<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2003.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg010.perseus-grc2" n="29"><p rend="align(indent)">Τοῦ Μάρκου δὲ ἀρχομένου λέγειν, ὁ Σειληνὸς <milestone n="328c" unit="page" resp="Spanheim"/>ἠρέμα πρὸς τὸν Διόνυσον, Ἀκούσωμεν, ἔφη, τοῦ Στωικοῦ τουτουί, τί ποτε ἄρα τῶν παραδόξων ἐκείνων ἐρεῖ καὶ τεραστίων δογμάτων. ὁ δὲ ἀποβλέψας πρὸς τὸν Δία καὶ τοὺς θεούς, Ἀλλ’ ἔμοιγε, εἶπεν, ὦ Ζεῦ καὶ θεοί, λόγων οὐδὲν δεῖ καὶ ἀγῶνος. εἰ μὲν γὰρ ἠγνοεῖτε τἀμά, προσῆκον ἦν ἐμοὶ διδάσκειν ὑμᾶς· ἐπεὶ δὲ ἴστε καὶ λέληθεν <milestone n="328d" unit="page" resp="Spanheim"/>ὑμᾶς τῶν ἁπάντων οὐδέν, αὐτοί μοι τιμᾶτε τῆς ἀξίας. ἔδοξε δὴ οὖν ὁ Μάρκος τά τε ἄλλα <pb n="v.2.p.396"/> θαυμάσιός τις εἶναι καὶ σοφὸς διαφερόντως ἅτε οἶμαι διαγινώσκων, <quote rend="align(blockquote)">Λέγειν θ’ ὅπου χρὴ καὶ σιγᾶν ὅπου καλόν.</quote> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg010.perseus-grc2" n="30"><p rend="align(indent)">Τῷ Κωνσταντίνῳ μετὰ τοῦτον λέγειν ἐπέτρεπον. ὁ δὲ πρότερον μὲν ἐθάρρει τὴν ἀγωνίαν. ὡς δὲ ἀπέβλεπεν εἰς τὰ τῶν ἄλλων ἔργα, μικρὰ <milestone n="329a" unit="page" resp="Spanheim"/>παντάπασιν εἶδε τὰ ἑαυτοῦ. δύο γὰρ τυράννους, εἴ γε χρὴ τἀληθῆ φάναι, καθῃρήκει, τὸν μὲν ἀπόλεμόν τε καὶ μαλακόν, τὸν δὲ ἄθλιόν τε καὶ διὰ τὸ γῆρας ἀσθενῆ, ἀμφοτέρω δὲ θεοῖς τε καὶ ἀνθρώποις ἐχθίστω. τά γε μὴν εἰς τοὺς βαρβάρους ἦν γελοῖα αὐτῷ· φόρους γὰρ ὥσπερ ἐτετελέκει, καὶ πρὸς τὴν Τρυφὴν ἀφεώρα· πόρρω δὲ εἱστήκει τῶν θεῶν αὕτη περὶ τὰ πρόθυρα τῆς Σελήνης· ἐρωτικῶς τε οὖν εἶχεν αὐτῆς, καὶ ὅλος <milestone n="329b" unit="page" resp="Spanheim"/>πρὸς ἐκείνην βλέπων οὐδὲν ἔμελεν αὐτῷ περὶ τῆς νίκης. ἐπεὶ δὲ ἐχρῆν καὶ αὐτὸν εἰπεῖν τι, Ταύτῃ τούτων κρείττων, ἔφη, εἰμί, τοῦ Μακεδόνος μέν, ὅτι πρὸς Ῥωμαίους καὶ τὰ Γερμανικὰ καὶ Σκυθικὰ γένη καὶ οὐχὶ πρὸς τοὺς Ἀσιανοὺς βαρβάρους ἠγωνισάμην, Καίσαρος δὲ καὶ Ὀκταβιανοῦ τῷ μή, καθάπερ οὗτοι, πρὸς καλοὺς κἀγαθοὺς πολίτας στασιάσαι, τοῖς μιαρωτάτοις δὲ καὶ πονηροτάτοις τῶν τυράννων ἐπεξελθεῖν. <milestone n="329c" unit="page" resp="Spanheim"/>Τραϊανοῦ δὲ τοῖς μὲν κατὰ τῶν τυράννων ἀνδραγαθήμασιν εἰκότως ἂν προτιμηθείην, τῷ δὲ ἣν οὗτος προσεκτήσατο χώραν ἀναλαβεῖν ἴσος ἂν οὐκ ἀπεικότως νομιζοίμην, εἰ μὴ καὶ μεῖζόν ἐστι <pb n="v.2.p.398"/> τὸ ἀνακτήσασθαι τοῦ κτήσασθαι. Μάρκος δὲ οὑτοσὶ σιωπῶν ὑπὲρ αὑτοῦ πᾶσιν ἡμῖν τῶν πρωτείων ἐξίσταται. καὶ ὁ Σειληνός, Ἀλλ’ ἦ τοὺς Ἀδώνιδος κήπους ὡς ἔργα ἡμῖν, ὦ Κωνσταντῖνε, σεαυτοῦ προφέρεις; τί δέ, εἶπεν, εἰσὶν <milestone n="329d" unit="page" resp="Spanheim"/>οὓς λέγεις Ἀδώνιδος κήπους; οὓς αἱ γυναῖκες, ἔφη, τῷ τῆς Ἀφροδίτης ἀνδρὶ φυτεύουσιν ὀστρακίοις ἐπαμησάμεναι γῆν λαχανίαν· χλοήσαντα δὲ ταῦτα πρὸς ὀλίγον αὐτίκα ἀπομαραίνεται. καὶ ὁ Κωνσταντῖνος ἠρυθρίασεν, ἄντικρυς ἐπιγνοὺς τοιοῦτον τὸ ἑαυτοῦ ἔργον. </p></div></div></body></text></TEI>