ἐπειδὴ γὰρ τοὺς μύθους προσήκει πρὸς παῖδας ἤτοι τῷ φρονεῖν, κἂν ἄνδρες ὦσιν, ἢ καὶ τοῖς καθ’ ἡλικίαν παιδαρίοις ἀπαγγέλλειν, ἐξεταστέον ὅπως μήτε εἰς θεοὺς μήτε εἰς ἀνθρώπους πλημμελὲς ἤ, καθάπερ ἔναγχος, δυσσεβές τι ῥηθείη· καὶ προσέτι τοῦτο ἐν ἅπασιν ἀκριβῶς βασανιστέον, εἰ πιθανός, εἰ τοῖς πράγμασι προσφυής, εἰ μῦθός ἐστιν ἀληθῶς ὁ πλαττόμενος. ἐπεὶ τό γε νῦν ὑπὸ σοῦ πεποιημένον οὐ μῦθός ἐστι σός· καίτοι τοῦτό γε ἐνεανιεύσω· ἀλλ’ ὁ μὲν μῦθος ἐστι παλαιός, ἐφήρμοσας δὲ αὐτὸν σὺ πράγμασιν ἑτέροις, ὅπερ οἶμαι ποιεῖν εἰώθασιν οἱ τῇ τροπικῇ χρώμενοι τῶν νοημάτων κατασκευῇ· πολὺς δὲ ἐν τούτοις ὁ Πάριός ἐστι ποιητής. ἔοικας οὖν οὐδὲ πεποιηκὼς μῦθον, ὦ ξυνετώτατε, μάτην νεανιεύεσθαι· καίτοι τοῦτο τίτθης ἔργον ἐστὶν εὐτραπέλου. Πλουτάρχου δὲ εἰ τὰ μυθικὰ διηγήματα τῶν σῶν εἴσω χειρῶν ἀφῖκτο, οὔποτ’ ἂν ἐλελήθει σε, τίνι διαφέρει πλάσαι τε ἐξ ἀρχῆς μῦθον καὶ τὸν κείμενον ἐφαρμόσαι πράγμασιν οἰκείοις. ἀλλ’ ἵνα μή σε τὴν σύντομον ὁδεύοντα βίβλοις ἐμβαλὼν μακραῖς καὶ δυσελίκτοις ἐπίσχω μικρὰ καὶ πεδήσω· σὺ δὲ οὐδὲ τὸν Δημοσθένους ἀκήκοας μῦθον, ὃν ἐποίησεν ὁ Παιανιεὺς πρὸς τοὺς Ἀθηναίους, ἡνίκα ὁ Μακεδὼν ἐξῄτει τοὺς Ἀθηναίους ῥήτορας. ἐχρῆν οὖν τι τοιοῦτο πλάσαι· ἢ πρὸς τῶν θεῶν ἔργον ἦν εἰπεῖν μυθάριόν τι τοιοῦτον; ἀναγκάσεις δέ με καὶ μυθοποιὸν γενέσθαι. Πλουσίῳ ἀνδρὶ πρόβατα ἦν πολλὰ καὶ ἀγέλαι βοῶν καὶ αἰπόλια πλατἔ αἰγῶν, ἵπποι δὲ αὐτῷ πολλάκις μυρίαι ἕλος κάτα βουκολέοντο, καὶ ποιμένες δοῦλοί τε καὶ ἐλεύθεροι μισθωτοί, καὶ βουκόλοι βοῶν καὶ αἰγῶν αἰπόλοι καὶ ἱπποφορβοὶ τῶν ἵππων, καὶ πλεῖστα κτήματα. τούτων δὲ αὐτῷ πολλὰ μὲν ὁ πατὴρ ἀπελελοίπει, πολλαπλάσια δὲ αὐτὸς ἐπεκτήσατο, πλουτεῖν