Τὰς ἀναφερομένας δὲ εἰς τὸν Διογένη τραγῳδίας, οὔσας μὲν καὶ ὁμολογουμένως Κυνικοῦ τινος συγγράμματα, ἀμφισβητουμένας δὲ κατὰ τοῦτο μόνον, εἴτε τοῦ διδασκάλου, τοῦ Διογένους, εἰσίν, εἴτε τοῦ μαθητοῦ Φιλίσκου, τίς οὐκ ἂν ἐπελθὼν βδελύξαιτο καὶ νομίσειεν ὑπερβολὴν ἀρρητουργίας οὐδὲ ταῖς ἑταίραις ἀπολελεῖφθαι; ταῖς Οἰνομάου δὲ ἐντυχών· ἔγραψε γὰρ καὶ τραγῳδίας τοῖς λόγοις τοῖς ἑαυτοῦ παραπλησίας, ἀρρήτων ἀρρητότερα καὶ κακῶν πέρα, καὶ οὐκέθ’ ὅ, τι φῶ περὶ αὐτῶν ἀξίως ἔχω, κἂν τὰ Μαγνήτων κακὰ, κἂν τὸ Τερμέριον, κἂν πᾶσαν ἁπλῶς αὐτοῖς ἐπιφθέγξωμαι τὴν τραγῳδίαν μετὰ τοῦ σατύρου καὶ τῆς κωμῳδίας καὶ τοῦ μίμου, οὕτω πᾶσα μὲν αἰσχρότης, πᾶσα δὲ ἀπόνοια πρὸς ὑπερβολὴν ἐν ἐκείναις τῷ ἀνδρὶ πεφιλοτέχνηται· καὶ εἰ μὲν ἐκ τούτων τις ἀξιοῖ τὸν Κυνισμὸν ὁποῖός τίς ἐστιν ἡμῖν ἐπιδεῖξαι, βλασφημῶν τοὺς θεούς, ὑλακτῶν πρὸς ἅπαντας, ὅπερ ἔφην ἀρχόμενος, ἴτω, χωρείτω, γῆν πρὸ γῆς, ὅποι βούλοιτο· εἰ δ’, ὅπερ ὁ θεὸς ἔφη Διογένει, τὸ νόμισμα παραχαράξας ἐπὶ τὴν πρὸ ταύτης εἰρημένην ὑπὸ τοῦ θεοῦ συμβουλὴν τρέποιτο, τὸ Γνῶθι σαυτόν, ὅπερ ζηλώσαντες ἐπὶ τῶν ἔργων Διογένης καὶ Κράτης φαίνονται, τοῦτο ἤδη τοῦ παντὸς ἄξιον ἔγωγε φαίην ἂν ἀνδρὶ καὶ στρατηγεῖν καὶ φιλοσοφεῖν ἐθέλοντι. τί δὲ εἶπεν ὁ θεός, ἆρ’ ἴσμεν; ὅτι τῆς τῶν πολλῶν αὐτῷ δόξης ἐπέταξεν ὑπερορᾶν καὶ παραχαράττειν οὐ τὴν ἀλήθειαν, ἀλλὰ τὸ νόμισμα. τὸ δὲ Γνῶθι σαυτὸν ἐν ποτέρᾳ θησόμεθα μοίρᾳ; πότερον ἐν τῇ τοῦ νομίσματος; ἢ τοῦτό γε αὐτὸ τῆς ἀληθείας εἶναι κεφάλαιον θήσομεν καὶ τρόπον εἰρῆσθαι τοῦ· Παραχάραξον τὸ νόμισμα διὰ τῆς Γνῶθι σαυτὸν ἀποφάσεως; ὥσπερ γὰρ ὁ τὰ νομιζόμενα παντάπασιν ἀτιμάσας, ἐπ’ αὐτὴν δὲ ἥκων τὴν ἀλήθειαν οὐδ’ ὑπὲρ ἑαυτοῦ τοῖς νομιζομένοις, ἀλλὰ τοῖς ὄντως οὖσι θήσεται, οὕτως οἶμαι καὶ ὁ γνοὺς ἑαυτὸν ὅπερ ἔστιν