Τοιαῦτα εἰπόντος τοῦ Καίσαρος καὶ λέγειν ἔτι βουλομένου, μόγις καὶ πρότερον ὁ Ἀλέξανδρος καρτερῶν οὐκέτι κατέσχεν, ἀλλὰ μετά τινος ταραχῆς καὶ ἀγωνίας, Ἐγὼ δέ, εἶπεν, ὦ Ζεῦ καὶ θεοί, μέχρι τίνος ἀνέξομαι σιωπῇ τῆς θρασύτητος τῆς τούτου; πέρας γὰρ οὐδέν ἐστιν, ὡς ὁρᾶτε, οὔτε τῶν εἰς αὑτὸν ἐπαίνων οὔτε τῶν εἰς ἐμὲ βλασφημιῶν. ἐχρῆν δὲ ἴσως μάλιστα μὲν ἀμφοῖν φείδεσθαι· καὶ γὰρ εἶναί πως ἀμφότερα δοκεῖ παραπλησίως ἐπαχθῆ· πλέον δὲ τοῦ τἀμὰ διασύρειν ἄλλως τε καὶ μιμητὴν αὐτῶν γενόμενον. ὁ δὲ εἰς τοῦτο ἦλθεν ἀναισχυντίας, ὥστε τολμῆσαι τὰ ἀρχέτυπα κωμῳδεῖν τῶν ἑαυτοῦ ἔργων. ἐχρῆν δέ, ὦ Καῖσαρ, ὑπομνησθῆναί σε τῶν δακρύων ἐκείνων, ἃ τότε ἀφῆκας, ἀκροώμενος τῶν ὑπομνημάτων, ὅσα πεποίηται περὶ τῶν ἐμῶν πράξεων. ἀλλ’ ὁ Πομπήιος ἐπῆρέ σε μετὰ τοῦτο, κολακευθεὶς μὲν παρὰ τῶν πολιτῶν τῶν ἑαυτοῦ, γενόμενος δὲ οὐδεὶς οὐδαμοῦ. τὸ μὲν γὰρ ἀπὸ Λιβύης θριαμβεῦσαι, οὐ μέγα ἔργον, ὀνομαστότατον ἐποίησεν ἡ τῶν τότε ὑπάτων μαλακία. τὸν δουλικὸν δὲ ἐκεῖνον πόλεμον, οὐδὲ πρὸς ἄνδρας γενόμενον, ἀλλὰ πρὸς τοὺς χειρίστους τῶν οἰκετῶν, ἄλλοι μὲν κατειργάσαντο, Κράσσοι καὶ Λούκιοι, τοὔνομα δὲ καὶ τὴν ἐπιγραφὴν ἔσχε Πομπήιος. Ἀρμενίαν δὲ καὶ τὰ πρόσοικα ταύτης κατεπολέμησε Λούκουλλος, ἐθριάμβευσε δὲ ἀπὸ τούτων Πομπήιος. εἶτ’ ἐκολάκευσαν αὐτὸν οἱ πολῖται καὶ Μέγαν ὠνόμασαν, ὄντα τίνος τῶν πρὸ ἑαυτοῦ μείζονα; τί γὰρ ἐκείνῳ τοσοῦτον ἐπράχθη, ἡλίκον Μαρίῳ ἢ Σκηπίωσι τοῖς δύο ἢ τῷ παρὰ τὸν Κυρῖνον τουτονὶ Φουρίῳ, ὃς μικροῦ συμπεσοῦσαν τὴν τούτου πόλιν ἀνέστησεν; οὗτοι γὰρ οὐκ ἀλλοτρίοις ἔργοις, ὥσπερ ἐν πολιτικαῖς οἰκοδομίαις καὶ δαπανήμασιν ὑπ’ ἄλλων καταβληθείσαις καὶ ἐπιτελεσθείσαις ἕτερος ἄρχων ἐπεγράφη μικρὰ κονιάσας τὸν τοῖχον, οὕτω ταῖς ἀλλοτρίαις ἐπεγράφησαν πράξεσιν· ἀρχιτέκτονες δὲ αὐτοὶ καὶ δημιουργοὶ γενόμενοι τῶν καλλίστων ἠξιώθησαν ὀνομάτων. οὐδὲν οὖν θαυμαστόν, εἰ κεκράτηκας Πομπηίου δακτύλῳ κνωμένου καὶ τἆλλα ἀλώπεκος μᾶλλον ἢ λέοντος. ἐπειδὴ γὰρ αὐτὸν ἡ τύχη προύδωκεν, ἣ τὸν ἔμπροσθεν χρόνον αὐτῷ παρειστήκει, ταχέως ἐκράτησας μόνου. καὶ ὅτι δεινότητι μὲν οὐδεμιᾷ κρείττων ἐγένου, φανερόν· καὶ γὰρ ἐν ἐνδείᾳ γεγονὼς τῶν ἐπιτηδείων· ἔστι δὲ οὐ μικρόν, ὡς οἶσθα, τοῦτο ἁμάρτημα στρατηγοῦ· καὶ μάχῃ συμβαλὼν ἡττήθης. εἰ δὲ Πομπήιος ὑπ’ ἀφροσύνης τε καὶ ἀνοίας ἢ τοῦ μὴ δύνασθαι τῶν πολιτῶν ἄρχειν οὔτε, ἡνίκα ἔδει τρίβειν τὸν πόλεμον, ὑπερετίθετο τὴν μάχην οὔτε τῇ νίκῃ νικῶν ἐπεξῄει, ὑπὸ τοῖς οἰκείοις ἁμαρτήμασι καὶ οὐχ ὑπὸ τοῖς σοῖς ἐσφάλη στρατηγήμασι. Πέρσαι δὲ πανταχοῦ καλῶς καὶ φρονίμως παρεσκευασμένοι πρὸς τὴν ἡμετέραν ἀλκὴν ἐνέδοσαν.