ἐπὶ τούτοις ἀνὴρ εἰσέρχεται σώφρων, οὐ τὰ ἐς Ἀφροδίτην, ἀλλὰ τὰ ἐς τὴν πολιτείαν. ἰδὼν αὐτὸν ὁ Σειληνὸς ἔφη, Βαβαὶ τῆς σμικρολογίας· εἷς εἶναί μοι δοκεῖ τῶν διαπριόντων τὸ κύμινον ὁ πρεσβύτης οὗτος. ἐπεισελθούσης δὲ αὐτῷ τῆς τῶν ἀδελφῶν ξυνωρίδος, Βήρου καὶ Λουκίου, δεινῶς ὁ Σειληνὸς συνεστάλη. παίζειν γὰρ οὐκ εἶχεν οὐδ’ ἐπισκώπτειν, μάλιστα τὸν Βῆρον, καίτοι καὶ τούτου τὰ περὶ τὸν υἱὸν καὶ τὴν γυναῖκα πολυπραγμονῶν ἁμαρτήματα, τὴν μὲν ὅτι πλέον ἢ προσῆκεν ἐπένθησεν, ἄλλως τε οὐδὲ κοσμίαν οὖσαν, τῷ δὲ ὅτι τὴν ἀρχὴν συναπολλυμένην περιεῖδεν, ἔχων καὶ ταῦτα σπουδαῖον κηδεστήν, ὃς τῶν τε κοινῶν ἂν προύστη κρεῖττον καὶ δὴ καὶ τοῦ παιδὸς αὐτοῦ βέλτιον ἂν ἐπεμελήθη ἢ αὐτὸς αὑτοῦ. καίπερ οὖν ταῦτα πολυπραγμονῶν ᾐδεῖτο τὸ μέγεθος αὐτοῦ τῆς ἀρετῆς· τόν γε μὴν υἱέα οὐδὲ τοῦ σκωφθῆναι νομίσας ἄξιον ἀφῆκεν· ἔπιπτε γὰρ καὶ αὐτὸς εἰς γῆν οὐ δυνάμενος ἵστασθαι καὶ παρομαρτεῖν τοῖς ἥρωσιν. Ἐπεισέρχεται Περτίναξ τῷ συμποσίῳ τὴν σφαγὴν ὀδυρόμενος. ἡ Δίκη δὲ αὐτὸν κατελεήσασα, Ἀλλ’ οὐ χαιρήσουσιν, εἶπεν, οἱ τούτων αἴτιοι· καὶ σὺ δέ, ὦ Περτίναξ, ἠδίκεις κοινωνῶν τῆς ἐπιβουλῆς, ὅσον ἐπὶ τοῖς σκέμμασιν, ἣν ὁ Μάρκου παῖς ἐπεβουλεύθη. μετὰ τοῦτον ὁ Σεβῆρος, ἀνὴρ πικρίας γέμων καὶ κολαστικός. Ὑπὲρ τούτου δέ, εἶπεν ὁ Σειληνός, οὐδὲν λέγω· φοβοῦμαι γὰρ αὐτοῦ τὸ λίαν ἀπηνὲς καὶ ἀπαραίτητον. ὡς δὲ ἔμελλεν αὐτῷ καὶ τὰ παιδάρια συνεισιέναι, πόρρωθεν αὐτὰ διεκώλυσεν ὁ Μίνως. ἐπιγνοὺς δὲ σαφῶς τὸν μὲν νεώτερον ἀφῆκε, τὸν δὲ πρεσβύτερον τιμωρίαν ἔπεμψε τίσοντα. Μακρῖνος ἐνταῦθα φυγὰς μιαιφόνος· εἶτα τὸ ἐκ τῆς Ἐμέσης παιδάριον πόρρω που τῶν ἱερῶν ἀπηλαύνετο περιβόλων. ὅ γε μὴν Σύρος Ἀλέξανδρος ἐν ἐσχάτοις που καθῆστο τὴν αὑτοῦ συμφορὰν ποτνιώμενος. καὶ ὁ Σειληνὸς ἐπισκώπτων αὐτὸν εἶπεν Ὦ μῶρε καὶ μέγα νήπιε, τηλικοῦτος ὢν οὐκ αὐτὸς ἦρχες τῶν σεαυτοῦ, τὰ χρήματα δὲ ἐδίδους τῇ μητρὶ καὶ οὐκ ἐπείσθης, ὅσῳ κρεῖττον ἀναλίσκειν ἦν αὐτὰ τοῖς φίλοις ἢ θησαυρίζειν. Ἀλλ’ ἔγωγε, εἶπεν ἡ Δίκη, πάντας αὐτούς, ὅσοι μεταίτιοι γεγόνασι τούτων, κολασθησομένους παραδώσω. καὶ οὕτως ἀνείθη τὸ μειράκιον. ἐπὶ τούτῳ παρῆλθεν εἴσω Γαλλιῆνος μετὰ τοῦ πατρός, ὁ μὲν τὰ δεσμὰ τῆς αἰχμαλωσίας ἔχων, ὁ δὲ στολῇ τε καὶ κινήσει χρώμενος μαλακωτέρᾳ ὥσπερ αἱ γυναῖκες. καὶ ὁ Σειληνὸς πρὸς μὲν ἐκεῖνον, Τίς οὗτος ὁ λευκολόφας, Πρόπαρ ὃς ἡγεῖται στρατοῦ; ἔφη, πρὸς δὲ τὸν Γαλλιῆνον, Ὃς καὶ χρυσὸν ἔχων πάντη τρυφᾷ ἠύτε κούρη· τούτω δὲ ὁ Ζεὺς εἶπε τῆς ἐκεῖσε θοίνης ἐκβῆναι.