θέλων ἐν δίκῃ τε καὶ παρὰ δίκην· ἔμελε γὰρ αὐτῷ τῶν θεῶν ὀλίγον. ἐγένοντο δὲ αὐτῷ γυναῖκες πολλαὶ καὶ υἱεῖς ἐξ αὐτῶν καὶ θυγατέρες, οἷς ἐκεῖνος διανείμας τὴν οὐσίαν ἔπειτα ἐτελεύτησεν, οὐδὲν αὐτοὺς οἰκονομίας πέρι διδάξας, οὐδ’ ὅπως ἄν τις δύναιτο τὰ τοιαῦτα κτᾶσθαι μὴ παρόντα ἢ παρόντα διαφυλάττειν. ᾤετο γὰρ ὑπὸ ἀμαθίας ἀρκεῖν τὸ πλῆθος, ἐπεὶ καὶ αὐτὸς ἦν οὐ μάλα ἐπιστήμων τῆς τοιαύτης τέχνης, ἅτε μὴ λόγῳ προσειληφὼς αὐτήν, ἀλλὰ συνηθείᾳ τινὶ καὶ πείρᾳ μᾶλλον, ὥσπερ οἱ φαῦλοι τῶν ἰατρῶν ἐκ τῆς ἐμπειρίας μόνον ἰώμενοι τοὺς ἀνθρώπους, ὅθεν καὶ διαφεύγει τὰ πολλὰ τῶν νοσημάτων αὐτούς. ἀρκεῖν οὖν νομίσας τὸ πλῆθος τῶν υἱέων πρὸς τὸ φυλάξαι τὴν οὐσίαν οὐδὲν ἐφρόντισεν ὅπως ἔσονται σπουδαῖοι. τὸ δὲ ἄρα αὐτοῖς ἦρξε πρῶτον μὲν τῶν εἰς ἀλλήλους ἀδικημάτων. ἐπιθυμῶν γὰρ ἕκαστος ὥσπερ ὁ πατὴρ πολλὰ ἔχειν καὶ μόνος πάντα ἐπὶ τὸν πέλας ἐτράπετο. τέως μὲν οὖν τοῦτο ἐπράττετο. προσαπέλαυον δὲ καὶ οἱ ξυγγενεῖς, οὐδ’ αὐτοὶ παιδευθέντες καλῶς, τῆς τῶν παίδων ἀνοίας τε καὶ ἀμαθίας. εἶτα ἐπίμπλατο φόνων πάντα, καὶ ἡ τραγικὴ κατάρα ὑπὸ τοῦ δαίμονος εἰς ἔργον ἤγετο· τὰ πατρῷα γὰρ θηκτῷ σιδήρῳ διελάγχανον, καὶ ἦν πάντα ἀκοσμίας πλήρη· πατρῷα μὲν ἱερὰ κατεσκάπτετο παρὰ τῶν παίδων ὀλιγωρηθέντα πρότερον ὑπὸ τοῦ πατρὸς καὶ ἀποσυληθέντα τῶν ἀναθημάτων, ἃ ἐτέθειτο παρὰ πολλῶν μὲν καὶ ἄλλων, οὐχ ἥκιστα δὲ τῶν προπατόρων αὐτοῦ. καθαιρουμένων δὲ τῶν ἱερῶν ἀνῳκοδομεῖτο παλαιὰ καὶ νέα μνήματα, προαγορεύοντος αὐτοῖς τοῦ αὐτομάτου καὶ τῆς τύχης, ὅτι ἄρα πολλῶν αὐτοῖς δεήσει μνημάτων οὐκ εἰς μακράν, ἐπειδήπερ αὐτοῖς ὀλίγον ἔμελε τῶν θεῶν. Πάντων οὖν ὁμοῦ φυρομένων καὶ ξυντελουμένων γάμων τε οὐ γάμων καὶ βεβηλουμένων ὁμοῦ τοῖς θείοις τῶν ἀνθρωπίνων, τὸν Δία ἔλεος ὑπῆλθεν· εἶτα ἀπιδὼν πρὸς τὸν Ἥλιον· ὦ παῖ, εἶπεν, οὐρανοῦ καὶ γῆς ἀρχαιότερον ἐν θεοῖς βλάστημα, μνησικακεῖν ἔτι διανοῇ τῆς ὑπεροψίας ἀνδρὶ αὐθάδει καὶ τολμηρῷ, ὅς σε ἀπολιπὼν αὑτῷ τε καὶ γένει αἴτιος ἐγένετο τῶν τηλικούτων παθημάτων; ἢ νομίζεις, ὅτι μὴ χαλεπαίνεις αὐτῷ μηδ’ ἀγανακτεῖς μηδ’ ἐπὶ τὸ γένος αὐτοῦ τοὺς οἰστοὺς θήγεις, ἔλαττον εἶναι ταύτης αἴτιος αὐτῷ τῆς ξυμφορᾶς, ἔρημον αὐτοῦ τὴν οἰκίαν ἀφείς; ἀλλ’, ἔφη, καλῶμεν τὰς Μοίρας, εἴ πῃ βοηθητέος ὁ ἀνήρ ἐστιν. αἱ δὲ ὑπήκουσαν αὐτίκα τῷ Διί. καὶ ὁ μὲν Ἥλιος, ὥσπερ ἐννοῶν τι καὶ λογιζόμενος αὐτὸς ἐν ἑαυτῷ, προσεῖχεν εἰς τὸν Δία πήξας τὰ ὄμματα. τῶν Μοιρῶν δὲ ἡ πρεσβυτάτη· Κωλύετον, ἔφη, ὦ πάτερ, ἡ Ὁσιότης ξὺν τῇ Δίκῃ. σὸν οὖν ἔργον ἐστίν, ἐπείπερ ἡμᾶς ἐκέλευσας ὑπεικαθεῖν αὐταῖς, πεῖσαι καὶ ἐκείνας. ἀλλ’ ἐμαὶ γάρ εἰσιν, ἔφη, θυγατέρες, καὶ ἄξιον δὴ ἐρέσθαι αὐτάς· τί τοίνυν, ὦ ποτνία, φατόν; ἀλλὰ τούτου μέν, εἰπέτην, ὦ πάτερ, αὐτὸς εἶ κύριος. σκόπει δὲ ὅπως ἐν ἀνθρώποις ὁ πονηρὸς οὑτοσὶ τῆς ἀνοσιουργίας ζῆλος μὴ παντάπασιν ἐπικρατήσει. πρὸς ἀμφότερα, εἶπεν, ἐγὼ σκέψομαι. καὶ αἱ Μοῖραι πλησίον παροῦσαι πάντα ἐπέκλωθον, ὡς ὁ πατὴρ ἐβούλετο. Λέγειν δὲ ὁ Ζεὺς ἄρχεται πρὸς τὸν Ἥλιον· τουτὶ τὸ παιδίον, ἔφη· ξυγγενὲς δὲ ἦν αὐτῶν ἄρα παρερριμμένον που καὶ ἀμελούμενον, ἀδελφιδοῦς ἐκείνου τοῦ πλουσίου καὶ ἀνεψιὸς τῶν κληρονόμων· τοῦτο, ἔφη, σόν ἐστιν ἔκγονον. ὄμοσον οὖν τὸ ἐμόν τε καὶ τὸ σὸν σκῆπτρον, ἦ μὴν ἐπιμελήσεσθαι διαφερόντως αὐτοῦ καὶ ποιμανεῖν αὐτὸ καὶ θεραπεύσειν τῆς νόσου. ὁρᾷς γὰρ ὅπως οἷον ὑπὸ καπνοῦ ῥύπου τε ἀναπέπλησται καὶ λιγνύος, κίνδυνός τε τὸ ὑπὸ σοῦ σπαρὲν ἐν αὐτῷ πῦρ ἀποσβῆναι, ἢν