Οὐκοῦν οὐκ ἐᾷ πρῶτον σιτεῖσθαι τὰ κατὰ γῆς δυόμενα σπέρματα· ἔσχατον μὲν γὰρ τῶν ὄντων ἡ γῆ. ἐνταῦθα δέ φησιν ἀπελαθέντα καὶ Πλάτων τὰ κακὰ στρέφεσθαι, καὶ διὰ τῶν λογίων οἱ θεοὶ σκύβαλον αὐτὸ πολλαχοῦ καλοῦσι, καὶ φεύγειν ἐντεῦθεν παρακελεύονται. πρῶτον οὖν ἡ ζωογόνος καὶ προμηθὴς θεὸς οὐδὲ ἄχρι τῆς τῶν σωμάτων τροφῆς ἐπιτρέπει τοῖς κατὰ γῆς δυομένοις χρῆσθαι, παραινοῦσά γε πρὸς τὸν οὐρανόν, μᾶλλον δὲ καὶ ὑπὲρ τὸν οὐρανὸν βλέπειν. ἑνί τινες κέχρηνται σπέρματι, τοῖς λοβοῖς, οὐ σπέρμα μᾶλλον ἢ λάχανον αὐτὸ νομίζοντες εἶναι τῷ πεφυκέναι πως ἀνωφερὲς καὶ ὀρθὸν καὶ οὐδὲ ἐρριζῶσθαι κατὰ τῆς γῆς· ἐρρίζωται δὲ ὥσπερ ἐκ δένδρου κιττοῦ τινος ἢ καὶ ἀμπέλου καρπὸς ἤρτηται καὶ καλάμης. ἀπηγόρευται μὲν οὖν ἡμῖν σπέρματι χρῆσθαι διὰ τοῦτο φυτῶν, ἐπιτέτραπται δὲ χρῆσθαι καρποῖς καὶ λαχάνοις, οὐ τοῖς χαμαιζήλοις, ἀλλὰ τοῖς ἐκ γῆς αἰρομένοις ἄνω μετεώροις. ταύτῃ τοι καὶ τῆς γογγυλίδος τὸ μὲν γεωχαρὲς ὡς χθόνιον ἐπιτάττει παραιτεῖσθαι, τὸ δὲ ἀναδυόμενον ἄνω καὶ εἰς ὕψος αἰρόμενον ὡς αὐτῷ τούτῳ καθαρὸν τυγχάνον δίδωσι προσενέγκασθαι. τῶν γοῦν λαχάνων ὀρμένοις μὲν συγχωρεῖ χρῆσθαι, ῥίζαις δὲ ἀπαγορεύει καὶ μάλιστα ταῖς ἐντρεφομέναις καὶ συμπαθούσαις τῇ γῇ. καὶ μὴν καὶ τῶν δένδρων μῆλα μὲν ὡς ἱερὰ καὶ χρυσᾶ καὶ ἀρρήτων ἄθλων καὶ τελεστικῶν εἰκόνας καταφθείρειν οὐκ ἐπέτρεψε καὶ καταναλίσκειν, ἄξιά γε ὄντα τῶν ἀρχετύπων χάριν τοῦ σέβεσθαί τε καὶ θεραπεύεσθαι· ῥοιὰς δὲ ὡς φυτὸν χθόνιον παρῃτήσατο, καὶ τοῦ φοίνικος δὲ τὸν καρπὸν ἴσως μὲν ἄν τις εἴποι διὰ τὸ μὴ γίνεσθαι περὶ τὴν Φρυγίαν, ἔνθα πρῶτον ὁ θεσμὸς κατέστη· ἐμοὶ δὲ δοκεῖ μᾶλλον ὡς ἱερὸν ἡλίου τὸ φυτὸν ἀγήρων τε ὂν οὐ συγχωρῆσαι καταναλίσκειν ἐν ταῖς ἁγιστείαις εἰς τροφὴν σώματος. ἐπὶ τούτοις