πάντων οὖν κύκλῳ τῶν θεῶν καθημένων, ὁ Σειληνὸς ἐρωτικῶς ἔχειν μοι δοκῶν τοῦ Διονύσου καλοῦ καὶ νέου καὶ τῷ πατρὶ τῷ Διὶ παραπλησίου πλησίον αὐτοῦ, τροφεύς τις οἷα καὶ παιδαγωγός, καθῆστο, τά τε ἄλλα φιλοπαίγμονα καὶ φιλόγελων καὶ χαριτοδότην ὄντα τὸν θεὸν εὐφραίνων καὶ δὴ καὶ τῷ σκώπτειν τὰ πολλὰ καὶ γελοιάζειν. Ὡς δὲ καὶ τὸ τῶν καισάρων συνεκεκρότητο συμπόσιον, εἰσῄει πρῶτος Ἰούλιος Καῖσαρ, ὑπὸ φιλοτιμίας αὐτῷ βουλόμενος ἐρίσαι τῷ Διὶ περὶ τῆς μοναρχίας, εἰς ὃν ὁ Σειληνὸς βλέψας, Ὅρα, εἶπεν, ὦ Ζεῦ, μή σε ὁ ἀνὴρ οὗτος ὑπὸ φιλαρχίας ἀφελέσθαι καὶ τὴν βασιλείαν διανοηθῇ. καὶ γάρ, ὡς ὁρᾷς, ἐστὶ μέγας καὶ καλός· ἐμοὶ γοῦν, εἰ καὶ μηδὲν ἄλλο, τὰ γοῦν περὶ τὴν κεφαλήν ἐστι προσόμοιος. παίζοντος ἔτι τοιαῦτα τοῦ Σειληνοῦ καὶ τῶν θεῶν οὐ σφόδρα προσεχόντων αὐτῷ, Ὀκταβιανὸς ἐπεισέρχεται πολλὰ ἀμείβων, ὥσπερ οἱ χαμαιλέοντες, χρώματα καὶ νῦν μὲν ὠχριῶν, αὖθις δὲ ἐρυθρὸς γινόμενος, εἶτα μέλας καὶ ζοφώδης καὶ συννεφής· ἀνίετο δ’ αὖθις εἰς Ἀφροδίτην καὶ Χάριτας, εἶναί τε ἤθελε τὰς βολὰς τῶν ὀμμάτων ὁποῖός ἐστιν ὁ μέγας Ἥλιος· οὐδένα γάρ οἱ τῶν ἀπαντώντων ἀντιβλέπειν ἠξίου. καὶ ὁ Σειληνός, Βαβαί, ἔφη, τοῦ παντοδαποῦ τούτου θηρίου· τί ποτ’ ἄρα δεινὸν ἡμᾶς ἐργάσεται; Παῦσαι, εἶπε, ληρῶν, ὁ Ἀπόλλων· ἐγὼ γὰρ αὐτὸν τουτῳὶ Ζήνωνι παραδοὺς αὐτίκα ὑμῖν ἀποφανῶ χρυσὸν ἀκήρατον. ἀλλ’ ἴθι, εἶπεν, ὦ Ζήνων, ἐπιμελήθητι τοὐμοῦ θρέμματος. ὁ δὲ ὑπακούσας, εἶτα ἐπᾴσας αὐτῷ μικρὰ τῶν δογμάτων, ὥσπερ οἱ τὰς Ζαμόλξιδος ἐπῳδὰς θρυλοῦντες, ἀπέφηνεν ἄνδρα ἔμφρονα καὶ σώφρονα. Τρίτος ἐπεισέδραμεν αὐτοῖς Τιβέριος σεμνὸς τὰ πρόσωπα καὶ βλοσυρός, σῶφρόν τε ἅμα καὶ πολεμικὸν βλέπων. ἐπιστραφέντος δὲ πρὸς τὴν καθέδραν ὤφθησαν ὠτειλαὶ κατὰ τὸν νῶτον μυρίαι, καυτῆρές τινες καὶ ξέσματα καὶ πληγαὶ χαλεπαὶ καὶ μώλωπες ὑπό τε ἀκολασίας καὶ ὠμότητος ψῶραί τινες καὶ λειχῆνες οἷον ἐγκεκαυμέναι. εἶθ’ ὁ Σειληνὸς Ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἢ τὸ πάροιθεν εἰπὼν ἔδοξεν αὑτοῦ φαίνεσθαι σπουδαιότερος. καὶ ὁ Διόνυσος πρὸς αὐτόν, Τί δῆτα, εἶπεν, ὦ παππίδιον σπουδάζεις; καὶ ὅς, Ἐξέπληξέ με ὁ γέρων οὑτοσί, ὁ Σάτυρος, ἔφη, καὶ πεποίηκεν ἐκλαθόμενον ἐμαυτοῦ τὰς Ὁμηρικὰς προβαλέσθαι μούσας. ἀλλά σε, εἶπεν, ἕλξει τῶν ὤτων· λέγεται γὰρ αὐτὸς καὶ γραμματιστήν τινα τοῦτο ἐργάσασθαι. οἰμώζων μὲν οὖν, εἶπεν, ἐν τῷ νησυδρίῳ· τὰς Καπρέας αἰνιττόμενος· τὸν ἄθλιον ἁλιέα ψηχέτω.