<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2003.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg009.perseus-grc2" n="6"><p rend="align(indent)">Ὅτι δὲ μία τέ ἐστιν ἀλήθεια καὶ φιλοσοφία μία καὶ ταύτης εἰσὶν ἐρασταὶ ξύμπαντες ὧν τε ὑπεμνήσθην μικρῷ πρότερον ὧν τε ἐν δίκῃ νῦν εἴποιμι ἂν τοὔνομα, τοὺς τοῦ Κιτιέως ὁμιλητὰς λέγω, οἳ τὰς πόλεις ἰδόντες ἀποδιδρασκούσας τὸ λίαν ἀκραιφνὲς καὶ καθαρὸν τῆς ἐλευθερίας τοῦ κυνὸς ἐσκέπασαν <milestone n="185d" unit="page" resp="Spanheim"/>αὐτὸν ὥσπερ οἶμαι παραπετάσμασιν οἰκονομίᾳ καὶ τῇ χρηματιστικῇ καὶ τῇ πρὸς τὴν γυναῖκα συνόδῳ καὶ παιδοτροφίᾳ, ἵν’ οἶμαι ταῖς πόλεσιν αὐτὸν ἐγγύθεν ἐπιστήσωσι φύλακα· ὅτι δὲ τὸ Γνῶθι σαυτὸν κεφάλαιον τίθενται φιλοσοφίας, οὐ μόνον ἐξ ὧν κατεβάλλοντο ξυγγραμμάτων ὑπὲρ αὐτοῦ τοῦτου πεισθείης ἄν, εἴπερ ἐθέλοις, <pb n="v.2.p.18"/> ἀλλὰ πολὺ πλέον ἀπὸ τοῦ τῆς φιλοσοφίας τέλους· <milestone n="186a" unit="page" resp="Spanheim"/>τὸ γὰρ ὁμολογουμένως ζῆν τῇ φύσει τέλος ἐποιήσαντο, οὗπερ οὐχ οἷόν τε τυχεῖν τὸν ἀγνοοῦντα, τίς καὶ ὁποῖος πέφυκεν· ὁ γὰρ ἀγνοῶν ὅστις ἐστίν, οὐκ εἴσεται δήπουθεν ὅ, τι πράττειν ἑαυτῷ προσήκει, ὥσπερ οὐδ’ ὁ τὸν σίδηρον ἀγνοῶν εἴσεται, εἴτε αὐτῷ τέμνειν εἴτε μὴ προσήκει, καὶ ὅτου δεῖ τῷ σιδήρῳ πρὸς τὸ δύνασθαι τὸ ἑαυτοῦ πράττειν· ἀλλ’ ὅτι μὲν ἡ φιλοσοφία μία τέ ἐστι καὶ πάντες ὡς ἔπος εἰπεῖν ἑνός τινος ἐφιέμενοι ὁδοῖς ἐπὶ <milestone n="186b" unit="page" resp="Spanheim"/>τοῦτο διαφόροις ἦλθον, ἀπόχρη τοσαῦτα νῦν εἰπεῖν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg009.perseus-grc2" n="7"><p>ὑπὲρ δὲ τοῦ Κυνισμοῦ σκεπτέον ἔτι.