ἀπηγόρευται ἰχθύσιν ἅπασι χρῆσθαι. κοινὸν δέ ἐστι τοῦτο καὶ πρὸς Αἰγυπτίους τὸ πρόβλημα. δοκεῖ δὲ ἔμοιγε δυοῖν ἕνεκεν ἄν τις ἰχθύων μάλιστα μὲν ἀεί, πάντως δὲ ἐν ταῖς ἁγιστείαις ἀποσχέσθαι, ἑνὸς μέν, ὅτι τούτων, ἃ μὴ θύομεν τοῖς θεοῖς, οὐδὲ σιτεῖσθαι προσήκει. δέος δὲ ἴσως οὐδέν, μή πού τις ἐνταῦθα λίχνος καὶ γάστρις ἐπιλάβηταί μου, ὥς που καὶ πρότερον ἤδη παθὼν αὐτὸ διαμνημονεύω, Διὰ τί δέ; οὐχὶ καὶ θύομεν αὐτῶν πολλάκις τοῖς θεοῖς ; εἰπόντος ἀκούσας. ἀλλ’ εἴχομέν τι καὶ πρὸς τοῦτο εἰπεῖν. καὶ θύομέν γε, ἔφην, ὦ μακάριε, ἔν τισι τελεστικαῖς θυσίαις, ὡς ἵππον Ῥωμαῖοι, ὡς πολλὰ καὶ ἄλλα θηρία καὶ ζῷα, κύνας ἴσως Ἕλληνες Ἑκάτῃ καὶ Ῥωμαῖοι δέ· καὶ πολλὰ παρ’ ἄλλοις ἐστὶ τῶν τελεστικῶν, καὶ δημοσίᾳ ταῖς πόλεσιν ἅπαξ τοῦ ἔτους ἢ δὶς τοιαῦτα θύματα, ἀλλ’ οὐκ ἐν ταῖς τιμητηρίοις, ὧν μόνων κοινωνεῖν ἄξιον καὶ τραπεζοῦν θεοῖς. τοὺς δὲ ἰχθύας ἐν ταῖς τιμητηρίοις οὐ θύομεν, ὅτι μήτε νέμομεν, μήτε τῆς γενέσεως αὐτῶν ἐπιμελούμεθα, μήτε ἡμῖν εἰσιν ἀγέλαι καθάπερ προβάτων καὶ βοῶν οὕτω δὲ καὶ τῶν ἰχθύων. ταῦτα μὲν γὰρ ὑφ’ ἡμῶν βοηθούμενα τὰ ζῷα καὶ πληθύνοντα διὰ τοῦτο δικαίως ἂν ἡμῖν εἴς τε τὰς ἄλλας χρείας ἐπικουροίη καὶ πρό γε τῶν ἄλλων ἐς τιμητηρίους θυσίας. εἷς μὲν δὴ λόγος οὗτος, δι’ ὃν οὐκ οἶμαι δεῖν ἰχθὺν ἐν ἁγνείας καιρῷ προσφέρεσθαι τροφήν. ἕτερος δέ, ὃν καὶ μᾶλλον ἡγοῦμαι τοῖς προειρημένοις ἁρμόζειν, ὅτι τρόπον τινὰ καὶ αὐτοὶ κατὰ τοῦ βυθοῦ δεδυκότες εἶεν ἂν χθονιώτεροι τῶν σπερμάτων, ὁ δὲ ἐπιθυμῶν ἀναπτῆναι καὶ μετέωρος ὑπὲρ τὸν ἀέρα πρὸς αὐτὰς οὐρανοῦ πτῆναι κορυφὰς δικαίως ἂν ἀποστρέφοιτο πάντα τὰ τοιαῦτα, μεταθέοι δὲ καὶ μετατρέχοι τὰ τεινόμενα πρὸς τὸν ἀέρα καὶ σπεύδοντα πρὸς τὸ ἄναντες καί, ἵνα ποιητικώτερον εἴπω, πρὸς τὸν