<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2003.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg010.perseus-grc2" n="17"><p rend="align(indent)"><milestone n="317a" unit="page" resp="Spanheim"/>Μετὰ τοῦτο ὁ Ζεὺς ἤρετο τοὺς θεούς, πότερον χρὴ πάντας ἐπὶ τὸν ἀγῶνα καλεῖν ἤ, καθάπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσι γίνεται, ὁ τοῦ πολλὰς ἀνελομένου νίκας κρατήσας, ἑνὸς περιγενόμενος, οὐδὲν ἔλαττον δοκεῖ κἀκείνων γεγονέναι κρείσσων, οἳ προσεπάλαισαν μὲν οὐδαμῶς αὐτῷ, τοῦ κρατηθέντος δὲ ἥττους ἐγένοντο. καὶ ἐδόκει πᾶσιν ἡ <milestone n="317b" unit="page" resp="Spanheim"/>τοιαύτη σφόδρα ἐμμελῶς ἔχειν ἐξέτασις. ἐκήρυττεν οὖν ὁ Ἑρμῆς παριέναι Καίσαρα καὶ τὸν Ὀκταβιανὸν ἐπὶ τούτῳ, Τραϊανὸν δὲ ἐκ τρίτων, ὡς πολεμικωτάτους. εἶτα γενομένης σιωπῆς ὁ βασιλεὺς Κρόνος βλέψας εἰς τὸν Δία θαυμάζειν ἔφη, πολεμικοὺς μὲν αὐτοκράτορας ὁρῶν ἐπὶ τὸν ἀγῶνα τουτονὶ καλουμένους, οὐδένα μέντοι φιλόσοφον. Ἐμοὶ δέ, εἶπεν, οὐχ ἧττόν εἰσιν οἱ <milestone n="317c" unit="page" resp="Spanheim"/>τοιοῦτοι φίλοι. καλεῖτε οὖν εἴσω καὶ τὸν <pb n="v.2.p.370"/> Μάρκον. ἐπεὶ δὲ καὶ ὁ Μάρκος κληθεὶς παρῆλθε, σεμνὸς ἄγαν, ὑπὸ τῶν πόνων ἔχων τά τε ὄμματα καὶ τὸ πρόσωπον ὑπό τι συνεσταλμένον, κάλλος δὲ ἀμήχανον ἐν αὐτῷ τούτῳ δεικνύων, ἐν ᾧ παρεῖχεν ἑαυτὸν ἄκομψον καὶ ἀκαλλώπιστον· ἥ τε γὰρ ὑπήνη βαθεῖα παντάπασιν ἦν αὐτῷ καὶ τὰ ἱμάτια λιτὰ καὶ σώφρονα, καὶ ὑπὸ τῆς ἐνδείας <milestone n="317d" unit="page" resp="Spanheim"/>τῶν τροφῶν ἦν αὐτῷ τὸ σῶμα διαυγέστατον καὶ διαφανέστατον ὥσπερ αὐτὸ οἶμαι τὸ καθαρώτατον καὶ εἰλικρινέστατον φῶς·</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg010.perseus-grc2" n="18"><p>ἐπεὶ καὶ οὗτος ἦν εἴσω τῶν ἱερῶν περιβόλων, ὁ Διόνυσος εἶπεν, Ὦ βασιλεῦ Κρόνε καὶ Ζεῦ πάτερ, ἆρα ἄξιον ἐν θεοῖς ἀτελὲς εἶναί τι; τῶν δὲ οὐ φαμένων, Εἰσάγωμεν οὖν τινα καὶ ἀπολαύσεως ἐραστὴν ἐνθαδί. καὶ ὁ Ζεύς, Ἀλλ’ οὐ θεμιτὸν εἴσω φοιτᾶν, εἶπεν, ἀνδρὶ μὴ τὰ ἡμέτερα ζηλοῦντι. Γιγνέσθω τοίνυν, εἶπεν, ἐπὶ τῶν προθύρων, ὁ Διόνυσος, αὐτοῖς ἡ <milestone n="318a" unit="page" resp="Spanheim"/>κρίσις. ἀλλ’, εἰ τοῦτο δοκεῖ ταύτῃ, καλῶμεν ἄνδρα οὐκ ἀπόλεμον μέν, ἡδονῇ δὲ καὶ ἀπολαύσει χειροηθέστερον. ἡκέτω οὖν ἄχρι τῶν προθύρων ὁ Κωνσταντῖνος. ἐπεὶ δὲ ἐδέδοκτο καὶ τοῦτο, τίνα χρὴ τρόπον αὐτοὺς ἁμιλλᾶσθαι, γνώμη προυτέθη. καὶ ὁ μὲν Ἑρμῆς ἠξίου λέγειν ἕκαστον ἐν μέρει περὶ τῶν ἑαυτοῦ, τίθεσθαι δὲ τοὺς θεοὺς τὴν ψῆφον. οὐ μὴν ἐδόκει ταῦτα τῷ Ἀπόλλωνι <milestone n="318b" unit="page" resp="Spanheim"/>καλῶς ἔχειν· ἀληθείας γὰρ εἶναι, καὶ οὐ πιθανότητος οὐδ’ αἱμυλίας ἐν θεοῖς ἔλεγχον καὶ ἐξέτασιν. βουλόμενος δὲ ὁ Ζεὺς ἀμφοτέροις χαρίζεσθαι καὶ ἅμα προάγειν ἐπὶ πλέον αὐτοῖς τὴν συνουσίαν, Οὐδέν, εἶπε, κωλύει λέγειν μὲν αὐτοῖς ἐπιτρέψαι, μικρὰ τοῦ ὕδατος ἐπιμετρήσαντας, εἶτα ὕστερον <pb n="v.2.p.372"/> <milestone n="318c" unit="page" resp="Spanheim"/>ἀνερωτᾶν καὶ ἀποπειρᾶσθαι τῆς ἑκάστου διανοιας. καὶ ὁ Σειληνὸς ἐπισκώπτων, Ἀλλ’ ὅπως μή, νομίσαντες αὐτὸ νέκταρ εἶναι, Τραϊανός τε καὶ Ἀλέξανδρος ἅπαν ἐκροφήσουσι τὸ ὕδωρ, εἶτα ἀφελοῦνται τοὺς ἄλλους. καὶ ὁ Ποσειδῶν, Οὐ τοὐμοῦ ὕδατος, εἶπεν, ἀλλὰ τοῦ ὑμετέρου πώματος ἐρασταὶ τὼ <milestone n="318d" unit="page" resp="Spanheim"/>ἄνδρε ἐγενέσθην. ὑπὲρ τῶν σεαυτοῦ τοιγαροῦν ἀμπέλων μᾶλλον ἢ τῶν ἐμῶν πηγῶν ἄξιόν ἐστί σοι δεδιέναι. καὶ ὁ Σειληνὸς δηχθεὶς ἐσιώπα, καὶ τοῖς ἀγωνιζομένοις ἐκ τούτου τὸν νοῦν προσεῖχεν.</p></div></div></body></text></TEI>