ταῦτα ἔτι παιζόντων αὐτῶν, ἐπεισέρχεται θηρίον πονηρόν. εἶτα οἱ θεοὶ πάντες ἀπέστρεψαν τὰ ὄμματα, κᾆτα αὐτὸν δίδωσιν ἡ Δίκη ταῖς Ποιναῖς, αἱ δὲ ἔρριψαν εἰς Τάρταρον. οὐδὲν οὖν ἔσχεν ὁ Σειληνὸς ὑπὲρ αὐτοῦ φράσαι. τοῦ Κλαυδίου δὲ ἐπεισελθόντος, ὁ Σειληνὸς ἄρχεται τοὺς Ἀριστοφάνους Ἱππέας ᾄδειν, ἀντὶ τοῦ Δήμου κολακεύων δῆθεν τὸν Κλαύδιον. εἶτα πρὸς τὸν Κυρῖνον ἀπιδών, Ἀδικεῖς, εἶπεν, ὦ Κυρῖνε, τὸν ἀπόγονον ἄγων εἰς τὸ συμπόσιον δίχα τῶν ἀπελευθέρων Ναρκίσσου καὶ Πάλλαντος. ἀλλ’ ἴθι, εἶπε, πέμψον ἐπ’ ἐκείνους, εἰ βούλει δέ, καὶ ἐπὶ τὴν γαμετὴν Μεσσαλίναν. ἔστι γὰρ ἐκείνων δίχα τουτὶ τῆς τραγῳδίας τὸ δορυφόρημα, μικροῦ δέω φάναι, καὶ ἄψυχον. ἐπεισέρχεται λέγοντι τῷ Σειληνῷ Νέρων μετὰ τῆς κιθάρας καὶ τῆς δάφνης. εἶτα ἀποβλέψας ἐκεῖνος πρὸς τὸν Ἀπόλλωνα, Οὗτος, εἶπεν, ἐπὶ σὲ παρασκευάζεται. καὶ ὁ βασιλεὺς Ἀπόλλων, Ἀλλ’ ἔγωγε αὐτόν, εἶπεν, ἀποστεφανώσω, ὅτι με μὴ πάντα μιμεῖται μηδὲ ἐν οἷς με μιμεῖται γίγνεται μου μιμητὴς δίκαιος. ἀποστεφανωθέντα δὲ αὐτὸν ὁ Κωκυτὸς εὐθέως ἥρπασεν. Ἐπὶ τούτῳ πολλοὶ καὶ παντοδαποὶ συνέτρεχον, Βίνδικες, Γάλβαι, Ὄθωνες, Βιτέλλιοι. καὶ ὁ Σειληνός, Τούτων, εἶπε, τῶν μονάρχων τὸ σμῆνος πόθεν ἐξηυρήκατε, ὦ θεοί; τυφόμεθα γοῦν ὑπὸ τοῦ καπνοῦ· φείδεται γὰρ οὐδὲ τῶν ἀνακτόρων ταυτὶ τὰ θηρία. καὶ ὁ Ζεὺς ἀπιδὼν πρὸς τὸν ἀδελφὸν αὑτοῦ Σάραπιν καὶ τὸν Οὐεσπασιανὸν δείξας, Πέμπε, εἶπε, τὸν σμικρίνην τοῦτον ἀπὸ τῆς Αἰγύπτου ταχέως, ἵνα τὴν φλόγα ταύτην κατασβέσῃ· τῶν παίδων δὲ τὸν πρεσβύτερον μὲν παίζειν κέλευε μετὰ τῆς Ἀφροδίτης τῆς πανδήμου, τὸν νεώτερον δὲ τῷ Σικελικῷ θηρίῳ παραπλησίως κλοιῷ δῆσον. παρῆλθεν ἐπὶ τούτοις γέρων ὀφθῆναι καλός· λάμπει γὰρ ἔστιν ὅτε καὶ ἐν τῷ γήρᾳ τὸ κάλλος· ἐντυχεῖν πρᾳότατος, χρηματίσαι δικαιότατος. ᾐδέσθη τοῦτον ὁ Σειληνὸς καὶ ἀπεσιώπησεν. εἶτα ὁ Ἑρμῆς, Ὑπὲρ δὲ τούτου, εἶπεν, οὐδὲν ἡμῖν λέγεις; Ναὶ μὰ Δί’, ἔφη, μέμφομαί γε ὑμῖν τῆς ἀνισότητος. τῷ γὰρ φονικῷ θηρίῳ τρὶς πέντε νείμαντες ἐνιαυτοὺς ἕνα μόλις ἐδώκατε τούτῳ βασιλεῦσαι. Ἀλλὰ μὴ μέμφου, εἶπεν ὁ Ζεύς· εἰσάξω γὰρ ἐπὶ τούτῳ πολλοὺς κἀγαθούς. εὐθέως οὖν ὁ Τραϊανὸς εἰσήρχετο φέρων ἐπὶ τῶν ὤμων τὰ τρόπαια, τό τε Γετικὸν καὶ τὸ Παρθικόν. ἰδὼν δὲ αὐτὸν ὁ Σειληνὸς ἔφη, λανθάνειν τε ἅμα καὶ ἀκούεσθαι βουλόμενος, Ὥρα νῦν τῷ δεσπότῃ Διὶ σκοπεῖν, ὅπως ὁ Γανυμήδης αὐτῷ φρουρήσεται. Μετὰ τοῦτον ἐπεισέρχεται βαθεῖαν ἔχων τὴν ὑπήνην ἀνὴρ σοβαρὸς τά τε ἄλλα καὶ δὴ καὶ μουσικὴν ἐργαζόμενος, εἴς τε τὸν οὐρανὸν ἀφορῶν πολλάκις καὶ πολυπραγμονῶν τὰ ἀπόρρητα. τοῦτον δὲ ἰδὼν ὁ Σειληνὸς ἔφη, Τί δὲ ὑμῖν οὗτος ὁ σοφιστὴς δοκεῖ; μῶν Ἀντίνοον τῇδε περισκοπεῖ; φρασάτω τις αὐτῷ μὴ παρεῖναι τὸ μειράκιον ἐνθαδὶ καὶ παυσάτω τοῦ λήρου καὶ τῆς φλυαρίας αὐτόν.