οὐρανὸν ὁρῶντα. ὄρνισιν οὖν ἐπιτρέπει χρῆσθαι πλὴν ὀλίγων, οὓς ἱεροὺς εἶναι πάντῃ συμβέβηκε, καὶ τῶν τετραπόδων τοῖς συνήθεσιν ἔξω τοῦ χοίρου. τοῦτον δὲ ὡς χθόνιον πάντη μορφῇ τε καὶ τῷ βίῳ καὶ αὐτῷ τῷ τῆς οὐσίας λόγῳ. περιττωματικός τε γὰρ καὶ παχὺς τὴν σάρκα· τῆς ἱερᾶς ἀποκηρύττει τροφῆς. φίλον γὰρ εἶναι πεπίστευται θῦμα τοῖς χθονίοις θεοῖς οὐκ ἀπεικότως. ἀθέατον γάρ ἐστιν οὐρανοῦ τουτὶ τὸ ζῷον, οὐ μόνον οὐ βουλόμενον, ἀλλ’ οὐδὲ πεφυκὸς ἀναβλέψαι ποτέ. τοιαύτας μὲν δὴ αἰτίας ὑπὲρ τῆς ἀποχῆς ὧν ἀπέχεσθαι δεῖ εἴρηκεν ὁ θεῖος θεσμός· οἱ ξυνιέντες δὲ κοινούμεθα τοῖς ἐπισταμένοις θεούς. Ὑπὲρ δὲ ὧν ἐπιτρέπει χρῆσθαι λέγομεν τοσοῦτον, ὡς οὐ πᾶσιν ἅπαντα, τὸ δυνατὸν δὲ ὁ θεῖος νόμος τῇ ἀνθρωπίνῃ φύσει σκοπῶν ἐπέτρεψε χρῆσθαι τουτοισὶ τοῖς πολλοῖς, οὐχ ἵνα πᾶσι πάντες ἐξ ἀνάγκης χρησώμεθα· τοῦτο μὲν γὰρ ἴσως οὐκ εὔκολον· ἀλλ’ ὅπως ἐκείνῳ, ὅτῳ ἄρα πρῶτον μὲν ἡ τοῦ σώματος συγχωρεῖ δύναμις, εἶτά τις περιουσία συντρέχει καὶ τρίτον ἡ προαίρεσις, ἣν ἐν τοῖς ἱεροῖς οὕτως ἄξιον ἐπιτείνειν, ὥστε καὶ ὑπὲρ τὴν τοῦ σώματος δύναμιν ὁρμᾶν καὶ προθυμεῖσθαι τοῖς θείοις ἀκολουθεῖν θεσμοῖς. ἔστι γὰρ δὴ τοῦτο μάλιστα μὲν ἀνυσιμώτερον αὐτῇ τῇ ψυχῇ πρὸς σωτηρίαν, εἰ μείζονα λόγον αὑτῆς, ἀλλὰ μὴ τοῦ σώματος τῆς ἀσφαλείας ποιήσαιτο, πρὸς δὲ καὶ αὐτὸ τὸ σῶμα μείζονος καὶ θαυμασιωτέρας φαίνεται λεληθότως τῆς ὠφελείας μεταλαγχάνον. ὅταν γὰρ ἡ ψυχὴ πᾶσαν ἑαυτὴν δῷ τοῖς θεοῖς, ὅλα τὰ καθ’ ἑαυτὴν ἐπιτρέψασα τοῖς κρείττοσιν, ἑπομένης οἶμαι τῆς ἁγιστείας καὶ πρό γε ταύτης τῶν θείων θεσμῶν ἡγουμένων, ὄντος οὐδενὸς λοιπὸν τοῦ ἀπείργοντος καὶ ἐμποδίζοντος· πάντα γάρ ἐστιν ἐν τοῖς θεοῖς καὶ πάντα περὶ αὐτοὺς ὑφέστηκε καὶ πάντα τῶν θεῶν ἐστι πλήρη· αὐτίκα μὲν αὐταῖς ἐλλάμπει