μὴ σύ γε δύσεαι ἀλκήν. σοὶ δὲ ἐγώ τε ξυγχωρῶ καὶ αἱ Μοῖραι· κόμιζε οὖν αὐτὸ καὶ τρέφε. ταῦτα ἀκούσας ὁ βασιλεὺς Ἥλιος ηὐφράνθη τε ἡσθεὶς τῷ βρέφει, σωζόμενον ἔτι καθορῶν ἐν αὐτῷ σπινθῆρα μικρὸν ἐξ ἑαυτοῦ, καὶ τὸ ἐντεῦθεν ἔτρεφεν ἐκεῖνο τὸ παιδίον, ἐξαγαγὼν ἔκ θ’ αἵματος ἔκ τε κυδοιμοῦ Ἔκ τ’ ἀνδροκτασίης. ὁ πατὴρ δὲ ὁ Ζεὺς ἐκέλευσε καὶ τὴν Ἀθηνᾶν τὴν ἀμήτορα, τὴν παρθένον ἅμα τῷ Ἡλίῳ τὸ παιδάριον ἐκτρέφειν. ἐπεὶ δὲ ἐτράφη καὶ νεανίας ἐγένετο Πρῶτον ὑπηνήτης, τοῦπερ χαριεστάτη ἥβη, κατανοήσας τῶν κακῶν τὸ πλῆθος, ὁπόσον τι περὶ τοὺς ξυγγενεῖς αὐτοῦ καὶ τοὺς ἀνεψιοὺς ἐγεγόνει, ἐδέησε μὲν αὑτὸν εἰς τὸν τάρταρον προέσθαι πρὸς τὸ μέγεθος τῶν κακῶν ἐκπλαγείς. ἐπεὶ δὲ Ἥλιος εὐμενὴς ὢν μετὰ τῆς Προνοίας Ἀθηνᾶς ὕπνον τινὰ καὶ κάρον ἐμβαλὼν τῆς ἐπινοίας ταύτης ἀπήγαγεν, αὖθις ἀνεγερθεὶς ἄπεισιν εἰς ἐρημίαν. εἶτα ἐκεῖ λίθον τινὰ εὑρὼν μικρὸν ἀνεπαύσατο καὶ πρὸς αὑτὸν ἐσκόπει, τίνα τρόπον ἐκφεύξεται τῶν τοσούτων κακῶν τὸ μέγεθος· ἤδη γὰρ αὐτῷ πάντα ἐφαίνετο μοχθηρά, καλὸν δὲ οὐδὲν οὐδαμοῦ τέως. Ἑρμῆς οὖν αὐτῷ· καὶ γὰρ εἶχεν οἰκείως πρὸς αὐτόν· ὥσπερ ἡλικιώτης νεανίσκος φανεὶς ἠσπάσατό τε φιλοφρόνως καί, Δεῦρο, εἶπεν, ἡγεμών σοι ἐγὼ ἔσομαι λειοτέρας καὶ ὁμαλεστέρας ὁδοῦ τουτὶ τὸ μικρὸν ὑπερβάντι τὸ σκολιὸν καὶ ἀπότομον χωρίον, οὗ πάντας ὁρᾶς προσπταίοντας καὶ ἀπιόντας ἐντεῦθεν ὀπίσω. καὶ ὁ νεανίσκος ἀπιὼν ᾤχετο μετὰ πολλῆς εὐλαβείας ἔχων παρ’ ἑαυτῷ ξίφος τε καὶ ἀσπίδα καὶ δόρυ, γυμνὰ δὲ αὐτῷ τέως ἦν τὰ περὶ τὴν κεφαλήν. πεποιθὼς οὖν αὐτῷ προῆγεν εἰς τὸ πρόσω διὰ λείας ὁδοῦ καὶ ἀθρύπτου καθαρᾶς τε πάνυ καὶ καρποῖς βριθούσης ἄνθεσί τε πολλοῖς καὶ ἀγαθοῖς, ὅσα ἐστὶ θεοῖς φίλα, καὶ δένδρεσι κιττοῦ καὶ δάφνης καὶ μυρρίνης. ἀγαγὼν δὲ αὐτὸν ἐπί τι μέγα καὶ ὑψηλὸν ὄρος, Ἐπὶ τούτου, ἔφη, τῆς κορυφῆς ὁ πατὴρ πάντων κάθηται τῶν θεῶν. ὅρα οὖν· ἐνταῦθά ἐστιν ὁ μέγας κίνδυνος· ὅπως αὐτὸν ὡς εὐαγέστατα προσκυνήσεις, αἰτήσῃ δὲ παρ’ αὐτοῦ ὅ, τι ἂν ἐθέλῃς· ἕλοιο δέ, ὦ παῖ, τὰ βέλτιστα. ταῦτα εἰπὼν ἀπέκρυψεν ἑαυτὸν Ἑρμῆς πάλιν. ὁ δὲ ἐβούλετο μὲν παρὰ τοῦ Ἑρμοῦ πυθέσθαι, τί ποτε αἰτήσασθαι χρὴ παρὰ τοῦ πατρὸς τῶν θεῶν, ὡς δὲ πλησίον ὄντα οὐ κατεῖδεν, Ἐνδεὴς μέν, ἔφη, καλὴ δὲ ὅμως ἡ ξυμβουλή. αἰτώμεθα οὖν ἀγαθῇ τύχῃ τὰ κράτιστα καίπερ οὔπω σαφῶς τὸν πατέρα τῶν θεῶν ὁρῶντες. Ὦ Ζεῦ πάτερ ἢ ὅ, τι σοι φίλον ὄνομα καὶ ὅπως ὀνομάζεσθαι· δείκνυέ μοι τὴν ἐπὶ σὲ φέρουσαν ὁδὸν ἄνω. κρείττονα γάρ μοι τὰ ἐκεῖ φαίνεται χωρία παρὰ σὲ μαντευομένῳ τὸ παρὰ σοὶ κάλλος ἀπὸ τῆς ἐν τούτοις ὅθεν πεπορεύμεθα τέως ἀγλαΐας. Εὐξαμένῳ ταῦτα εἴτε ὕπνος τις εἴτε ἔκστασις ἐπῆλθεν. ὁ δὲ αὐτῷ δείκνυσιν αὐτὸν τὸν Ἥλιον. ἐκπλαγεὶς οὖν ὁ νεανίσκος ὑπὸ τῆς θέας, Ἀλλὰ σοὶ μέν, εἶπεν, ὦ θεῶν πάτερ, τῶν τε ἄλλων καὶ τούτων ἕνεκα πάντων ἐμαυτὸν φέρων ἀναθήσω. περιβαλὼν δὲ τοῖς γόνασι τοῦ Ἡλίου τὰς χεῖρας ἀπρὶξ εἴχετο σώζειν ἑαυτὸν δεόμενος. ὁ δὲ καλέσας τὴν Ἀθηνᾶν ἐκέλευε πρῶτον ἀνακρίνειν αὐτόν, ὁπόσα ἐκόμισεν ὅπλα. ἐπεὶ δὲ ἑώρα τήν τε ἀσπίδα καὶ τὸ ξίφος μετὰ τοῦ δόρατος, Ἀλλὰ ποῦ σοι, ἔφη, ὦ παῖ, τὸ Γοργόνειον καὶ τὸ κράνος; ὁ δέ, Καὶ ταῦτα, εἶπε, μόγις ἐκτησάμην· οὐδεὶς γὰρ ἦν ὁ ξυμπονῶν ἐν τῇ τῶν συγγενῶν οἰκίᾳ παρερριμμένῳ. Ἴσθι οὖν, εἶπεν ὁ μέγας Ἥλιος, ὅτι σε πάντως χρὴ ἐπανελθεῖν ἐκεῖσε. ἐνταῦθα ἐδεῖτο μὴ πέμπειν αὐτὸν ἐκεῖσε πάλιν, ἀλλὰ κατέχειν, ὡς οὐκέθ’ ὕστερον ἐπανήξοντα, ἀπολούμενον δὲ ὑπὸ τῶν ἐκεῖ κακῶν. ὡς δὲ ἐλιπάρει