Μετὰ τοῦτο ὁ Ζεὺς ἤρετο τοὺς θεούς, πότερον χρὴ πάντας ἐπὶ τὸν ἀγῶνα καλεῖν ἤ, καθάπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσι γίνεται, ὁ τοῦ πολλὰς ἀνελομένου νίκας κρατήσας, ἑνὸς περιγενόμενος, οὐδὲν ἔλαττον δοκεῖ κἀκείνων γεγονέναι κρείσσων, οἳ προσεπάλαισαν μὲν οὐδαμῶς αὐτῷ, τοῦ κρατηθέντος δὲ ἥττους ἐγένοντο. καὶ ἐδόκει πᾶσιν ἡ τοιαύτη σφόδρα ἐμμελῶς ἔχειν ἐξέτασις. ἐκήρυττεν οὖν ὁ Ἑρμῆς παριέναι Καίσαρα καὶ τὸν Ὀκταβιανὸν ἐπὶ τούτῳ, Τραϊανὸν δὲ ἐκ τρίτων, ὡς πολεμικωτάτους. εἶτα γενομένης σιωπῆς ὁ βασιλεὺς Κρόνος βλέψας εἰς τὸν Δία θαυμάζειν ἔφη, πολεμικοὺς μὲν αὐτοκράτορας ὁρῶν ἐπὶ τὸν ἀγῶνα τουτονὶ καλουμένους, οὐδένα μέντοι φιλόσοφον. Ἐμοὶ δέ, εἶπεν, οὐχ ἧττόν εἰσιν οἱ τοιοῦτοι φίλοι. καλεῖτε οὖν εἴσω καὶ τὸν Μάρκον. ἐπεὶ δὲ καὶ ὁ Μάρκος κληθεὶς παρῆλθε, σεμνὸς ἄγαν, ὑπὸ τῶν πόνων ἔχων τά τε ὄμματα καὶ τὸ πρόσωπον ὑπό τι συνεσταλμένον, κάλλος δὲ ἀμήχανον ἐν αὐτῷ τούτῳ δεικνύων, ἐν ᾧ παρεῖχεν ἑαυτὸν ἄκομψον καὶ ἀκαλλώπιστον· ἥ τε γὰρ ὑπήνη βαθεῖα παντάπασιν ἦν αὐτῷ καὶ τὰ ἱμάτια λιτὰ καὶ σώφρονα, καὶ ὑπὸ τῆς ἐνδείας τῶν τροφῶν ἦν αὐτῷ τὸ σῶμα διαυγέστατον καὶ διαφανέστατον ὥσπερ αὐτὸ οἶμαι τὸ καθαρώτατον καὶ εἰλικρινέστατον φῶς· ἐπεὶ καὶ οὗτος ἦν εἴσω τῶν ἱερῶν περιβόλων, ὁ Διόνυσος εἶπεν, Ὦ βασιλεῦ Κρόνε καὶ Ζεῦ πάτερ, ἆρα ἄξιον ἐν θεοῖς ἀτελὲς εἶναί τι; τῶν δὲ οὐ φαμένων, Εἰσάγωμεν οὖν τινα καὶ ἀπολαύσεως ἐραστὴν ἐνθαδί. καὶ ὁ Ζεύς, Ἀλλ’ οὐ θεμιτὸν εἴσω φοιτᾶν, εἶπεν, ἀνδρὶ μὴ τὰ ἡμέτερα ζηλοῦντι. Γιγνέσθω τοίνυν, εἶπεν, ἐπὶ τῶν προθύρων, ὁ Διόνυσος, αὐτοῖς ἡ κρίσις. ἀλλ’, εἰ τοῦτο δοκεῖ ταύτῃ, καλῶμεν ἄνδρα οὐκ ἀπόλεμον μέν, ἡδονῇ δὲ καὶ ἀπολαύσει χειροηθέστερον. ἡκέτω οὖν ἄχρι τῶν προθύρων ὁ Κωνσταντῖνος. ἐπεὶ δὲ ἐδέδοκτο καὶ τοῦτο, τίνα χρὴ τρόπον αὐτοὺς ἁμιλλᾶσθαι, γνώμη προυτέθη. καὶ ὁ μὲν Ἑρμῆς ἠξίου λέγειν ἕκαστον ἐν μέρει περὶ τῶν ἑαυτοῦ, τίθεσθαι δὲ τοὺς θεοὺς τὴν ψῆφον. οὐ μὴν ἐδόκει ταῦτα τῷ Ἀπόλλωνι καλῶς ἔχειν· ἀληθείας γὰρ εἶναι, καὶ οὐ πιθανότητος οὐδ’ αἱμυλίας ἐν θεοῖς ἔλεγχον καὶ ἐξέτασιν. βουλόμενος δὲ ὁ Ζεὺς ἀμφοτέροις χαρίζεσθαι καὶ ἅμα προάγειν ἐπὶ πλέον αὐτοῖς τὴν συνουσίαν, Οὐδέν, εἶπε, κωλύει λέγειν μὲν αὐτοῖς ἐπιτρέψαι, μικρὰ τοῦ ὕδατος ἐπιμετρήσαντας, εἶτα ὕστερον ἀνερωτᾶν καὶ ἀποπειρᾶσθαι τῆς ἑκάστου διανοιας. καὶ ὁ Σειληνὸς ἐπισκώπτων, Ἀλλ’ ὅπως μή, νομίσαντες αὐτὸ νέκταρ εἶναι, Τραϊανός τε καὶ Ἀλέξανδρος ἅπαν ἐκροφήσουσι τὸ ὕδωρ, εἶτα ἀφελοῦνται τοὺς ἄλλους. καὶ ὁ Ποσειδῶν, Οὐ τοὐμοῦ ὕδατος, εἶπεν, ἀλλὰ τοῦ ὑμετέρου πώματος ἐρασταὶ τὼ ἄνδρε ἐγενέσθην. ὑπὲρ τῶν σεαυτοῦ τοιγαροῦν ἀμπέλων μᾶλλον ἢ τῶν ἐμῶν πηγῶν ἄξιόν ἐστί σοι δεδιέναι. καὶ ὁ Σειληνὸς δηχθεὶς ἐσιώπα, καὶ τοῖς ἀγωνιζομένοις ἐκ τούτου τὸν νοῦν προσεῖχεν.