Ἄνω ποταμῶν, τοῦτο δὴ τὸ τῆς παροιμίας. ἀνὴρ Κυνικὸς Διογένη φησὶ κενόδοξον, καὶ ψυχρολουτεῖν οὐ βούλεται, σφόδρα ἐρρωμένος τὸ σῶμα καὶ σφριγῶν καὶ τὴν ἡλικίαν ἀκμάζων, ὡς ἂν μή τι κακὸν λάβῃ, καὶ ταῦτα τοῦ θεοῦ ταῖς θεριναῖς τροπαῖς ἤδη προσιόντος. ἀλλὰ καὶ τὴν ἐδωδὴν τοῦ πολύποδος κωμῳδεῖ καί φησι τὸν Διογένη τῆς ἀνοίας καὶ κενοδοξίας ἐκτετικέναι ἱκανὰς δίκας ὥσπερ ὑπὸ κωνείου τῆς τροφῆς διαφθαρέντα. οὕτω πόρρω που σοφίας ἐλαύνει, ὥστε ἐπίσταται σαφῶς ὅτι κακὸν ὁ θάνατος. τοῦτο δὲ ἀγνοεῖν ὑπελάμβανεν ὁ σοφὸς Σωκράτης, ἀλλὰ καὶ μετ’ ἐκεῖνον Διογένης. ἀρρωστοῦντι γοῦν, φασίν, Ἀντισθένει μακρὰν καὶ δυσανάληπτον ἀρρωστίαν ξιφίδιον ἐπέδωκεν ὁ Διογένης εἰπών· εἰ φίλου χρῄζεις ὑπουργίας. οὕτως οὐδὲν ᾤετο δεινὸν ἐκεῖνος οὐδὲ ἀλγεινὸν τὸν θάνατον. ἀλλ’ ἡμεῖς οἱ τὸ σκῆπτρον ἐκεῖθεν παραλαβόντες ὑπὸ μείζονος σοφίας ἴσμεν ὅτι χαλεπὸν ὁ θάνατος, καὶ τὸ νοσεῖν δεινότερον αὐτοῦ φαμεν τοῦ θανάτου, τὸ ῥιγοῦν δὲ χαλεπώτερον τοῦ νοσεῖν. ὁ μὲν γὰρ νοσῶν μαλακῶς ἔσθ’ ὅτε θεραπεύεται, ὥστε γίνεσθαι τρυφὴν αὐτόχρημα τὴν ἀρρωστίαν, ἄλλως τε κἂν ᾖ πλούσιος. ἐθεασάμην τοι καὶ αὐτὸς νὴ Δία τρυφῶντάς τινας ἐν ταῖς νόσοις μᾶλλον ἢ τούτους αὐτοὺς ὑγιαίνοντας· καίτοι γε καὶ τότε λαμπρῶς ἐτρύφων. ὅθεν μοι καὶ παρέστη πρός τινας τῶν ἑταίρων εἰπεῖν, ὡς τούτοις ἄμεινον ἦν οἰκέταις γενέσθαι μᾶλλον ἢ δεσπόταις, καὶ πένεσθαι τοῦ κρίνου γυμνοτέροις οὖσιν ἢ πλουτεῖν ὥσπερ νῦν. ἦ γὰρ ἂν ἐπαύσαντο νοσοῦντες ἅμα καὶ τρυφῶντες. τὸ μὲν δὴ νοσοτυφεῖν καὶ νοσηλεύεσθαι τρυφηλῶς οὑτωσί τινες ἐν καλῷ ποιοῦνται· ἀνὴρ δὲ τοῦ κρύους ἀνεχόμενος καὶ θάλπος καρτερῶν οὐχὶ καὶ τῶν νοσούντων ἀθλιώτερον πράττει; ἀλγεῖ γοῦν ἀπαραμύθητα. Δεῦρο οὖν ἡμεῖς ὑπὲρ τῶν Κυνικῶν ὁπόσα διδασκάλων ἠκούσαμεν ἐν κοινῷ καταθῶμεν σκοπεῖν τοῖς ἐπὶ τὸν βίον ἰοῦσι τοῦτον· οἷς εἰ μὲν πεισθεῖεν, εὖ οἶδα, οὐδὲν οἵ γε νῦν ἐπιχειροῦντες κυνίζειν ἔσονται χείρους· ἀπειθοῦντες δὲ εἰ μέν τι λαμπρὸν καὶ σεμνὸν ἐπιτηδεύσειαν, ὑπερφωνοῦντες τὸν λόγον τὸν ἡμέτερον, οὔτι τοῖς ῥήμασιν ἀλλὰ τοῖς ἔργοις, οὐδὲν ἐμπόδιον ὅ γε ἡμέτερος οἴσει λόγος· εἰ δὲ ὑπὸ λιχνείας ἢ μαλακίας ἤ, τὸ κεφάλαιον ἵν’ εἴπω ξυνελὼν ἐν βραχεῖ, τῆς σωματικῆς ἡδονῆς δεδουλωμένοι τῶν λόγων ὀλιγωρήσειαν προσκαταγελάσαντες, ὥσπερ ἐνίοτε τῶν παιδευτηρίων καὶ τῶν δικαστηρίων οἱ κύνες τοῖς προπυλαίοις προσουροῦσιν, οὐ φροντὶς Ἱπποκλείδῃ· καὶ γὰρ οὐδὲ τῶν κυνιδίων ἡμῖν μέλει τὰ τοιαῦτα πλημμελούντων. δεῦρο οὖν ἄνωθεν ἐν κεφαλαίοις διεξέλθωμεν ἐφεξῆς τὸν λόγον, ἵνα ὑπὲρ ἑκάστου τὸ προσῆκον ἀποδιδόντες αὐτοί τε εὐκολώτερον ἀπεργασώμεθα τοῦθ’ ὅπερ διενοήθημεν καὶ σοὶ ποιήσωμεν εὐπαρακολούθητον. οὐκοῦν ἐπειδὴ τὸν κυνισμὸν εἶδός τι φιλοσοφίας εἶναι συμβέβηκεν, οὔτι φαυλότατον οὐδὲ ἀτιμότατον, ἀλλὰ τοῖς κρατίστοις ἐνάμιλλον, ὀλίγα πρότερον ὑπὲρ αὐτῆς ῥητέον ἡμῖν ἐστι τῆς φιλοσοφίας. Ἡ τῶν θεῶν εἰς ἀνθρώπους δόσις ἅμα φανοτάτῳ πυρὶ διὰ Προμηθέως καταπεμφθεῖσα ἐξ ἡλίου μετὰ τῆς Ἑρμοῦ μερίδος οὐχ ἕτερόν ἐστι παρὰ τὴν τοῦ λόγου καὶ νοῦ διανομήν· ὁ γάρ τοι Προμηθεύς, ἡ πάντα ἐπιτροπεύουσα τὰ θνητὰ πρόνοια, πνεῦμα ἔνθερμον ὥσπερ ὄργανον ὑποβάλλουσα τῇ φύσει, ἅπασι μετέδωκεν ἀσωμάτου λόγου· μετέσχε δὲ ἕκαστον οὗπερ ἠδύνατο, τὰ μὲν ἄψυχα σώματα τῆς ἕξεως μόνον, τὰ φυτὰ δὲ ἤδη καὶ τῆς ζωῆς τὰ ζῷα δὲ ψυχῆς, ὁ δὲ ἄνθρωπος καὶ λογικῆς ψυχῆς. εἰσὶ μὲν οὖν οἳ μίαν οἴονται διὰ τούτων πάντων ἥκειν φύσιν, εἰσὶ δὲ οἳ καὶ κατ’ εἶδος ταῦτα διαφέρειν. ἀλλὰ μήπω τοῦτο, μᾶλλον δὲ μηδὲ ἐν τῷ νῦν λόγῳ τοῦτο ἐξεταζέσθω, πλὴν ἐκείνου χάριν, ὅτι, τὴν φιλοσοφίαν εἴθ’, ὥσπερ τινὲς ὑπολαμβάνουσι, τέχνην τεχνῶν καὶ ἐπιστήμην ἐπιστημῶν, εἴτε ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατόν, εἴθ’, ὅπερ ὁ Πύθιος ἔφη, τὸ Γνῶθι σαυτὸν ὑπολάβοι τις, οὐδὲν διοίσει πρὸς τὸν λόγον· ἅπαντα γὰρ ταῦτα φαίνεται πρὸς ἄλληλα καὶ μάλα οἰκείως ἔχοντα. Ἀρξώμεθα δὲ πρῶτον ἀπὸ τοῦ Γνῶθι σαυτόν, ἐπειδὴ καὶ θεῖόν ἐστι τοῦτο τὸ παρακέλευσμα. οὐκοῦν ὁ γιγνώσκων αὑτὸν εἴσεται μὲν περὶ ψυχῆς, εἴσεται δὲ καὶ περὶ σώματος. καὶ τοῦτο οὐκ ἀρκέσει μόνον, ὡς ἔστιν ἄνθρωπος ψυχὴ χρωμένη σώματι, μαθεῖν, ἀλλὰ καὶ αὐτῆς τῆς ψυχῆς ἐπελεύσεται τὴν οὐσίαν, ἔπειτα ἀνιχνεύσει τὰς δυνάμεις. καὶ οὐδὲ τοῦτο μόνον ἀρκέσει αὐτῷ, ἀλλὰ καί, εἴ τι τῆς ψυχῆς ἐν ἡμῖν ἐστι κρεῖττον καὶ θειότερον, ὅπερ δὴ πάντες ἀδιδάκτως πειθόμενοι θεῖόν τι εἶναι νομίζομεν, καὶ τοῦτο ἐνιδρῦσθαι πάντες οὐρανῷ κοινῶς ὑπολαμβάνομεν. ἐπιὼν δὲ αὖθις τὰς ἀρχὰς τοῦ σώματος σκέψεται, εἴτε σύνθετον εἴτε ἁπλοῦν ἐστιν· εἶτα ὁδῷ προβαίνων ὑπέρ τε ἁρμονίας αὐτοῦ καὶ πάθους καὶ δυνάμεως καὶ πάντων ἁπλῶς ὧν δεῖται πρὸς διαμονήν. ἐπιβλέψει δὲ τὸ μετὰ τοῦτο καὶ ἀρχαῖς τεχνῶν ἐνίων, ὑφ’ ὧν βοηθεῖται πρὸς διαμονὴν τὸ σῶμα, οἷον ἰατρικῆς, γεωργίας, ἑτέρων τοιούτων. οὐ μὴν οὐδὲ τῶν ἀχρήστων καὶ περιττῶν τι παντάπασιν ἀγνοήσει, ἐπεὶ καὶ ταῦτα πρὸς κολακείαν τοῦ παθητικοῦ τῆς ψυχῆς ἡμῶν ἐπινενόηται. προσλιπαρῆσαι μὲν γὰρ τούτοις ἀποκνήσει αἰσχρὸν οἰόμενος τὸ τοιοῦτον, τὸ δοκοῦν ἐργῶδες ἐν αὐτοῖς φεύγων· τὸ δ’ ὅλον ὁποῖα ἄττα δοκεῖ καὶ οἷστισιν ἁρμόττει τῆς ψυχῆς μέρεσιν, οὐκ ἀγνοήσει. σκόπει δή, εἰ μὴ τὸ ἑαυτὸν γνῶναι πάσης μὲν ἐπιστήμης, πάσης δὲ τέχνης ἡγεῖταί τε ἅμα καὶ τοὺς καθόλου λόγους συνείληφε. τά τε γὰρ θεῖα διὰ τῆς ἐνούσης ἡμῖν θείας μερίδος τά τε θνητὰ διὰ τῆς θνητοειδοῦς μοίρας πρὸς τούτοις προσήκειν ἔφη τὸ μεταξὺ τούτων ζῷον εἰδέναι, τὸν ἄνθρωπον , τῷ μὲν καθ’ ἕκαστον θνητόν, τῷ παντὶ δὲ ἀθάνατον, καὶ μέντοι καὶ τὸν ἕνα καὶ τὸν καθ’ ἕκαστον συγκεῖσθαι ἐκ θνητῆς καὶ ἀθανάτου μερίδος. Ὅτι μέντοι καὶ τὸ τῷ θεῷ κατὰ δύναμιν ὁμοιοῦσθαι οὐκ ἄλλο τί ἐστιν ἢ τὸ τὴν ἐφικτὴν ἀνθρώποις γνῶσιν τῶν ὄντων περιποιήσασθαι, πρόδηλον ἐντεῦθεν. οὐ γὰρ ἐπὶ πλούτῳ χρημάτων τὸ θεῖον μακαρίζομεν οὐδὲ ἐπ’ ἄλλῳ τινὶ τῶν νομιζομένων ἀγαθῶν, ἀλλ’ ὅπερ Ὅμηρός φησι θεοὶ δέ τε πάντα ἴσασι, καὶ μέντοι καὶ περὶ Διὸς Ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδει· ἐπιστήμῃ γὰρ ἡμῶν οἱ θεοὶ διαφέρουσιν. ἡγεῖται γὰρ ἴσως καὶ αὐτοῖς τῶν καλῶν τὸ αὑτοὺς γινώσκειν· ὅσῳ δὴ κρείττονες ἡμῶν εἰσι τὴν οὐσίαν, τοσούτῳ γνόντες ἑαυτοὺς ἴσχουσι βελτιόνων γνῶσιν. μηδεὶς οὖν ἡμῖν τὴν φιλοσοφίαν εἰς πολλὰ διαιρείτω μηδὲ εἰς πολλὰ τεμνέτω, μᾶλλον δὲ μὴ πολλὰς ἐκ μιᾶς ποιείτω. ὥσπερ γὰρ ἀλήθεια μία, οὕτω δὲ καὶ φιλοσοφία μία· θαυμαστὸν δὲ οὐδέν, εἰ κατ’ ἄλλας καὶ ἄλλας ὁδοὺς ἐπ’ αὐτὴν πορευόμεθα. ἐπεὶ κἄν, εἴ τις θέλοι τῶν ξένων ἢ ναὶ μὰ Δία τῶν πάλαι πολιτῶν ἐπανελθεῖν εἰς Ἀθήνας, δύναιτο μὲν καὶ πλεῖν καὶ βαδίζειν, ὁδεύων δὲ οἶμαι διὰ γῆς ἢ ταῖς πλατείαις χρῆσθαι λεωφόροις ἢ ταῖς ἀτραποῖς καὶ συντόμοις ὁδοῖς· καὶ πλεῖν μέντοι δυνατὸν παρὰ τοὺς αἰγιαλούς, καὶ δὴ καὶ κατὰ τὸν Πύλιον γέροντα τέμνοντα πέλαγος μέσον. μὴ δὲ τοῦτό τις ἡμῖν προφερέτω, εἴ τινες τῶν κατ’ αὐτὰς ἰόντων τὰς ὁδοὺς ἀπεπλανήθησαν καὶ ἀλλαχοῦ που γενόμενοι, καθάπερ ὑπὸ τῆς Κίρκης ἢ τῶν Λωτοφάγων ἡδονῆς ἢ δόξης ἤ τινος ἄλλου δελεασθέντες, ἀπελείφθησαν τοῦ πρόσω βαδίζειν καὶ ἐφικνεῖσθαι τοῦ τέλους, τοὺς πρωτεύσαντας δὲ ἐν ἑκάστῃ τῶν αἱρέσεων σκοπείτω, καὶ πάντα εὑρήσει σύμφωνα. Οὐκοῦν ὁ μὲν ἐν Δελφοῖς θεὸς τὸ Γνῶθι σαυτὸν προαγορεύει, Ἡράκλειτος δὲ ἐδιζησάμην ἐμεωυτόν, ἀλλὰ καὶ Πυθαγόρας οἵ τε ἀπ’ ἐκείνου μέχρι Θεοφράστου τὸ κατὰ δύναμιν ὁμοιοῦσθαι θεῷ φασι, καὶ γὰρ καὶ Ἀριστοτέλης. ὃ γὰρ ἡμεῖς ποτέ, τοῦτο ὁ θεὸς ἀεί. γελοῖον οὖν ἂν εἴη τὸν θεὸν ἑαυτὸν μὴ εἰδέναι· κομιδῇ γὰρ οὐδὲν εἴσεται τῶν ἄλλων, εἴπερ ἑαυτὸν ἀγνοοίη· πάντα γὰρ αὐτός ἐστιν, εἴπερ καὶ ἐν ἑαυτῷ καὶ παρ’ ἑαυτῷ ἔχει τῶν ὁπωσοῦν ὄντων τὰς αἰτίας, εἴτε ἀθανάτων ἀθανάτους, εἴτε ἐπικήρων οὐ θνητὰς οὐδὲ ἐπικήρους, ἀιδίους δὲ καὶ μενούσας ἀεὶ καὶ αἳ τούτοις εἰσὶν αἰτίαι τῆς ἀειγενεσίας. ἀλλ’ οὗτος μὲν ὁ λόγος ἐστὶ μείζων.