Τί οὖν εἶναί φαμεν, ὡς ἐν κεφαλαίῳ; κατανοήσαντες ἄχρι τοῦ πέμπτου σώματος οὐ τὸ νοητὸν μόνον, ἀλλὰ καὶ τὰ φαινόμενα ταῦτα σώματα τῆς ἀπαθοῦς ὄντα καὶ θείας μερίδος, ἄχρι τούτου θεοὺς ἐνόμισαν ἀκραιφνεῖς εἶναι· τῇ γονίμῳ δὲ τῶν θεῶν οὐσίᾳ τῶν τῇδε παρυποστάντων, ἐξ ἀιδίου συμπροελθούσης τῆς ὕλης τοῖς θεοῖς, παρ’ αὐτῶν δὲ καὶ δι’ αὐτῶν διὰ τὸ ὑπέρπληρες αὐτῶν τῆς γονίμου καὶ δημιουργικῆς αἰτίας ἡ τῶν ὄντων προμήθεια συνουσιωμένη τοῖς θεοῖς ἐξ ἀιδίου, καὶ σύνθωκος μὲν οὖσα τῷ βασιλεῖ Διί, πηγὴ δὲ τῶν νοερῶν θεῶν, καὶ τὸ δοκοῦν ἄζωον καὶ ἄγονον καὶ σκύβαλον καὶ τῶν ὄντων, οἷον ἂν εἴποι τις, ἀποκάθαρμα καὶ τρύγα καὶ ὑποσταθμὴν διὰ τῆς τελευταίας αἰτίας τῶν θεῶν, εἰς ἣν αἱ πάντων οὐσίαι τῶν θεῶν ἀποτελευτῶσιν, ἐκόσμησέ τε καὶ διωρθώσατο καὶ πρὸς τὸ κρεῖττον μετέστησεν. Ὁ γὰρ Ἄττις οὗτος ἔχων τὴν κατάστικτον τοῖς ἄστροις τιάραν εὔδηλον ὅτι τὰς πάντων τῶν θεῶν εἰς τὸν ἐμφανῆ κόσμον ὁρωμένας λήξεις ἀρχὰς ἐποιήσατο τῆς ἑαυτοῦ βασιλείας· ἐπ’ αὐτῷ τὸ μὲν ἀκραιφνὲς καὶ καθαρὸν ἦν ἄχρι γαλαξίου· περὶ τοῦτον δὲ ἤδη τὸν τόπον μιγνυμένου πρὸς τὸ ἀπαθὲς τοῦ παθητοῦ καὶ τῆς ὕλης παρυφισταμένης ἐκεῖθεν, ἡ πρὸς ταύτην κοινωνία κατάβασίς ἐστιν εἰς τὸ ἄντρον, οὐκ ἀκουσίως μὲν γενομένη τοῖς θεοῖς καὶ τῇ τούτων Μητρί, λεγομένη δὲ ἀκουσίως γενέσθαι. φύσει γὰρ ἐν κρείττονι τοὺς θεοὺς ὄντας οὐκ ἐκεῖθεν ἐπὶ τάδε καθέλκειν ἐθέλει τὰ βελτίω, ἀλλὰ διὰ τῆς τῶν κρειττόνων συγκαταβάσεως καὶ ταῦτα ἀνάγειν ἐπὶ τὴν ἀμείνονα καὶ θεοφιλεστέραν λῆξιν. οὕτω τοι καὶ τὸν Ἄττιν οὐ κατεχθραίνουσα μετὰ τὴν ἐκτομὴν ἡ Μήτηρ λέγεται, ἀλλὰ ἀγανακτεῖ μὲν οὐκέτι, ἀγανακτοῦσα δὲ λέγεται διὰ τὴν συγκατάβασιν, ὅτι κρείττων ὢν καὶ θεὸς ἔδωκεν ἑαυτὸν τῷ καταδεεστέρῳ· στήσαντα δὲ αὐτὸν τῆς ἀπειρίας τὴν πρόοδον καὶ τὸ ἀκόσμητον τοῦτο κοσμήσαντα διὰ τῆς πρὸς τὸν ἰσημερινὸν κύκλον συμπαθείας, ἵνα ὁ μέγας Ἥλιος τῆς ὡρισμένης κινήσεως τὸ τελειότατον κυβερνᾷ μέτρον, ἐπανάγει πρὸς ἑαυτὴν ἡ θεὸς ἀσμένως, μᾶλλον δὲ ἔχει παρ’ ἑαυτῇ. καὶ οὐδέποτε γέγονεν, ὅτε μὴ ταῦτα τοῦτον εἶχε τὸν τρόπον, ὅνπερ νῦν ἔχει, ἀλλ’ ἀεὶ μὲν Ἄττις ἐστὶν ὑπουργὸς τῇ Μητρὶ καὶ ἡνίοχος, ἀεὶ δὲ ὀργᾷ εἰς τὴν γένεσιν, ἀεὶ δὲ ἀποτέμνεται τὴν ἀπειρίαν διὰ τῆς ὡρισμένης τῶν εἰδῶν αἰτίας. ἐπαναγόμενος δὲ ὥσπερ ἐκ γῆς τῶν ἀρχαίων αὖθις λέγεται δυναστεύειν σκήπτρων, ἐκπεσὼν μὲν αὐτῶν οὐδαμῶς οὐδὲ ἐκπίπτων, ἐκπεσεῖν δὲ αὐτῶν λεγόμενος διὰ τὴν πρὸς τὸ παθητὸν σύμμιξιν. Ἀλλ’ ἐκεῖνο ἴσως ἄξιον προσαπορῆσαι· διττῆς γὰρ οὔσης τῆς ἰσημερίας, οὐ τὴν ἐν ταῖς χηλαῖς, τὴν δὲ ἐν τῷ κριῷ προτιμῶσι. τίς οὖν αἰτία τούτου, φανερὸν δήπουθεν. ἐπειδὴ γὰρ ἡμῖν ὁ ἥλιος ἄρχεται τότε πλησιάζειν ἀπὸ τῆς ἰσημερίας, αὐξομένης οἶμαι τῆς ἡμέρας, ἔδοξεν οὗτος ὁ καιρὸς ἁρμοδιώτερος. ἔξω γὰρ τῆς αἰτίας, ἥ φησι τοῖς θεοῖς εἶναι τὸ φῶς σύνδρομον, ἔχειν οἰκείως πιστευτέον τοῖς ἀφεθῆναι τῆς γενέσεως σπεύδουσι τὰς ἀναγωγοὺς ἀκτῖνας ἡλίου. σκόπει δὲ ἐναργῶς· ἕλκει μὲν ἀπὸ τῆς γῆς πάντα καὶ προκαλεῖται καὶ βλαστάνειν ποιεῖ τῇ ζωπυρίδι καὶ θαυμαστῇ θέρμῃ, διακρίνων οἶμαι πρὸς ἄκραν λεπτότητα τὰ σώματα, καὶ τὰ φύσει φερόμενα κάτω κουφίζει. τὰ δὴ τοιαῦτα τῶν ἀφανῶν αὐτοῦ δυνάμεων ποιητέον τεκμήρια. ὁ γὰρ ἐν τοῖς σώμασι διὰ τῆς σωματοειδοῦς θέρμης οὕτω τοῦτο ἀπεργαζόμενος πῶς οὐ διὰ τῆς ἀφανοῦς καὶ ἀσωμάτου πάντη καὶ θείας καὶ καθαρᾶς ἐν ταῖς ἀκτῖσιν ἱδρυμένης οὐσίας ἕλξει καὶ ἀνάξει τὰς εὐτυχεῖς ψυχάς; οὐκοῦν ἐπειδὴ πέφηνεν οἰκεῖον μὲν τοῖς θεοῖς τὸ φῶς τοῦτο καὶ τοῖς ἀναχθῆναι σπεύδουσιν, αὔξεται δὲ ἐν τῷ παρ’ ἡμῖν κόσμῳ τὸ τοιοῦτον, ὥστε εἶναι τὴν ἡμέραν μείζω τῆς νυκτός, Ἡλίου τοῦ βασιλέως ἐπιπορεύεσθαι τὸν κριὸν ἀρξαμένου· δέδεικται δὴ καὶ ἀναγωγὸν φύσει τὸ τῶν ἀκτίνων τοῦ θεοῦ διά τε τῆς φανερᾶς ἐνεργείας καὶ τῆς ἀφανοῦς, ὑφ’ ἧς παμπληθεῖς ἀνήχθησαν ψυχαὶ τῶν αἰσθήσεων ἀκολουθήσασαι τῇ φανοτάτῃ καὶ μάλιστα ἡλιοειδεῖ. τὴν γὰρ τοιαύτην τῶν ὀμμάτων αἴσθησιν οὐκ ἀγαπητὴν μόνον οὐδὲ χρήσιμον εἰς τὸν βίον, ἀλλὰ καὶ πρὸς σοφίαν ὁδηγὸν ὁ δαιμόνιος ἀνύμνησε Πλάτων. εἰ δὲ καὶ τῆς ἀρρήτου μυσταγωγίας ἁψαίμην, ἣν ὁ Χαλδαῖος περὶ τὸν ἑπτάκτινα θεὸν ἐβάκχευσεν, ἀνάγων δι’ αὐτοῦ τὰς ψυχάς, ἄγνωστα ἐρῶ, καὶ μάλα γε ἄγνωστα τῷ συρφετῷ, θεουργοῖς