τὸ θεῖον φῶς, θεωθεῖσαι δὲ αὗται τόνον τινὰ καὶ ῥώμην ἐπιτιθέασι τῷ συμφύτῳ πνεύματι, τοῦτο δὲ ὑπ’ αὐτῶν στομούμενον ὥσπερ καὶ κρατυνόμενον σωτηρίας ἐστὶν αἴτιον ὅλῳ τῷ σώματι. τὸ δὲ ὅτι μάλιστα μὲν πάσας τὰς νόσους, εἰ δὲ μή, ὅτι τὰς πλείστας καὶ μεγίστας ἐκ τῆς τοῦ πνεύματος εἶναι τροπῆς καὶ παραφορᾶς συμβέβηκεν, οὐδεὶς ὅστις οἶμαι τῶν Ἀσκληπιαδῶν οὐ φήσει. οἱ μὲν γὰρ καὶ πάσας φασίν, οἱ δὲ τὰς πλείστας καὶ μεγίστας καὶ ἰαθῆναι χαλεπωτάτας· μαρτυρεῖ δὲ τούτοις καὶ τὰ τῶν θεῶν λόγια, φημὶ δέ, ὅτι διὰ τῆς ἁγιστείας οὐχ ἡ ψυχὴ μόνον, ἀλλὰ καὶ τὰ σώματα βοηθείας πολλῆς καὶ σωτηρίας ἀξιοῦται· σώζεσθαι γάρ σφισι καὶ τὸ πικρᾶς ὕλης περίβλημα βρότειον οἱ θεοὶ τοῖς ὑπεράγνοις παρακελευόμενοι τῶν θεουργῶν κατεπαγγέλλονται. Τίς οὖν ἡμῖν ὑπολείπεται λόγος, ἄλλως τε καὶ ἐν βραχεῖ νυκτὸς μέρει ταῦτα ἀπνευστὶ ξυνεῖραι συγχωρηθεῖσιν, οὐδὲν οὔτε προανεγνωκόσιν οὔτε σκεψαμένοις περὶ αὐτῶν, ἀλλ’ οὐδὲ προελομένοις ὑπὲρ τούτων εἰπεῖν πρὶν ἢ τὰς δέλτους ταύτας αἰτῆσαι; μάρτυς δὲ ἡ θεός μοι τοῦ λόγου. ἀλλ’, ὅπερ ἔφην, τί τὸ λειπόμενον ἡμῖν ὑμνῆσαι τὴν θεὸν μετὰ τῆς Ἀθηνᾶς καὶ τοῦ Διονύσου, ὧν δὴ καὶ τὰς ἑορτὰς ἐν ταύταις ἔθετο ταῖς ἁγιστείαις ὁ νόμος; ὁρῶ μὲν τῆς Ἀθηνᾶς πρὸς τὴν Μητέρα τῶν θεῶν διὰ τῆς προνοητικῆς ἐν ἑκατέραις ταῖς οὐσίαις ὁμοιότητος τὴν συγγένειαν ἐπισκοπῶ δὲ καὶ τὴν Διονύσου μεριστὴν δημιουργίαν, ἣν ἐκ τῆς ἑνοειδοῦς καὶ μονίμου ζωῆς τοῦ μεγάλου Διὸς ὁ μέγας Διόνυσος παραδεξάμενος, ἅτε καὶ προελθὼν ἐξ ἐκείνου, τοῖς φαινομένοις ἅπασιν ἐγκατένειμεν, ἐπιτροπεύων καὶ βασιλεύων τῆς μεριστῆς συμπάσης δημιουργίας. προσήκει δὲ σὺν τούτοις ὑμνῆσαι καὶ τὸν Ἐπαφρόδιτον Ἑρμῆν· καλεῖται γὰρ οὕτως ὑπὸ τῶν μυστῶν ὁ θεὸς οὗτος, ὅσοι λαμπάδας