ἀκριβῶς εἴσεται καὶ οὐχ ὅπερ νομίζεται. πότερον οὖν οὐχ ὁ Πύθιος ἀληθής τέ ἐστι θεός, καὶ Διογένης τοῦτο ἐπέπειστο σαφῶς, ὅς γε αὐτῷ πεισθεὶς ἀντὶ φυγάδος ἀπεδείχθη οὐ τοῦ Περσῶν βασιλέως μείζων, ἀλλ’, ὡς ἡ φήμη παρέδωκεν, αὐτῷ τῷ καταλύσαντι τὸ Περσῶν κράτος καὶ ταῖς Ἡρακλέους ἁμιλλωμένῳ πράξεσιν, ὑπερβάλλεσθαι δὲ τὸν Ἀχιλλέα φιλοτιμουμένῳ ζηλωτός; οὗτος οὖν ὁ Διογένης ὁποῖός τις ἦν τά τε πρὸς τοὺς θεοὺς καὶ τὰ πρὸς ἀνθρώπους μὴ διὰ τῶν Οἰνομάου λόγων μηδὲ τῶν Φιλίσκου τραγῳδιῶν, αἷς ἐπιγράψας τὸ Διογένους ὄνομα τῆς θείας πολλά ποτε κατεψεύσατο κεφαλῆς, ἀλλὰ δι’ ὧν ἔδρασεν ἔργων ὁποῖός τις ἦν γνωριζέσθω. Ἦλθεν εἰς Ὀλυμπίαν ἐπὶ τί πρὸς Διός; ἵνα τοὺς ἀγωνιστὰς θεάσηται; τί δέ; οὐχὶ καὶ Ἰσθμίοις τοὺς αὐτοὺς καὶ Παναθηναίοις θεάσασθαι δίχα πραγμάτων οἷόν τε ἦν; ἀλλὰ ἐθέλων ἐκεῖ τοῖς κρατίστοις συγγενέσθαι τῶν Ἑλλήνων; οὐ γὰρ Ἰσθμόνδε ἐφοίτων; οὐκ ἂν οὖν εὕροις ἄλλην αἰτίαν ἢ τὴν εἰς τὸν θεὸν θεραπείαν. εἰ δ’ οὐκ ἐξεπλάγη τὸν κεραυνόν· οὐδὲ ἐγὼ μὰ τοὺς θεοὺς πολλῶν πολλάκις πειραθεὶς διοσημιῶν ἐξεπλάγην. ἀλλ’ ὅμως οὕτω δή τι τοὺς θεοὺς πέφρικα καὶ φιλῶ καὶ σέβω καὶ ἅζομαι καὶ πάνθ’ ἁπλῶς τὰ τοιαῦτα πρὸς αὐτοὺς πάσχω, ὅσαπερ ἄν τις καὶ οἷα πρὸς ἀγαθοὺς δεσπότας, πρὸς διδασκάλους, πρὸς πατέρας, πρὸς κηδεμόνας, πρὸς πάντα ἁπλῶς τὰ τοιαῦτα, ὥστε ὀλίγου δεῖν ὑπὸ τῶν σῶν ῥημάτων πρῴην ἐξανέστην. τοῦτο μὲν οὖν οὐκ οἶδ’ ὅντινα τρόπον ἐπελθὸν ἴσως σιωπᾶσθαι δέον ἐρρέθη. Διογένης δὲ καὶ πένης ὢν καὶ χρημάτων ἐνδεὴς εἰς Ὀλυμπίαν ἐβάδιζεν, Ἀλέξανδρον δὲ ἥκειν ἐκέλευε παρ’ ἑαυτόν, εἴ τῳ πιστὸς ὁ Δίων. οὕτω πρέπειν ἐνόμιζεν ἑαυτῷ μὲν φοιτᾶν ἐπὶ τὰ ἱερὰ τῶν θεῶν, τῷ βασιλικωτάτῳ δὲ τῶν καθ’ ἑαυτὸν ἐπὶ τὴν ἑαυτοῦ συνουσίαν. ἃ δὲ πρὸς Ἀρχίδαμον γέγραφεν, οὐ βασιλικαὶ παραινέσεις εἰσίν; οὐ μόνον δὲ ἐν τοῖς λόγοις ἦν ὁ Διογένης θεοσεβής, ἀλλὰ γὰρ καὶ ἐν τοῖς ἔργοις. ἑλόμενον γὰρ αὐτὸν οἰκεῖν τὰς Ἀθήνας ἐπειδὴ τὸ δαιμόνιον εἰς τὴν Κόρινθον ἀπήγαγεν, ἀφεθεὶς ὑπὸ τοῦ πριαμένου τὴν πόλιν οὐκέτ’ ᾠήθη δεῖν ἐκλιπεῖν· ἐπέπειστο γὰρ αὑτοῦ τοῖς θεοῖς μέλειν εἴς τε τὴν Κόρινθον οὐ μάτην οὐδὲ κατά τινα συντυχίαν, τρόπον δέ τινα ὑπὸ τῶν θεῶν εἰσπεπέμφθαι, ὁρῶν τὴν πόλιν τρυφῶσαν τῶν Ἀθηναίων μᾶλλον καὶ δεομένην μείζονος καὶ γενναιοτέρου σωφρονιστοῦ. Τί δέ; οὐχὶ καὶ τοῦ Κράτητος μουσικὰ καὶ χαρίεντα φέρεται πολλὰ δείγματα τῆς πρὸς τοὺς θεοὺς ὁσιότητός τε καὶ εὐλαβείας; ἄκουε γοῦν αὐτὰ παρ’ ἡμῶν, εἴ σοι μὴ σχολὴ γέγονε μαθεῖν ἐξ ἐκείνων αὐτά. Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα, Μοῦσαι Πιερίδες, κλῦτέ μοι εὐχομένῳ· Χόρτον ἐμῇ συνεχῆ δότε γαστέρι, καὶ δότε χωρίς Δουλοσύνης, ἣ δὴ λιτὸν ἔθηκε βίον. Ὠφέλιμον δὲ φίλοις, μὴ γλυκερὸν τίθετε. Χρήματα δ’ οὐκ ἐθέλω συνάγειν κλυτά, κανθάρου ὄλβον Μύρμηκός τ’ ἄφενος χρήματα μαιόμενος, Ἀλλὰ δικαιοσύνης μετέχειν καὶ πλοῦτον ἀγείρειν Εὔφορον, εὔκτητον, τίμιον εἰς ἀρετήν. Τῶν δὲ τυχὼν Ἑρμῆν καὶ Μούσας ἱλάσομ’ ἁγνάς. Οὐ δαπάναις τρυφεραῖς, ἀλλ’ ἀρεταῖς ὁσίαις. ὁρᾷς ὅτι τοὺς θεοὺς εὐφημῶν, οὐχὶ δὲ ὡς σὺ βλασφημῶν κατ’ αὐτῶν ηὔχετο; πόσαι γὰρ ἑκατόμβαι τῆς ὁσίας εἰσὶν ἀντάξιαι, ἣν καὶ ὁ δαιμόνιος Εὐριπίδης ὀρθῶς ὕμνησεν εἰπὼν Ὁσία πότνα θεῶν, ὁσία; ἢ τοῦτό σε λέληθεν, ὅτι πάντα, καὶ τὰ μεγάλα καὶ τὰ σμικρά, μετὰ τῆς ὁσίας τοῖς θεοῖς προσαγόμενα τὴν ἴσην ἔχει δύναμιν, ἐστερημένη δὲ τῆς ὁσίας οὐχ ἑκατόμβη μὰ θεούς, ἀλλὰ ἡ τῆς Ὀλυμπιάδος χιλιόμβη ἀνάλωμα μόνον ἐστίν, ἄλλο δὲ οὐδέν; ὅπερ οἶμαι γιγνώσκων ὁ Κράτης αὐτός τε διὰ μόνης ἧς εἶχεν ὁσίας τοὺς θεοὺς ἐτίμα σὺν εὐφημίᾳ καὶ τοὺς ἄλλους ἐδίδασκε μὴ τὰ δαπανήματα τῆς ὁσίας, ἀλλὰ τὴν