δὲ τοῖς μακαρίοις γνώριμα· διόπερ αὐτὰ σιωπήσω τανῦν. Ὅπερ δὲ ἔλεγον, ὅτι καὶ τὸν καιρὸν οὐκ ἀλόγως ὑποληπτέον, ἀλλ’ ὡς ἔνι μάλιστα μετὰ εἰκότος καὶ ἀληθοῦς λόγου παρὰ τῶν παλαιῶν τῷ θεσμῷ προστεθεῖσθαι, σημεῖον δὴ τούτου, ὅτι τὸν ἰσημερινὸν κύκλον ἡ θεὸς αὐτὴ κατενείματο. τελεῖται γὰρ περὶ τὸν ζυγὸν Δηοῖ καὶ Κόρῃ τὰ σεμνὰ καὶ ἀπόρρητα μυστήρια. καὶ τοῦτο εἰκότως γίνεται. χρὴ γὰρ καὶ ἀπιόντι τῷ θεῷ τελεσθῆναι πάλιν, ἵνα μηδὲν ὑπὸ τῆς ἀθέου καὶ σκοτεινῆς δυσχερὲς πάθωμεν ἐπικρατούσης δυνάμεως. δὶς γοῦν Ἀθηναῖοι τῇ Δηοῖ τελοῦσι τὰ μυστήρια, ἐν αὐτῷ μὲν τῷ κριῷ τὰ μικρὰ, φασί, μυστήρια, τὰ μεγάλα δὲ περὶ τὰς χηλὰς ὄντος ἡλίου, δι’ ἃς ἔναγχος ἔφην αἰτίας. μεγάλα δὲ ὠνομάσθαι καὶ μικρὰ νομίζω καὶ ἄλλων ἕνεκα, μάλιστα δέ, ὡς εἰκός, τούτου ἀποχωροῦντος τοῦ θεοῦ μᾶλλον ἤπερ προσιόντος· διόπερ ἐν τούτοις ὅσον εἰς ὑπόμνησιν μόνον. ἅτε δὴ καὶ παρόντος τοῦ σωτῆρος καὶ ἀναγωγοῦ θεοῦ, τὰ προτέλεια κατεβάλλοντο τῆς τελετῆς· εἶτα μικρὸν ὕστερον ἁγνεῖαι συνεχεῖς καὶ τῶν ἱερέων ἁγιστεῖαι. ἀπιόντος δὲ λοιπὸν τοῦ θεοῦ πρὸς τὴν ἀντίχθονα ζώνην, καὶ φυλακῆς ἕνεκα καὶ σωτηρίας αὐτὸ τὸ κεφάλαιον ἐπιτελεῖται τῶν μυστηρίων. ὅρα δέ· ὥσπερ ἐνταῦθα τὸ τῆς γενέσεως αἴτιον ἀποτέμνεται, οὕτω δὲ καὶ παρὰ Ἀθηναίοις οἱ τῶν ἀρρήτων ἁπτόμενοι παναγεῖς εἰσι, καὶ ὁ τούτων ἐξάρχων ἱεροφάντης ἀπέστραπται πᾶσαν τὴν γένεσιν, ὡς οὐ μετὸν αὐτῷ τῆς ἐπ’ ἄπειρον προόδου, τῆς ὡρισμένης δὲ καὶ ἀεὶ μενούσης καὶ ἐν τῷ ἑνὶ συνεχομένης οὐσίας ἀκηράτου τε καὶ καθαρᾶς. ὑπὲρ μὲν δὴ τούτων ἀπόχρη τοσαῦτα. Λείπεται δὴ λοιπόν, ὡς εἰκός, ὑπέρ τε τῆς ἁγιστείας αὐτῆς καὶ τῆς ἁγνείας διεξελθεῖν, ἵνα καὶ ἐντεῦθεν λάβωμεν εἰς τὴν ὑπόθεσιν εἴ τι συμβάλλεται. γελοῖον δὲ αὐτίκα τοῖς πᾶσιν ἐκεῖνο φαίνεται· κρεῶν μὲν ἅπτεσθαι δίδωσιν ὁ ἱερὸς νόμος, ἀπαγορεύει δὲ τῶν σπερμάτων. οὐκ ἄψυχα μὲν ἐκεῖνα, ταῦτα δὲ ἔμψυχα; οὐ καθαρὰ μὲν ἐκεῖνα, ταῦτα δὲ αἵματος καὶ πολλῶν ἄλλων οὐκ εὐχερῶν ὄψει τε καὶ ἀκοῇ πεπληρωμένα; οὐ, τὸ μέγιστον, ἐκείνοις μὲν πρόσεστι τὸ μηδένα ἐκ τῆς ἐδωδῆς ἀδικεῖσθαι, τούτοις δὲ τὸ καταθύεσθαι καὶ κατασφάττεσθαι τὰ ζῷα ἀλγοῦντά γε, ὡς εἰκός, καὶ τρυχόμενα; ταῦτα πολλοὶ καὶ τῶν περιττῶν εἴποιεν ἄν· ἐκεῖνα δὲ ἤδη κωμῳδοῦσι καὶ τῶν ἀνθρώπων οἱ δυσσεβέστατοι. τὰ μὲν ὄρμενά φασιν ἐσθίεσθαι τῶν λαχάνων, παραιτεῖσθαι δὲ τὰς ῥίζας, ὥσπερ γογγυλίδας. καὶ σῦκα μὲν ἐσθίεσθαί φασι, ῥοιὰς δὲ οὐκέτι καὶ μῆλα πρὸς τούτοις. ταῦτα ἀκηκοὼς μινυριζόντων πολλῶν πολλάκις, ἀλλὰ καὶ αὐτὸς εἰρηκὼς πρότερον ἔοικα ἐγὼ μόνος ἐκ πάντων πολλὴν εἴσεσθαι τοῖς δεσπόταις θεοῖς μάλιστα μὲν ἅπασι, πρὸ τῶν ἄλλων δὲ τῇ Μητρὶ τῶν θεῶν, ὥσπερ ἐν τοῖς ἄλλοις ἅπασιν, οὕτω δὲ καὶ ἐν τούτῳ χάριν, ὅτι με μὴ περιεῖδεν ὥσπερ ὲν σκότῳ πλανώμενον, ἀλλά μοι πρῶτον μὲν ἐκέλευσεν ἀποκόψασθαι οὔτι κατὰ τὸ σῶμα, κατὰ δὲ τὰς ψυχικὰς ἀλόγους ὁρμὰς καὶ κινήσεις τῇ νοερᾷ καὶ προϋφεστώσῃ τῶν ψυχῶν ἡμῶν αἰτίᾳ τὰ περιττὰ καὶ μάταια. ἐπὶ νοῦν δὲ ἔδωκεν αὕτη λόγους τινὰς ἴσως οὐκ ἀπᾴδοντας πάντη τῆς ὑπὲρ θεῶν ἀληθοῦς ἅμα καὶ εὐαγοῦς ἐπιστήμης. ἀλλ’ ἔοικα γάρ, ὥσπερ οὐκ ἔχων ὅ τι φῶ, κύκλῳ περιτρέχειν. ἐμοὶ δὲ πάρεστι μὲν καὶ καθ’ ἕκαστον ἐπιόντι σαφεῖς καὶ τηλαυγεῖς αἰτίας ἀποδοῦναι, τοῦ χάριν ἡμῖν οὐ θέμις ἐστὶ προσφέρεσθαι ταῦτα, ὧν ὁ θεῖος εἴργει θεσμός· καὶ ποιήσω δὲ αὐτὸ μικρὸν ὕστερον· ἄμεινον δὲ νῦν ὥσπερ τύπους τινὰς προθεῖναι καὶ κανόνας, οἶς ἑπόμενοι, κἄν τι πολλάκις ὑπὸ τῆς σπουδῆς παρέλθῃ τὸν λόγον, ἕξομεν ὑπὲρ τούτων κρῖναι. Προσήκει δὲ πρῶτον ὑπομνῆσαι διὰ βραχέων, τίνα τε ἔφαμεν εἶναι τὸν Ἄττιν καὶ τί τὴν ἐκτομήν, τίνος τε εἶναι σύμβολα τὰ μετὰ τὴν ἐκτομὴν ἄχρι τῶν Ἱλαρίων γινόμενα καὶ τί βούλεσθαι τὴν ἁγνείαν. ὁ μὲν οὖν Ἄττις ἐλέγετο αἰτία τις οὖσα καὶ θεός, ὁ προσεχῶς δημιουργῶν τὸν ἔνυλον κόσμον, ὃς μέχρι τῶν ἐσχάτων κατιὼν ἵσταται ὑπὸ τῆς ἡλίου δημιουργικῆς κινήσεως, ὅταν ἐπὶ τῆς ἄκρως ὡρισμένης τοῦ παντὸς ὁ θεὸς γένηται περιφερείας, ᾗ τῆς ἰσημερίας τοὔνομά ἐστι κατὰ τὸ ἔργον. ἐκτομὴν δὲ ἐλέγομεν εἶναι τῆς ἀπειρίας τὴν ἐποχήν, ἣν οὐκ ἄλλως ἢ διὰ τῆς ἐπὶ τὰς πρεσβυτέρας καὶ ἀρχηγικωτέρας αἰτίας ἀνακλήσεώς τε καὶ ἀναδύσεως συμβαίνειν. αὐτῆς δὲ τῆς ἁγνείας φαμὲν τὸν σκοπὸν ἄνοδον τῶν ψυχῶν.