δακρύων, Ἀλλὰ νέος εἶ, ἔφη, καὶ ἀμύητος. ἴθι οὖν παρ’ ὑμᾶς, ὡς ἂν μυηθείης ἀσφαλῶς τε ἐκεῖ διάγοις· χρὴ γάρ ς’ ἀπιέναι καὶ καθαίρειν ἐκεῖνα πάντα τὰ ἀσεβήματα, παρακαλεῖν δὲ ἐμέ τε καὶ τὴν Ἀθηνᾶν καὶ τοὺς ἄλλους θεούς. ἀκούσας ταῦτα ὁ νεανίσκος εἱστήκει σιωπῇ. καὶ ὁ μέγας Ἥλιος ἐπί τινα σκοπιὰν ἀγαγὼν αὐτόν, ἧς τὸ μὲν ἄνω φωτὸς ἦν πλῆρες, τὸ δὲ ὑποκάτω μυρίας ἀχλύος, δι’ ἧς ὥσπερ δι’ ὕδατος ἀμυδρὸν τὸ φῶς διικνεῖτο τῆς ἐκ τοῦ βασιλέως αὐγῆς Ἡλίου, Ὁρᾷς, εἶπε, τὸν ἀνεψιὸν τὸν κληρονόμον; καὶ ὅς, Ὁρῶ, ἔφη. Τί δέ; τοὺς βουκόλους τουτουσὶ καὶ τοὺς ποιμένας; καὶ τούτους ὁρᾶν εἶπεν ὁ νεανίσκος. Ποταπὸς οὖν τίς σοι ὁ κληρονόμος φαίνεται; ποταποὶ δ’ αὖ οἱ ποιμένες τε καὶ βουκόλοι; καὶ ὁ νεανίσκος, Ὁ μέν μοι, ἔφη, δοκεῖ νυστάζειν τὰ πολλὰ καὶ καταδυόμενος λεληθότως ἡδυπαθεῖν, τῶν ποιμένων δὲ ὀλίγον μέν ἐστι τὸ ἀστεῖον, τὸ πλῆθος δὲ μοχθηρὸν καὶ θηριῶδες. ἐσθίει γὰρ καὶ πιπράσκει τὰ πρόβατα καὶ ἀδικεῖ διπλῇ τὸν δεσπότην. τά τε γὰρ ποίμνια αὐτοῦ φθείρει καὶ ἐκ πολλῶν μικρὰ ἀποφέρον ἄμισθον εἶναί φησι καὶ ὀδύρεται. καίτοι κρεῖττον ἦν τοὺς μισθοὺς ἀπαιτεῖν ἐντελεῖς ἢ φθείρειν τὴν ποίμνην. Ἂν οὖν, ἔφη, σὲ ἐγὼ μετὰ ταυτησὶ τῆς Ἀθηνᾶς, ἐπιτάττοντος τοῦ Διός, ἀντὶ τοῦ κληρονόμου τούτου πάντων ἐπίτροπον τούτων καταστήσω—; πάλιν ἐνταῦθα ὁ νεανίσκος ἀντείχετο καὶ πολλὰ ἱκέτευεν αὐτοῦ μένειν. ὁ δέ, Μὴ λίαν ἀπειθὴς ἔσο, φησί, μή ποτέ ς’ ἀπεχθήρω, ὡς νῦν ἔκπαγλ’ ἐφίλησα. καὶ ὁ νεανίσκος, Ἀλλ’, ὦ μέγιστε, εἶπεν, Ἥλιε καὶ Ἀθηνᾶ, σέ τε καὶ αὐτὸν ἐπιμαρτύρομαι τὸν Δία, χρῆσθέ μοι πρὸς ὅ, τι βούλεσθε. πάλιν οὖν ὁ Ἑρμῆς ἄφνω φανεὶς ἐποίησε τὸν νεανίσκον θαρραλεώτερον. ἤδη γὰρ διενοεῖτο τῆς τε ὀπίσω πορείας καὶ τῆς ἐκεῖσε