<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2003.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg010.perseus-grc2" n="25"><p>ἐπεὶ δὲ οὐ τοῦ πράττειν ἁπλῶς, ἀλλὰ καὶ τοῦ τὰ δίκαια πράττειν ἄνδρα ἄριστον καὶ βασιλέα προσήκει μεταποιεῖσθαι, ἐγὼ μὲν ὑπὲρ τῶν Ἑλλήνων τοὺς Πέρσας ἀπῄτησα δίκην, καὶ τοὺς Ἑλληνικοὺς πολέμους ἐπανειλόμην, οὐχὶ τὴν Ἑλλάδα λυπεῖν βουλόμενος, ἀλλὰ τοὺς κωλύοντάς με διαβαίνειν καὶ δίκας ἀπαιτεῖν τὸν <milestone n="324a" unit="page" resp="Spanheim"/>Πέρσην ἐπικόπτων. σὺ δὲ τοὺς Γερμανοὺς καὶ Γαλάτας κατεπολέμησας, ἐπὶ τὴν πατρίδα τὴν σεαυτοῦ παρασκευαζόμενος, οὗ τί γένοιτ’ ἂν χεῖρον ἢ μιαρώτερον; ἐπεὶ δὲ ὥσπερ διασύρων τῶν μυρίων ἐμνημόνευσας Γραικῶν, ὅτι μὲν καὶ ὑμεῖς ἐντεῦθεν γεγόνατε καὶ τὰ πλεῖστα τῆς Ἰταλίας ὤκησαν οἱ Γραικοί, καίπερ εἰδὼς ὅμως οὐ παραδέχομαι. τούτων δὲ αὐτῶν ὀλίγον ἔθνος, Αἰτωλοὺς <pb n="v.2.p.386"/> <milestone n="324b" unit="page" resp="Spanheim"/>λέγω τοὺς παροικοῦντας ἡμῖν, οὐ φίλους μὲν ἔχειν καὶ συμμάχους ἐποιήσασθε περὶ πολλοῦ, πολεμωθέντας δὲ ὑμῖν ὕστερον δι’ ἁσδήποτε αἰτίας οὐκ ἀκινδύνως ὑπακούειν ὑμῖν ἠναγκάσατε; οἱ δὲ πρὸς τὸ γῆρας, ὡς ἂν εἴποι τις, τῆς Ἑλλάδος, καὶ οὐδὲ πάσης, ἀλλ’ ἔθνους μικροῦ, ἡνίκα ἤκμαζε τὸ Ἑλληνικόν, οὐδ’ ὅτι ἔστι γιγνωσκομένου, μικροῦ δέω φάναι, μόγις ἀρκέσαντες, <milestone n="324c" unit="page" resp="Spanheim"/>τίνες ἂν ἐγένεσθε, εἰ πρὸς ἀκμάζοντας καὶ ὁμονοοῦντας τοὺς Ἕλληνας πολεμεῖν ὑμᾶς ἐδέησεν; ἐπεὶ καὶ Πύρρου διαβάντος ἐφ’ ὑμᾶς ἴστε ὅπως ἐπτήξατε. εἰ δὲ τὸ Περσῶν κρατῆσαι μικρὸν νομίζεις καὶ τὸ τηλικοῦτον ἔργον διασύρεις, ὀλίγης πάνυ τῆς ὑπὲρ τὸν Τίγρητα ποταμὸν ὑπὸ Παρθυαίων βασιλευομένης χώρας, ἔτη πλέον ἢ τριακόσια πολεμοῦντες, λέγε μοι, δι’ ἣν αἰτίαν <milestone n="324d" unit="page" resp="Spanheim"/>οὐκ ἐκρατήσατε; βούλει σοι φράσω; τὰ Περσῶν ὑμᾶς εἶρξε βέλη. φρασάτω δέ σοι περὶ αὐτῶν Ἀντώνιος ὁ παιδοτριβηθεὶς ἐπὶ στρατηγίᾳ παρὰ σοῦ. ἐγὼ δὲ ἐν οὐδὲ ὅλοις ἐνιαυτοῖς δέκα πρὸς τούτοις καὶ Ἰνδῶν γέγονα κύριος. εἶτ’ ἐμοὶ τολμᾷς ἀμφισβητεῖν, ὃς ἐκ παιδαρίου στρατηγῶν ἔργα ἔπραξα τηλικαῦτα, ὥστε τὴν μνήμην, καίπερ οὐκ ἀξίως ὑπὸ τῶν συγγραφέων ὑμνηθέντων, <milestone n="325a" unit="page" resp="Spanheim"/>ὅμως συμπαραμένειν τῷ βίῳ, καθάπερ τῶν τοῦ Καλλινίκου, τοὐμοῦ βασιλέως, οὗ θεράπων ἐγὼ καὶ ζηλωτὴς ἐγενόμην, Ἀχιλλεῖ μὲν ἁμιλλώμενος τῷ προγόνῳ, Ἡρακλέα δὲ θαυμάζων καὶ ἑπόμενος, ἅτε δὴ κατ’ ἴχνος θεοῦ ἄνθρωπος.</p></div><pb n="v.2.p.388"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg010.perseus-grc2" n="26"><p rend="align(indent)">Ὅσα μὲν οὖν ἐχρῆν, ὦ θεοί, πρὸς τοῦτον ἀπολογήσασθαι· καίτοι κρεῖττον ἦν ὑπεριδεῖν <milestone n="325b" unit="page" resp="Spanheim"/>αὐτοῦ· εἴρηται. εἰ δέ τι πικρὸν ὑφ’ ἡμῶν ἐπράχθη, οὔτι παντάπασιν εἰς ἀναιτίους ἀνθρώπους, ἀλλὰ ἢ πολλάκις καὶ ἐπὶ πολλοῖς προσκρούσαντας ἢ τῷ καιρῷ μὴ καλῶς μηδὲ πρεπόντως χρησαμένους, ἠκολούθησε γοῦν ἐπὶ μὲν τοῖς διὰ τὸν καιρὸν ἐξαμαρτηθεῖσιν ἡ μεταμέλεια, σώφρων πάνυ καὶ τῶν ἐξημαρτηκότων σώτειρα <milestone n="325c" unit="page" resp="Spanheim"/>δαίμων, τοὺς δὲ ὥσπερ φιλοτιμουμένους ἐπὶ τῷ πολλάκις ἀπεχθάνεσθαι καὶ προσκρούειν οὐδὲν ᾤμην ἄδικον ποιεῖν κολάζων. </p></div></div></body></text></TEI>