Παυσαμένου δὲ καὶ τοῦδε τοῦ λόγου, τὸν Κωνσταντῖνον ὁ Ἑρμῆς ἤρετο, Σὺ δὲ τί καλὸν ἐνόμισας; Πολλά, εἶπε, κτησάμενον πολλὰ χαρίσασθαι, ταῖς τ’ ἐπιθυμίαις ταῖς ἑαυτοῦ καὶ ταῖς τῶν φίλων ὑπουργοῦντα. ἀνακαγχάσας οὖν ὁ Σειληνὸς μέγα, Ἀλλ’ ἦ τραπεζίτης εἶναι, ἔφη, θέλων ἐλελήθεις σεαυτὸν ὀψοποιοῦ καὶ κομμωτρίας βίον ζῶν; ᾐνίττετο δ’ αὐτὰ πάλαι μὲν ἥ τε κόμη τό τε εἶδος, ἀτὰρ νῦν καὶ ἡ γνώμη σοῦ κατηγορεῖ. τούτου μὲν οὖν ὁ Σειληνὸς πικρότερόν πως καθήψατο. Σιωπῆς δὲ γενομένης ἔφερον οἱ θεοὶ λάθρᾳ τὰς ψήφους. εἶτα ἐγένοντο πολλαὶ τῷ Μάρκῳ. κοινολογησάμενος δὲ ὁ Ζεὺς ἰδίᾳ πρὸς τὸν πατέρα προσέταξε κηρῦξαι τῷ Ἑρμῇ. ὁ δὲ ἐκήρυττεν, Ἄνδρες οἱ παρελθόντες ἐπὶ τουτονὶ τὸν ἀγῶνα, νόμοι παρ’ ἡμῖν εἰσι καὶ κρίσεις τοιαῦται γίνονται, ὥστε καὶ τὸν νικῶντα χαίρειν καὶ τὸν ἡττώμενον μὴ μέμφεσθαι. πορεύεσθε οὖν, εἶπεν, ὅποι φίλον ἑκάστῳ, ὑπὸ θεοῖς ἡγεμόσι βιωσόμενοι τὸ ἐντεῦθεν· ἑλέσθω δ’ ἕκαστος ἑαυτῷ τὸν προστάτην τε καὶ ἡγεμόνα. μετὰ τὸ κήρυγμα τοῦτο ὁ μὲν Ἀλέξανδρος ἔθει πρὸς τὸν Ἡρακλέα, Ὀκταβιανὸς δὲ πρὸς τὸν Ἀπόλλωνα, ἀμφοῖν δὲ ἀπρὶξ εἴχετο τοῦ Διὸς καὶ Κρόνου Μάρκος. πλανώμενον δὲ πολλὰ καὶ περιτρέχοντα τὸν Καίσαρα κατελεήσας ὁ μέγας Ἄρης ἥ τε Ἀφροδίτη παρ’ ἑαυτοὺς ἐκαλεσάτην· Τραϊανὸς δὲ παρὰ τὸν Ἀλέξανδρον ἔθει ὡς ἐκείνῳ συγκαθεδούμενος. ὁ δὲ Κωνσταντῖνος, οὐχ εὑρίσκων ἐν θεοῖς τοῦ βίου τὸ ἀρχέτυπον, ἐγγύθεν τὴν Τρυφὴν κατιδὼν ἔδραμε πρὸς αὐτήν· ἡ δὲ ὑπολαβοῦσα μαλακῶς καὶ περιβαλοῦσα τοῖς πήχεσι πέπλοις τε αὐτὸν ποικίλοις ἀσκήσασα καὶ καλλωπίσασα πρὸς τὴν Ἀσωτίαν ἀπήγαγεν, ἵνα καὶ τὸν Ἰησοῦν εὑρὼν ἀναστρεφόμενον καὶ προαγορεύοντα πᾶσιν, Ὅστις φθορεύς, ὅστις μιαιφόνος, ὅστις ἐναγὴς καὶ βδελυρός, ἴτω θαρρῶν· ἀποφανῶ γὰρ αὐτὸν τουτῳὶ τῷ ὕδατι λούσας αὐτίκα καθαρόν, κἂν πάλιν ἔνοχος τοῖς αὐτοῖς γένηται, δώσω τὸ στῆθος πλήξαντι καὶ τὴν κεφαλὴν πατάξαντι καθαρῷ γενέσθαι, σφόδρα ἄσμενος ἐνέτυχεν αὐτῷ, συνεξαγαγὼν τῆς τῶν θεῶν ἀγορᾶς τοὺς παῖδας. ἐπέτριβον δ’ αὐτόν τε κἀκείνους οὐχ ἧττον τῆς ἀθεότητος οἱ παλαμναῖοι δαίμονες, αἱμάτων συγγενῶν τιννύμενοι δίκας, ἕως ὁ Ζεὺς διὰ τὸν Κλαύδιον καὶ Κωνστάντιον ἔδωκεν ἀναπνεῦσαι. Σοὶ δέ, πρὸς ἡμᾶς λέγων ὁ Ερμῆς, δέδωκα τὸν πατέρα Μίθραν ἐπιγνῶναι· σὺ δ’ αὐτοῦ τῶν ἐντολῶν ἔχου, πεῖσμα καὶ ὅρμον ἀσφαλῆ ζῶντί τε σεαυτῷ παρασκευάζων, καὶ ἡνίκα ἂν ἐνθένδε ἀπιέναι δέῃ, μετὰ τῆς ἀγαθῆς ἐλπίδος ἡγεμόνα θεὸν εὐμενῆ καθιστὰς σεαυτῷ.