<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2003.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg010.perseus-grc2" n="33"><p rend="align(indent)"><milestone n="332c" unit="page" resp="Spanheim"/>Λήξαντος δὲ καὶ τοῦδε τοῦ λόγου, τὸν Ὀκταβιανὸν αὖθις ὁ Ἑρμῆς ἐκίνει. Σὺ δέ, εἶπεν, οὐκ ἐρεῖς ἡμῖν, τί κάλλιστον ἐνόμιζες εἶναι; καὶ ὅς, Βασιλεῦσαι, ἔφη, καλῶς. Τί δέ ἐστι τὸ καλῶς, ὦ Σεβαστέ, φράσον, ἐπεὶ τοῦτό γε ἔστι καὶ τοῖς πονηροτάτοις λέγειν. ᾤετο γοῦν καὶ Διονύσιος καλῶς βασιλεύειν καὶ ὁ τούτου μιαρώτερος Ἀγαθοκλῆς. <milestone n="332d" unit="page" resp="Spanheim"/>Ἀλλ’ ἴστε, εἶπεν, ὦ θεοί, ὡς προπέμπων τὸν θυγατριδοῦν ηὐξάμην ὑμῖν τόλμαν μὲν αὐτῷ δοῦναι τὴν Καίσαρος, δεινότητα δὲ τὴν Πομπηίου, τύχην δὲ τὴν ἐμήν. Πολλά, εἶπεν ὁ Σειληνός, καὶ θεῶν ὄντως σωτήρων ἔργα δεόμενα συνεφόρησεν οὗτος ὁ κοροπλάθος. Εἶτα διὰ τί τοῦτο, ἔφη, τὸ ὄνομά μοι γελοῖον οὕτως ἔθου; Ἤ γὰρ οὐκ ἔπλαττες ἡμῖν, εἶπεν, ὥσπερ ἐκεῖνοι τὰς νύμφας, ὦ Σεβαστέ, θεούς, ὧν ἕνα καὶ πρῶτον τουτονὶ <milestone n="333a" unit="page" resp="Spanheim"/>Καίσαρα; καὶ ὁ μὲν Ὀκταβιανὸς ὥσπερ δυσωπούμενος ἀπεσιώπησεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg010.perseus-grc2" n="34"><p rend="align(indent)">Ὁ δὲ Ἑρμῆς πρὸς τὸν Τραϊανὸν βλέψας, Σὺ δέ, εἶπε, τί διανοούμενος ἔπραττες ὅσαπερ ἔπραξας; Τῶν αὐτῶν Ἀλεξάνδρῳ σωφρονέστερον, <pb n="v.2.p.406"/> εἶπεν, ὠρέχθην. καὶ ὁ Σειληνός, Ἡττήθης μὲν οὖν, εἶπε, καὶ σὺ τῶν ἀγεννεστέρων. ὁ μὲν γὰρ θυμοῦ τὸ πλεῖστον ἥττων ἦν, σὺ δὲ αἰσχρᾶς <milestone n="333b" unit="page" resp="Spanheim"/>ἡδονῆς καὶ ἐπονειδίστου. Βάλλ’ εἰς μακαρίαν, εἶπεν ὁ Διόνυσος, ἐπεὶ σκώπτεις σὺ πάντας αὐτοὺς καὶ ποιεῖς οὐδὲν ὑπὲρ ἑαυτῶν λέγειν. ἀλλ’ ἐπ’ ἐκείνων εἶχέ σοι χώραν τὰ σκώμματα· πρόσεχε δὲ νῦν, ὅπως ἀντιλήψῃ τοῦ Μάρκου δοκεῖ γὰρ εἶναί μοί πως ἀνὴρ κατὰ τὸν Σιμωνίδην τετράγωνος ἄνευ ψόγου τετυγμένος. ὁ Ἑρμῆς δὲ βλέψας εἰς τὸν Μάρκον, Σοὶ δέ, εἶπεν, ὦ Βῆρε, τί κάλλιστον ἐδόκει τοῦ βίου τέλος εἶναι; <milestone n="333c" unit="page" resp="Spanheim"/>καὶ ὃς ἠρέμα καὶ σωφρόνως, Τὸ μιμεῖσθαι, ἔφη, τοὺς θεούς. ἔδοξε μὲν οὖν εὐθέως ἡ ἀπόκρισις οὐκ ἀγεννής, ἀλλὰ καὶ τοῦ παντὸς ἀξία. ἀλλὰ καὶ ὁ Ἑρμῆς οὐκ ἐβούλετο πολυπραγμονεῖν, πεπεισμένος ὅτι πάντα ὁ Μάρκος ἀκολούθως ἐρεῖ. τοῖς μὲν οὖν ἄλλοις θεοῖς ἐδόκει ταύτῃ· μόνος δὲ ὁ Σειληνός, Ἀλλ’ οὐ μὰ τὸν Διόνυσον ἀνέξομαι τούτου τοῦ σοφιστοῦ. τί δήποτε <milestone n="333d" unit="page" resp="Spanheim"/>γὰρ ἤσθιες, εἰπέ, καὶ ἔπινες οὐχ ὥσπερ ἡμεῖς ἀμβροσίας τε καὶ νέκταρος, ἄρτου δὲ καὶ οἴνου; Ἀλλ’ ἔγωγε, εἶπεν, οὐχ ᾗπερ οὖν ᾤμην τοὺς θεοὺς μιμεῖσθαι, ταύτῃ προσεφερόμην σιτία καὶ ποτά· τὸ σῶμα δὲ ἔτρεφον, ἴσως μὲν ψευδῶς, πειθόμενος δέ, ὅτι καὶ τὰ ὑμέτερα σώματα δεῖται τῆς ἐκ τῶν ἀναθυμιάσεων τροφῆς. πλὴν οὐ κατὰ ταῦτά γε ὑμᾶς εἶναι μιμητέους, ἀλλὰ κατὰ τὴν <milestone n="334a" unit="page" resp="Spanheim"/>διάνοιαν ὑπέλαβον. ὀλίγον ὁ Σειληνὸς διαπορήσας <pb n="v.2.p.408"/> ὥσπερ ὑπὸ πύκτου δεξιοῦ πληγείς, Εἴρηται μέν σοι τοῦτο, εἶπε, τυχὸν οὐκ ἀτόπως, ἐμοὶ δέ, ἔφη, φράσον, τί ποτε ἐνόμιζες εἶναι τὴν τῶν θεῶν μίμησιν; καὶ ὅς, Δεῖσθαι μὲν ὡς ἐλαχίστων, εὖ ποιεῖν δὲ ὡς ὅ, τι μάλιστα πλείστους. Μῶν οὖν, εἶπεν, οὐδενὸς ἐδέου; καὶ ὁ Μάρκος, Ἐγὼ μὲν οὐδενός, ἴσως δὲ τὸ σωμάτιόν μου μικρῶν.</p></div></div></body></text></TEI>