</p><p rend="align(indent)">Εἰ μὲν οὖν ἐπεποίητο τοῖς ἀνδράσι μετά τινος σπουδῆς, ἀλλὰ μὴ μετὰ παιδιᾶς τὰ συγγράμματα, τούτοις ἐχρῆν ἑπόμενον ἐπιχειρεῖν ἕκαστα ὧν διανοούμεθα περὶ τοῦ πράγματος ἐξετάζειν τὸν ἐναντίον καί, εἰ μὲν ἐφαίνετο τοῖς παλαιοῖς ὁμολογοῦντα, μήτοι ψευδομαρτυριῶν ἡμῖν ἐπισκήπτειν, εἰ δὲ μή, τότε ἐξορίζειν αὐτὰ τῆς ἀκοῆς ὥσπερ Ἀθηναῖοι τὰ ψευδῆ γράμματα τοῦ Μητρῴου. <milestone n="186c" unit="page" resp="Spanheim"/>ἐπεὶ δὲ οὐδέν ἐστιν, ὡς ἔφην, τοιοῦτον· αἵ τε γὰρ θρυλούμεναι Διογένους τραγῳδίαι Φιλίσκου τινὸς Αἰγινήτου λέγονται εἶναι, καί, εἰ Διογένους δὴ εἶεν, οὐδὲν ἄτοπόν ἐστι τὸν σοφὸν παίζειν, ἐπεὶ καὶ τοῦτο πολλοὶ φαίνονται τῶν φιλοσόφων <pb n="v.2.p.20"/> ποιήσαντες· ἐγέλα τοι, φασί, καὶ Δημόκριτος ὁρῶν σπουδάζοντας τοὺς ἀνθρώπους· μὴ δὴ πρὸς τὰς παιδιὰς αὐτῶν ἀποβλέπωμεν, ὥσπερ οἱ <milestone n="186d" unit="page" resp="Spanheim"/>μανθάνειν τι σπουδαῖον ἥκιστα ἐρῶντες, πόλει παραβάλλοντες εὐδαίμονι, πολλῶν μὲν ἱερῶν, πολλῶν δὲ ἀπορρήτων τελετῶν πλήρει, καὶ μυρίων ἔνδον ἱερέων ἁγνῶν ἐν ἁγνοῖς μενόντων χωρίοις· αὐτοῦ δὲ ἕνεκα πολλάκις τούτου, λέγω δὲ τοῦ καθαρεύειν τὰ εἴσω πάντα, τὰ περιττὰ καὶ βδελυρὰ καὶ φαῦλα τῆς πόλεως ἀπεληλακόσι, λουτρὰ δημόσια καὶ χαμαιτυπεῖα καὶ καπηλεῖα καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα· εἶτα ἄχρι τούτου γενόμενοι εἴσω μὴ παρίασιν. ὁ μὲν γὰρ τοῖς <milestone n="187a" unit="page" resp="Spanheim"/>τοιούτοις ἐντυχών, εἶτα τοῦτο οἰηθεὶς εἶναι τὴν πόλιν ἄθλιος μὲν ἀποφυγών, ἀθλιώτερος δὲ κάτω μείνας, ἐξὸν ὑπερβάντα μικρὸν ἰδεῖν τὸν Σωκράτη· χρήσομαι γὰρ ἐκείνοις ἐγὼ τοῖς ῥήμασιν, οἷς Ἀλκιβιάδης ἐπαινῶν Σωκράτη. φημὶ γὰρ δὴ τὴν Κυνικὴν φιλοσοφίαν ὁμοιοτάτην εἶναι τοῖς Σειληνοῖς τούτοις τοῖς ἐν τοῖς ἑρμογλυφείοις καθημένοις, οὕστινας ἐργάζονται οἱ δημιουργοὶ σύριγγας <milestone n="187b" unit="page" resp="Spanheim"/>ἢ αὐλοὺς ἔχοντας· οἳ διχάδε διοιχθέντες ἔνδον φαίνονται ἀγάλματα ἔχοντες θεῶν. ὡς ἂν οὖν μὴ τοιοῦτόν τι πάθωμεν, ὅσα ἔπαιξε ταῦτα αὐτὸν ἐσπουδακέναι νομίσαντες· ἔστι μὲν γάρ τι καὶ ἐν ἐκείνοις οὐκ ἄχρηστον, ὁ Κυνισμὸς δέ ἐστιν <pb n="v.2.p.22"/> ἕτερον, ὡς αὐτίκα μάλα δεῖξαι πειράσομαι· δεῦρο ἴδωμεν ἐφεξῆς ἀπὸ τῶν ἔργων, ὥσπερ αἱ ἐξιχνεύουσαι κύνες μεταθέουσι τὰ θηρία.