<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2003.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg010.perseus-grc2" n="21"><p>ἀλλ’ ἐπειδὴ τῶν Κελτῶν ὑπεμνήσθην, ἆρα τοῖς Γετικοῖς ἔργοις Ἀλεξάνδρου τὴν τῆς Κελτικῆς ἀντιτάττομεν καθαίρεσιν; οὗτος ἅπαξ ἐπεραιώθη τὸν Ἴστρον, ἐγὼ δεύτερον τὸν Ῥῆνον· Γερμανικὸν αὖ τοῦτο τὸ ἐμὸν ἔργον. τούτῳ δὲ ἀντέστη μὲν <pb n="v.2.p.378"/> <milestone n="321a" unit="page" resp="Spanheim"/>οὐδὲ εἷς, ἐγὼ πρὸς Ἀριόβιστον ἠγωνισάμην. πρῶτος ἐτόλμησα Ῥωμαίων ἐπιβῆναι τῆς ἐκτὸς θαλάσσης. καὶ τοῦτο ἦν ἴσως τὸ ἔργον οὐ θαυμαστόν. καίτοι τὴν τόλμαν καὶ ταύτην ἄξιον θαυμάσαι· ἀλλὰ τὸ μεῖζόν μου, τὸ ἀποβῆναι τῆς νεὼς πρῶτον· καὶ τοὺς Ἑλβετίους σιωπῶ καὶ τὸ τῶν Ἰβήρων ἔθνος. οὐδενὸς ἔτι τῶν Γαλατικῶν ἐπεμνήσθην, πλεῖν ἢ τριακοσίας ὑπαγαγόμενος πόλεις, ἀνδρῶν δὲ οὐκ ἐλάσσους ἢ διακοσίας μυριάδας. ὄντων δὲ τούτων μοι τοιούτων ἔργων, <milestone n="321b" unit="page" resp="Spanheim"/>ἐκεῖνο μεῖζον ἦν καὶ τολμηρότερον. ἐχρῆν γάρ με καὶ πρὸς αὐτοὺς διαγωνίζεσθαι τοὺς πολίτας καὶ κρατεῖν τῶν ἀμάχων καὶ ἀνικήτων Ῥωμαίων. εἴτε οὖν πλήθει τις κρίνει παρατάξεων, τρὶς τοσαυτάκις παρεταξάμην, ὁσάκις ὑπὲρ Ἀλεξάνδρου κομπάζουσιν οἱ τὰ περὶ αὐτοῦ σεμνοποιοῦντες, εἴτε πλήθει πόλεων αἰχμαλώτων, οὐ <milestone n="321c" unit="page" resp="Spanheim"/>τῆς Ἀσίας μόνον, ἀλλὰ καὶ τῆς Εὐρώπης τὰ πλεῖστα κατεστρεψάμην. Ἀλέξανδρος Αἴγυπτον ἐπῆλθε θεωρῶν, ἐγὼ δὲ συμπόσια συγκροτῶν κατεπολέμησα. τὴν δὲ μετὰ τὸ κρατῆσαι πρᾳότητα βούλεσθε ἐξετάσαι τὴν παρ’ ἑκατέρῳ; ἐγὼ καὶ τοῖς πολεμίοις συνέγνων· ἔπαθον γοῦν ὑπ’ αὐτῶν ὅσα ἐμέλησε τῇ Δίκῃ· ὁ δὲ πρὸς τοῖς <milestone n="321d" unit="page" resp="Spanheim"/>πολεμίοις οὐδὲ τῶν φίλων ἀπέσχετο.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg010.perseus-grc2" n="22"><p>ἔτι οὖν μοι περὶ τῶν πρωτείων ἀμφισβητεῖν οἷός τε ἔσῃ; καὶ οὐκ αὐτόθεν καὶ σὺ παραχωρήσεις μετὰ τῶν ἄλλων, ἀλλὰ ἀναγκάσεις με λέγειν, ὅπως σὺ μὲν ἐχρήσω πικρῶς Θηβαίοις, ἐγὼ δὲ τοῖς Ἑλβετίοις <pb n="v.2.p.380"/> φιλανθρώπως; σὺ μὲν γὰρ ἐκείνων κατέκαυσας τὰς πόλεις, ἐγὼ δὲ τὰς ὑπὸ τῶν οἰκείων πολιτῶν κεκαυμένας πόλεις ἀνέστησα. καίτοι οὔτι ταὐτὸν ἦν μυρίων Γραικῶν κρατῆσαι καὶ πεντεκαίδεκα μυριάδας <milestone n="322a" unit="page" resp="Spanheim"/>ἐπιφερομένας ὑποστῆναι. πολλὰ εἰπεῖν ἔχων ἔτι περὶ ἐμαυτοῦ καὶ τοῦδε, τῷ μὴ σχολὴν ἄγειν ἥκιστα τὸ λέγειν ἐξεμελέτησα. διόπερ χρὴ συγγνώμην ὑμᾶς ἔχειν, ἐκ δὲ τῶν εἰρημένων καὶ περὶ τῶν μὴ ῥηθέντων τὴν ἴσην καὶ δικαίαν ἐξέτασιν ποιουμένους ἀποδιδόναι μοι τὸ πρωτεῖον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg010.perseus-grc2" n="23"><p rend="align(indent)">Τοιαῦτα εἰπόντος τοῦ Καίσαρος καὶ λέγειν ἔτι βουλομένου, μόγις καὶ πρότερον ὁ Ἀλέξανδρος καρτερῶν οὐκέτι κατέσχεν, ἀλλὰ μετά τινος <milestone n="322b" unit="page" resp="Spanheim"/>ταραχῆς καὶ ἀγωνίας, Ἐγὼ δέ, εἶπεν, ὦ Ζεῦ καὶ θεοί, μέχρι τίνος ἀνέξομαι σιωπῇ τῆς θρασύτητος τῆς τούτου; πέρας γὰρ οὐδέν ἐστιν, ὡς ὁρᾶτε, οὔτε τῶν εἰς αὑτὸν ἐπαίνων οὔτε τῶν εἰς ἐμὲ βλασφημιῶν. ἐχρῆν δὲ ἴσως μάλιστα μὲν ἀμφοῖν φείδεσθαι· καὶ γὰρ εἶναί πως ἀμφότερα δοκεῖ παραπλησίως ἐπαχθῆ· πλέον δὲ τοῦ τἀμὰ διασύρειν ἄλλως τε καὶ μιμητὴν αὐτῶν γενόμενον. <milestone n="322c" unit="page" resp="Spanheim"/>ὁ δὲ εἰς τοῦτο ἦλθεν ἀναισχυντίας, ὥστε τολμῆσαι τὰ ἀρχέτυπα κωμῳδεῖν τῶν ἑαυτοῦ ἔργων. ἐχρῆν δέ, ὦ Καῖσαρ, ὑπομνησθῆναί σε τῶν δακρύων ἐκείνων, ἃ τότε ἀφῆκας, ἀκροώμενος τῶν ὑπομνημάτων, ὅσα πεποίηται περὶ τῶν ἐμῶν πράξεων.</p></div></div></body></text></TEI>