φασὶν ἀνάπτειν Ἄττιδι τῷ σοφῷ. τίς οὖν οὕτω παχὺς τὴν ψυχήν, ὃς οὐ συνίησιν, ὅτι δι’ Ἑρμοῦ μὲν καὶ Ἀφροδίτης ἀνακαλεῖται πάντα πανταχοῦ τὰ τῆς γενέσεως ἔχοντα τὸ ἕνεκά του πάντη καὶ πάντως ὃ τοῦ λόγου μάλιστα ἴδιόν ἐστιν; Ἄττις δὲ οὐχ οὗτός ἐστιν ὁ μικρῷ πρόσθεν ἄφρων, νῦν δὲ ἀκούων διὰ τὴν ἐκτομὴν σοφός; ἄφρων μὲν ὅτι τὴν ὕλην εἵλετο καὶ τὴν γένεσιν ἐπιτροπεύει, σοφὸς δὲ ὅτι τὸ σκύβαλον τοῦτο εἰς κάλλος ἐκόσμησε τοσοῦτον καὶ μετέστησεν, ὅσον οὐδεμί’ ἂν μιμήσαιτο ἀνθρώπων τέχνη καὶ σύνεσις. ἀλλὰ τί πέρας ἔσται μοι τῶν λόγων; ἢ δῆλον ὡς ὁ τῆς μεγάλης ὕμνος θεοῦ; Ὦ θεῶν καὶ ἀνθρώπων μῆτερ, ὦ τοῦ μεγάλου σύνθωκε καὶ σύνθρονε Διός, ὦ πηγὴ τῶν νοερῶν θεῶν, ὦ τῶν νοητῶν ταῖς ἀχράντοις οὐσίαις συνδραμοῦσα καὶ τὴν κοινὴν ἐκ πάντων αἰτίαν παραδεξαμένη καὶ τοῖς νοεροῖς ἐνδιδοῦσα ζωογόνε θεὰ καὶ μῆτις καὶ πρόνοια καὶ τῶν ἡμετέρων ψυχῶν δημιουργέ, ὦ τὸν μέγαν Διόνυσον ἀγαπῶσα καὶ τὸν Ἄττιν ἐκτεθέντα περισωσαμένη καὶ πάλιν αὐτὸν εἰς τὸ γῆς ἄντρον καταδυόμενον ἐπανάγουσα, ὦ πάντων μὲν ἀγαθῶν τοῖς νοεροῖς ἡγουμένη θεοῖς, πάντων δὲ ἀποπληροῦσα τὸν αἰσθητὸν κόσμον, πάντα δὲ ἡμῖν ἐν πᾶσιν ἀγαθὰ χαρισαμένη, δίδου πᾶσι μὲν ἀνθρώποις εὐδαιμονίαν, ἧς τὸ κεφάλαιον ἡ τῶν θεῶν γνῶσίς ἐστι, κοινῇ δὲ τῷ Ῥωμαίων δήμῳ, μάλιστα μὲν ἀποτρίψασθαι τῆς ἀθεότητος τὴν κηλῖδα, πρὸς δὲ καὶ τὴν τύχην εὐμενῆ συνδιακυβερνῶσαν αὐτῷ τὰ τῆς ἀρχῆς πολλὰς χιλιάδας ἐτῶν, ἐμοὶ δὲ καρπὸν γενέσθαι τῆς περὶ σὲ θεραπείας ἀλήθειαν ἐν τοῖς περὶ θεῶν δόγμασιν, ἐν θεουργίᾳ τελειότητα, πάντων ἔργων, οἷς προσερχόμεθα περὶ τὰς πολιτικὰς καὶ στρατιωτικὰς πράξεις, ἀρετὴν μετὰ τῆς ἀγαθῆς τύχης καὶ τὸ τοῦ βίου πέρας ἄλυπόν τε καὶ εὐδόκιμον μετὰ τῆς ἀγαθῆς ἐλπίδος τῆς ἐπὶ τῇ παρ’ ὑμᾶς πορείᾳ.