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg009.perseus-grc2" n="8"><p rend="align(indent)">Ἡγεμόνα μὲν οὖν οὐ ῥᾴδιον εὑρεῖν, ἐφ’ ὃν <milestone n="187c" unit="page" resp="Spanheim"/>ἀνενέγκαι χρὴ πρῶτον αὐτό, εἰ καί τινες ὑπολαμβάνουσιν Ἀντισθένει τοῦτο καὶ Διογένει προσήκειν. τοῦτο γοῦν ἔοικεν Οἰνόμαος οὐκ ἀτόπως λέγειν· ὁ Κυνισμὸς οὔτε Ἀντισθενισμός ἐστιν οὔτε Διογενισμός. λέγουσι μὲν γὰρ οἱ γενναιότεροι τῶν κυνῶν, ὅτι καὶ ὁ μέγας Ἡρακλῆς, ὥσπερ οὖν τῶν ἄλλων ἀγαθῶν ἡμῖν αἴτιος κατέστη, οὕτω δὲ καὶ τούτου τοῦ βίου παράδειγμα τὸ μέγιστον κατέλιπεν ἀνθρώποις. ἐγὼ δὲ ὑπὲρ τῶν θεῶν καὶ τῶν εἰς θείαν λῆξιν πορευθέντων <milestone n="187d" unit="page" resp="Spanheim"/>εὐφημεῖν ἐθέλων πείθομαι μὲν καὶ πρὸ τούτου τινὰς οὐκ ἐν Ἕλλησι μόνον, ἀλλὰ καὶ βαρβάροις οὕτω φιλοσοφῆσαι· αὕτη γὰρ ἡ φιλοσοφία κοινή πως ἔοικεν εἶναι καὶ φυσικωτάτη καὶ δεῖσθαι οὐδ’ ἡστινοσοῦν πραγματείας· ἀλλὰ ἀπόχρη μόνον ἑλέσθαι τὰ σπουδαῖα ἀρετῆς ἐπιθυμίᾳ καὶ φυγῇ κακίας, καὶ οὔτε βίβλους ἀνελίξαι δεῖ μυρίας· πολυμαθία γάρ, φασί, νόον οὐ διδάσκει· οὔτε ἄλλο τι τῶν τοιούτων παθεῖν, ὅσα καὶ οἷα πάσχουσιν οἱ διὰ τῶν ἄλλων αἱρέσεων <milestone n="188a" unit="page" resp="Spanheim"/>ἰόντες, ἀλλὰ ἀπόχρη μόνον δύο ταῦτα τοῦ Πυθίου <pb n="v.2.p.24"/> παραινοῦντος ἀκοῦσαι, τὸ Γνῶθι σαυτὸν καὶ Παραχάραξον τὸ νόμισμα· πέφηνεν οὖν ἡμῖν ἀρχηγὸς τῆς φιλοσοφίας ὅσπερ οἶμαι τοῖς Ἕλλησι κατέστη τῶν καλῶν ἁπάντων αἴτιος, ὁ τῆς Ἑλλάδος κοινὸς ἡγεμὼν καὶ νομοθέτης καὶ βασιλεύς, ὁ ἐν Δελφοῖς θεός, ὃν ἐπειδὴ μὴ θέμις ἦν τι διαλαθεῖν, οὐδὲ ἡ Διογένους ἐπιτηδειότης ἔλαθε. προύτρεψε δὲ αὐτὸν οὐχ ὥσπερ τοὺς ἄλλους <milestone n="188b" unit="page" resp="Spanheim"/>ἔπεσιν ἐντείνων τὴν παραίνεσιν, ἀλλ’ ἔργῳ διδάσκων ὅ,τι βούλεται συμβολικῶς διὰ δυοῖν ὀνομάτοιν, Παραχάραξον εἰπὼν τὸ νόμισμα. τὸ γάρ Γνῶθι σαυτὸν οὐκ ἐκείνῳ μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἔφη καὶ λέγει, πρόκειται γὰρ οἶμαι τοῦ τεμένους. ηὑρήκαμεν δὴ τὸν ἀρχηγέτην τῆς φιλοσοφίας, ὥς που καὶ ὁ δαιμόνιός φησιν Ἰάμβλιχος, ἀλλὰ καὶ τοὺς κορυφαίους ἐν αὐτῇ, Ἀντισθένη καὶ Διογένη καὶ Κράτητα, οἷς τοῦ βίου σκοπὸς ἦν καὶ τέλος αὑτοὺς οἶμαι γνῶναι καὶ τῶν κενῶν ὑπεριδεῖν δοξῶν, ἀληθείας δέ, ἣ πάντων μὲν ἀγαθῶν θεοῖς, πάντων δὲ ἀνθρώποις <milestone n="188c" unit="page" resp="Spanheim"/>ἡγεῖται, ὅλῃ, φασίν, ἐπιδράξασθαι τῇ διανοίᾳ, ἧς οἶμαι καὶ Πλάτων καὶ Πυθαγόρας καὶ Σωκράτης οἵ τε ἐκ τοῦ Περιπάτου καὶ Ζήνων ἕνεκα πάντα ὑπέμειναν πόνον, αὑτούς τε ἐθέλοντες γνῶναι καὶ μὴ κεναῖς ἕπεσθαι δόξαις, ἀλλὰ τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν ἀνιχνεῦσαι.</p></div><pb n="v.2.p.26"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg009.perseus-grc2" n="9"><p rend="align(indent)">Φέρε οὖν, ἐπειδὴ πέφηνεν οὐκ ἄλλο μὲν ἐπιτηδεύσας Πλάτων, ἕτερον δὲ Διογένης, ἓν δέ τι καὶ ταὐτόν· εἰ γοῦν ἔροιτό τις τὸν σοφὸν Πλάτωνα <q>τὸ Γνῶθι σαυτὸν πόσου νενόμικας ἄξιον;</q> εὖ οἶδα ὅτι <milestone n="188d" unit="page" resp="Spanheim"/>τοῦ παντὸς ἂν φήσειε, καὶ λέγει δὲ ἐν Ἀλκιβιάδῃ· δεῦρο δὴ τὸ μετὰ τοῦτο φράσον ἡμῖν, ὦ δαιμόνιε Πλάτων καὶ θεῶν ἔκγονε <q>Τίνα τρόπον χρὴ πρὸς τὰς τῶν πολλῶν διακεῖσθαι δόξας,</q> ταὐτά τε ἐρεῖ καὶ ἔτι πρὸς τούτοις ὅλον ἡμῖν ἐπιτάξει διαρρήδην ἀναγνῶναι τὸν Κρίτωνα διάλογον, οὗ φαίνεται παραινῶν Σωκράτης μηδὲν φροντίζειν ἡμᾶς τῶν τοιούτων· φησὶ γοῦν· <q>Ἀλλὰ τί ἡμῖν, <milestone n="189a" unit="page" resp="Spanheim"/>ὦ μακάριε Κρίτων, οὕτω τῆς τῶν πολλῶν δόξης μέλει;</q> εἶτα ἡμεῖς τούτων ὑπεριδόντες ἀποτειχίζειν ἁπλῶς οὑτωσὶ καὶ ἀποσπᾶν ἄνδρας ἀλλήλων ἐθέλομεν, οὓς ὁ τῆς ἀληθείας συνήγαγεν ἔρως ἥ τε τῆς δόξης ὑπεροψία καὶ ἡ πρὸς τὸν ζῆλον τῆς ἀρετῆς ξύμπνοια; εἰ δὲ Πλάτωνι μὲν ἔδοξε