ὁσίαν ἐκείνων προτιμᾶν ἐν ταῖς ἁγιστείαις. τοιούτω δὲ τὼ ἄνδρε τώδε γενομένω τὰ πρὸς τοὺς θεοὺς οὐκ ἀκροατήρια συνεκροτείτην οὐδ’ ὥσπερ οἱ σοφοὶ δι’ εἰκόνων καὶ μύθων τοῖς φίλοις συνεγιγνέσθην· λέγεται γὰρ ὑπ’ Εὐριπίδου καλῶς Ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ· σκιαγραφίας γάρ φησι τὸν ψευδῆ καὶ ἄδικον δεῖσθαι. τίς οὖν ὁ τρόπος αὐτοῖς τῆς συνουσίας ἐγίνετο; τῶν λόγων ἡγεῖτο τὰ ἔργα, καὶ οἱ τὴν πενίαν τιμῶντες αὐτοὶ πρῶτοι φαίνονται καὶ τῶν πατρῴων χρημάτων ὑπεριδόντες, οἱ τὴν ἀτυφίαν ἀσπασάμενοι πρῶτοι τὴν εὐτέλειαν ἤσκουν διὰ πάντων, οἱ τὸ τραγικὸν καὶ σοβαρὸν ἐκ τῶν ἀλλοτρίων ἐξαιροῦντες βίων ᾤκουν αὐτοὶ πρῶτοι τὰς ἀγορὰς ἢ τὰ τῶν θεῶν τεμένη, τῇ τρυφῇ δὲ καὶ πρὸ τῶν ῥημάτων διὰ τῶν ἔργων ἐπολέμουν, ἔργοις ἐλέγχοντες, οὐ λόγῳ βοῶντες, ὅτι τῷ Διὶ συμβασιλεύειν ἔξεστιν οὐδενὸς ἢ σμικρῶν πάνυ δεόμενον οὐδὲ παρενοχλούμενον ὑπὸ τοῦ σώματος, ἐπετίμων δὲ τοῖς ἁμαρτάνουσιν, ἡνίκα ἔζων οἱ πταίσαντες, οὐκ ἀποθανόντας ἐβλασφήμουν, ἡνίκα καὶ τῶν ἐχθρῶν οἱ μετριώτεροι σπένδονται τοῖς ἀπελθοῦσιν. ἔχει δὲ ὅ γε ἀληθινὸς κύων ἐχθρὸν οὐδένα, κἂν τὸ σωμάτιον αὐτοῦ τις πατάξῃ, κἂν τοὔνομα περιέλκῃ, κἂν λοιδορῆται καὶ βλασφημῇ, διότι τὸ μὲν τῆς ἔχθρας γίνεται πρὸς ἀντίπαλον, τὸ δὲ ὑπερβαῖνον τὴν πρὸς ἕτερον ἅμιλλαν εὐνοίᾳ τιμᾶσθαι φιλεῖ· κἄν τις ἑτέρως ἔχῃ πρὸς αὐτόν, καθάπερ οἶμαι πολλοὶ πρὸς τοὺς θεούς, ἐκείνῳ μὲν οὐκ ἔστιν ἐχθρός, οὐδὲ γὰρ βλαβερός, αὐτὸς δὲ αὑτῷ βαρύτατον ἐπιτιθεὶς τίμημα τὴν τοῦ κρείττονος ἄγνοιαν ἔρημος λείπεται τῆς ἐκείνου προστασίας. Ἀλλ’ εἰ μὲν νῦν μοι προύκειτο περὶ Κυνισμοῦ γράφειν, εἶπον ἂν ὑπὲρ τούτων ἔτι τὰ παριστάμενά μοι τῶν εἰρημένων ἴσως οὐκ ἐλάττω· νῦν δὲ ἀποδιδόντες τὸ συνεχὲς τῇ προαιρέσει περὶ τοῦ ποταποὺς εἶναι χρὴ τοὺς πλαττομένους