="Spanheim"/>εἰς φῶς πρόεισι καὶ γένεσιν. ἔτι πρὸς τούτοις εἰ τὴν ἐν τοῖς νοητοῖς ἄχραντον καὶ καθαρὰν ἄυλον οὐσίαν νοήσαιμεν, οὐδενὸς ἔξωθεν αὐτῇ προσιόντος οὐδὲ ἐνυπάρχοντος ἀλλοτρίου, πλήρη δὲ τῆς οἰκείας ἀχράντου καθαρότητος, τήν τε ἐν τῷ <pb n="v.1.p.382"/> κόσμῳ περὶ τὸ κύκλῳ φερόμενον σῶμα πρὸς πάντα ἀμιγῆ τὰ στοιχεῖα λίαν εἰλικρινῆ καὶ καθαρὰν φύσιν ἀχράντου καὶ δαιμονίου σώματος, εὑρήσομεν <milestone n="140d" unit="page" resp="Spanheim"/>καὶ τὴν τοῦ βασιλέως Ἡλίου λαμπρὰν καὶ ἀκήρατον οὐσίαν ἀμφοῖν μέσην, τῆς τε ἐν τοῖς νοητοῖς ἀύλου καθαρότητος καὶ τῆς ἐν τοῖς αἰσθητοῖς ἀχράντου καὶ ἀμιγοῦς πρὸς γένεσιν καὶ φθορὰν καθαρᾶς εἰλικρινείας. μέγιστον δὲ τούτου τεκμήριον, ὅτι μηδὲ τὸ φῶς, ὃ μάλιστα ἐκεῖθεν ἐπὶ γῆν φέρεται, συμμίγνυταί τινι μηδὲ ἀναδέχεται ῥύπον καὶ μίασμα, μένει δὲ πάντως ἐν πᾶσι τοῖς οὖσιν ἄχραντον καὶ ἀμόλυντον καὶ ἀπαθές.</p><p rend="align(indent)">Ἔτι δὲ προσεκτέον τοῖς ἀύλοις εἴδεσι καὶ νοητοῖς, ἀλλὰ καὶ τοῖς αἰσθητοῖς, ὅσα περὶ τὴν <milestone n="141a" unit="page" resp="Spanheim"/>ὕλην ἐστὶν ἢ περὶ τὸ ὑποκείμενον. ἀναφανήσεται πάλιν ἐνταῦθα μέσον τὸ νοερὸν τῶν περὶ τὸν μέγαν Ἥλιον εἰδῶν, ὑφ’ ὧν καὶ τὰ περὶ τὴν ὕλην εἴδη βοηθεῖται μήποτε ἂν δυνηθέντα μήτε εἶναι μήτε σώζεσθαι μὴ παρ’ ἐκείνου πρὸς τὴν οὐσίαν συνεργούμενα. τί γάρ; οὐχ οὗτός ἐστι τῆς διακρίσεως τῶν εἰδῶν καὶ συγκρίσεως τῆς ὕλης αἴτιος, οὐ νοεῖν ἡμῖν αὑτὸν μόνον παρέχων, ἀλλὰ καὶ ὁρᾶν ὄμμασιν; ἡ γάρ τοι τῶν <pb n="v.1.p.384"/> ἀκτίνων εἰς πάντα τὸν κόσμον διανομὴ καὶ ἡ τοῦ <milestone n="141b" unit="page" resp="Spanheim"/>φωτὸς ἕνωσις τὴν δημιουργικὴν ἐνδείκνυται διάκρισιν τῆς ποιήσεως.</p></div></div></body></text></TEI>