καὶ διὰ τῶν λόγων αὐτὰ ἐργάζεσθαι, Διογένει δὲ ἀπέχρη τὰ ἔργα, διὰ τοῦτο ἄξιός ἐστιν ὑφ’ ὑμῶν ἀκούειν κακῶς; ὅρα δὲ μὴ καὶ τοῦτο αὐτὸ τῷ παντὶ κρεῖττόν ἐστιν, ἐπεὶ καὶ Πλάτων <milestone n="189b" unit="page" resp="Spanheim"/>ἐξομνύμενος φαίνεται τὰ ξυγγράμματα. <q>Οὐ γάρ ἐστι Πλάτωνος,</q> φησί, <q>ζύγγραμμα οὐδὲν οὐδ’ ἔσται, τὰ δὲ νῦν φερόμενά ἐστι Σωκράτους, ἀνδρὸς <pb n="v.2.p.28"/> καλοῦ καὶ νέου.</q> τί οὖν ἡμεῖς οὐκ ἐκ τῶν ἔργων τοῦ Διογένους σκοποῦμεν αὐτὸν τὸν Κυνισμόν, ὅστις ἐστιν; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg009.perseus-grc2" n="10"><p rend="align(indent)">Οὐκοῦν ἐπειδὴ σώματος μέρη μέν ἐστιν, οἷον ὀφθαλμοί, πόδες, χεῖρες, ἄλλα δὲ ἐπισυμβαίνει, τρίχες, ὄνυχες, ῥύπος, τοιούτων περιττωμάτων γένος, ὧν ἄνευ σῶμα ἀνθρώπινον ἀμήχανον <milestone n="189c" unit="page" resp="Spanheim"/>εἶναι, πότερον οὐ γελοῖός ἐστιν ὁ μέρη νομίσας ὄνυχας ἢ τρίχας ἢ ῥύπον καὶ τὰ δυσώδη τῶν περιττωμάτων, ἀλλ’ οὐ τὰ τιμιώτατα καὶ σπουδαῖα, πρῶτον μὲν τὰ αἰσθητήρια καὶ τούτων αὐτῶν ἅττα συνέσεως ἡμῖν ἐστι μᾶλλον αἴτια, οἷον ὀφθαλμούς, ἀκοάς; ὑπουργεῖ γὰρ ταῦτα πρὸς φρόνησιν εἴτε ἐγκατορωρυγμένῃ τῇ ψυχῇ, ὡς ἂν θᾶττον καθαρθεῖσα δύναιτο τῇ καθαρᾷ χρῆσθαι καὶ ἀκινήτῳ τοῦ φρονεῖν δυνάμει, εἴτε, ὥσπερ τινὲς οἴονται, καθάπερ δι’ ὀχετῶν τοιούτων <milestone n="189d" unit="page" resp="Spanheim"/>εἰσφερούσης τῆς ψυχῆς. συλλέγουσα γάρ, φασί, τὰ κατὰ μέρος αἰσθήματα καὶ συνέχουσα τῇ μνήμῃ γεννᾷ τὰς ἐπιστήμας. ἐγὼ δέ, εἰ μή τι τοιοῦτον ἦν ἐνθέον ἢ τέλειον ἐμποδιζόμενον δὲ ὑπ’ ἄλλων πολλῶν καὶ ποικίλων, ὃ τῶν ἐκτὸς ποιεῖται τὴν ἀντίληψιν, οὐδ’ ἂν δυνατὸν οἶμαι γενέσθαι τῶν αἰσθητῶν τὴν ἀντίληψιν. ἀλλ’ οὗτος μὲν ὁ λόγος οὐ τοῖς νῦν προσήκει. </p><p rend="align(indent)"><milestone n="190a" unit="page" resp="Spanheim"/>Διόπερ ἐπανακτέον ἐπὶ τὰ μέρη τῆς φιλοσοφίας τῆς κυνικῆς.</p></div></div></body></text></TEI>