τῶν μύθων ἐφεξῆς σκοπῶμεν. ἴσως δὲ ἡγεῖται καὶ ταύτης τῆς ἐγχειρήσεως ἐκείνη, ὁποίᾳ τινὶ φιλοσοφίᾳ προσῆκον ἡ μυθογραφία. φαίνονται γὰρ πολλοὶ καὶ τῶν φιλοσόφων αὐτὸ καὶ τῶν θεολόγων ποιήσαντες, ὥσπερ Ὀρφεὺς μὲν ὁ παλαιότατος ἐνθέως φιλοσοφήσας, οὐκ ὀλίγοι δὲ καὶ τῶν μετ’ ἐκεῖνον· οὐ μὴν ἀλλὰ καὶ Ξενοφῶν φαίνεται καὶ Ἀντισθένης καὶ Πλάτων προσχρησάμενοι πολλαχοῦ τοῖς μύθοις, ὥσθ’ ἡμῖν πέφηνεν, εἰ καὶ μὴ τῷ Κυνικῷ, φιλοσόφῳ γοῦν τινι προσήκειν ἡ μυθογραφία. Μικρὰ οὖν ὑπὲρ τῶν τῆς φιλοσοφίας εἴτε μορίων εἴτε ὀργάνων προρρητέον. ἔστι γὰρ οὐ μέγα τὸ διαφέρον ὁποτέρως ἄν τις τῷ πρακτικῷ καὶ τῷ φυσικῷ τὸ λογικὸν προσαριθμῇ· ἀναγκαῖον γὰρ ὁμοίως φαίνεται κατ’ ἀμφότερα. τριῶν δὴ τούτων αὖθις ἕκαστον εἰς τρία τέμνεται, τὸ μὲν φυσικὸν εἰς τὸ θεολογικὸν καὶ τὸ περὶ τὰ μαθήματα καὶ τρίτον τὸ περὶ τὴν τῶν γινομένων καὶ ἀπολλυμένων καὶ τῶν ἀιδίων μέν, σωμάτων δὲ ὅμως θεωρίαν, τί τὸ εἶναι αὐτοῖς καὶ τίς ἡ οὐσία ἑκάστου· τοῦ πρακτικοῦ δὲ τὸ μὲν πρὸς ἕνα ἄνδρα, ἠθικόν, οἰκονομικὸν δὲ τὸ περὶ μίαν οἰκίαν, πολιτικὸν δὲ τὸ περὶ πόλιν· ἔτι μέντοι τοῦ λογικοῦ τὸ μὲν ἀποδεικτικὸν διὰ τῶν ἀληθῶν, τὸ δὲ διὰ τῶν ἐνδόξων βιαστικόν, τὸ δὲ διὰ τῶν φαινομένων ἐνδόξων παραλογιστικόν. ὄντων δὴ τοσούτων τῶν τῆς φιλοσοφίας μερῶν, εἰ μή τί με λέληθε· καὶ οὐδὲν θαυμαστὸν ἄνδρα στρατιώτην μὴ λίαν ἐξακριβοῦν μηδ’ ἐξονυχίζειν τὰ τοιαῦτα, ἅτε οὐκ ἐκ βιβλίων ἀσκήσεως, ἀπὸ δὲ τῆς προστυχούσης αὐτὰ ἕξεως ἀποφθεγγόμενον· ἔσεσθε γοῦν μοι καὶ ὑμεῖς μάρτυρες, εἰ τὰς ἡμέρας λογίσαισθε, πόσαι τινές εἰσιν αἱ μεταξὺ ταύτης τε καὶ τῆς ἔναγχος ἡμῖν γενομένης ἀκροάσεως ὅσων τε ἡμῖν ἀσχολιῶν πλήρεις· ἀλλ’, ὅπερ ἔφην, εἰ καί τι παραλέλειπται παρ’ ἐμοῦ· καίτοι νομίζω γε μηδὲν ἐνδεῖν· πλὴν ὁ προστιθεὶς οὐκ ἐχθρός, ἀλλὰ φίλος ἔσται.