<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2003.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg010.perseus-grc2" n="35"><p>δόξαντος <milestone n="334b" unit="page" resp="Spanheim"/>οὖν καὶ τοῦτο ὀρθῶς εἰρηκέναι τοῦ Μάρκου, τὸ τέλος ἀπορούμενος ὁ Σειληνὸς ἐπιφύεται τοῖς περὶ τὸν παῖδα καὶ τὴν γαμετὴν αὐτῷ δοκοῦσιν οὐκ ὀρθῶς οὐδὲ κατὰ λόγον πεποιῆσθαι, τὴν μὲν ὅτι ταῖς ἡρωίναις ἐνέγραψε, τῷ δὲ ὅτι τὴν ἡγεμονίαν ἐπέτρεψεν. Ἐμιμησάμην, εἶπε, καὶ κατὰ τοῦτο τοὺς θεούς· Ὁμήρῳ μὲν γὰρ ἐπειθόμην <milestone n="334c" unit="page" resp="Spanheim"/>λέγοντι περὶ τῆς γαμετῆς, ὅτι ἄρα, ὅστις ἀγαθὸς καὶ ἐχέφρων, τὴν αὑτοῦ φιλέει καὶ κήδεται· περὶ δὲ τοῦ παιδὸς αὐτοῦ τοῦ Διὸς ἀπόφασιν ἔχω· αἰτιώμενος γὰρ τὸν Ἄρεα, Πάλαι ἄν, εἶπεν, ἐβέβλησο τῷ κεραυνῷ, εἰ μὴ διὰ τὸ παῖδά σε εἶναι ἠγάπων. ἄλλως τε καὶ οὐδὲ ᾤμην ἐγὼ τὸν παῖδα πονηρὸν οὕτως ἔσεσθαι. εἰ δὲ ἡ νεότης ἐφ’ ἑκάτερα μεγάλας ποιουμένη ῥοπὰς ἐπὶ τὸ χεῖρον ἠνέχθη, οὐχὶ πονηρῷ τὴν ἡγεμονίαν ἐπέτρεψα, συνηνέχθη δὲ τὸν λαβόντα πονηρὸν <milestone n="334d" unit="page" resp="Spanheim"/>γενέσθαι. τά τε οὖν περὶ τὴν γυναῖκα πεποίηταί μοι κατὰ ζῆλον Ἀχιλλέως τοῦ θείου, καὶ τὰ περὶ τὸν παῖδα κατὰ μίμησιν τοῦ μεγίστου Διός, ἄλλως τε καὶ οὐδὲν καινοτομήσαντι. παισί τε γὰρ νόμιμον ἐπιτρέπειν τὰς διαδοχάς, καὶ <pb n="v.2.p.410"/> <milestone n="335a" unit="page" resp="Spanheim"/>τοῦτο ἅπαντες εὔχονται, τήν τε γαμετὴν οὐκ ἐγὼ πρῶτος, ἀλλὰ μετὰ πολλοὺς ἄλλους ἐτίμησα. ἴσως δὲ τὸ μὲν ἄρξασθαι τῶν τοιούτων οὐκ ἔστιν εὔλογον, τὸ δὲ ἐπὶ πολλῶν γενόμενον τοὺς οἰκειοτάτους ἀποστερεῖν ἐγγὺς ἀδικίας. ἀλλ’ ἔλαθον ἐμαυτὸν ἐγὼ μακρότερα ἀπολογούμενος πρὸς εἰδότας ὑμᾶς, ὦ Ζεῦ καὶ θεοί· διόπερ μοι τῆς προπετείας ταυτησὶ συγγνώμονες γένοισθε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg010.perseus-grc2" n="36"><p rend="align(indent)">Παυσαμένου δὲ καὶ τοῦδε τοῦ λόγου, τὸν <milestone n="335b" unit="page" resp="Spanheim"/>Κωνσταντῖνον ὁ Ἑρμῆς ἤρετο, Σὺ δὲ τί καλὸν ἐνόμισας; Πολλά, εἶπε, κτησάμενον πολλὰ χαρίσασθαι, ταῖς τ’ ἐπιθυμίαις ταῖς ἑαυτοῦ καὶ ταῖς τῶν φίλων ὑπουργοῦντα. ἀνακαγχάσας οὖν ὁ Σειληνὸς μέγα, Ἀλλ’ ἦ τραπεζίτης εἶναι, ἔφη, θέλων ἐλελήθεις σεαυτὸν ὀψοποιοῦ καὶ κομμωτρίας βίον ζῶν; ᾐνίττετο δ’ αὐτὰ πάλαι μὲν ἥ τε κόμη τό τε εἶδος, ἀτὰρ νῦν καὶ ἡ γνώμη σοῦ κατηγορεῖ. τούτου μὲν οὖν ὁ Σειληνὸς πικρότερόν πως καθήψατο. </p></div></div></body></text></TEI>