διατριβῆς ηὑρηκέναι τὸν ἡγεμόνα. καὶ ἡ Ἀθηνᾶ, Μάνθανε, εἶπεν, ὦ λῷστε, πατρὸς ἀγαθοῦ τουτουὶ τοῦ θεοῦ καὶ ἐμὸν βλάστημα. τοῦτον, ἔφη, τὸν κληρονόμον οἱ βέλτιστοι μὲν οὐκ εὐφραίνουσι τῶν ποιμένων, οἱ κόλακες δὲ καὶ οἱ μοχθηροὶ δοῦλον καὶ ὑποχείριον πεποίηνται. συμβαίνει οὖν αὐτῷ παρὰ μὲν τῶν ἐπιεικῶν μὴ φιλεῖσθαι, παρὰ δὲ τῶν νομιζομένων φιλεῖν εἰς τὰ μέγιστα ἀδικεῖσθαι. σκόπει οὖν ὅπως ἐπανελθὼν μὴ πρὸ τοῦ φίλου θήσει τὸν κόλακα. δευτέραν ἄκουέ μου παραίνεσιν, ὦ παῖ. νυστάζων οὗτος ἐξαπατᾶται τὰ πολλά· σὺ δὲ νῆφε καὶ γρηγόρει, μή σε διὰ τῆς τοῦ φίλου παρρησίας ὁ κόλαξ ἐξαπατήσας λάθοι, χαλκεὺς οἷά τις γέμων καπνοῦ καὶ μαρίλης, ἔχων ἱμάτιον λευκὸν καὶ τὰ πρόσωπα τῷ ψιμυθίῳ κεχρισμένος, εἶτα αὐτῷ δοίης γῆμαί τινα τῶν σῶν θυγατέρων. τρίτης ἐπάκουέ μου παραινέσεως, καὶ μάλα ἰσχυρῶς φύλαττε σαυτόν, αἰδοῦ δὲ καὶ ἡμᾶς μόνον, ἀνδρῶν δὲ ὅστις ἡμῖν προσόμοιός ἐστιν, ἄλλον δὲ μηδένα. ὁρᾷς ὅπως τοῦτον τὸν ἠλίθιον ἔβλαψεν αἰσχύνη καὶ τὸ λίαν ἄγαν εἶναι καταπλῆγα; Καὶ ὁ μέγας Ἥλιος αὖθις τὸν λόγον διαδεξάμενος εἶπεν. Ἑλόμενος φίλους ὡς φίλοις χρῶ, μηδὲ αὐτοὺς οἰκέτας μηδὲ θεράποντας νόμιζε, πρόσιθι δὲ αὐτοῖς ἐλευθέρως τε καὶ ἁπλούστατα καὶ γενναίως, μὴ λέγων μὲν ἄλλα, φρονῶν δὲ ἕτερα περὶ αὐτῶν. ὁρᾷς ὅτι καὶ τοῦτον τὸν κληρονόμον τοῦτο ἐπέτριψεν, ἡ πρὸς τοὺς φίλους ἀπιστία; φίλει τοὺς ἀρχομένους ὥσπερ ἡμεῖς σέ. τὰ πρὸς ἡμᾶς ἡγείσθω σοι τῶν καλῶν ἁπάντων· ἐσμὲν γάρ σου καὶ εὐεργεταὶ καὶ φίλοι καὶ σωτῆρες. ἀκούσας ταῦτα ὁ νεανίσκος διεχύθη καὶ δῆλος ἦν ἅπαντα ἤδη τοῖς θεοῖς πειθόμενος. Ἀλλ’ ἴθι, ἔφη, πορεύου μετὰ ἀγαθῆς ἐλπίδος. ἡμεῖς γάρ σοι πανταχοῦ συνεσόμεθα ἐγώ τε καὶ Ἀθηνᾶ καὶ Ἑρμῆς ὅδε καὶ σὺν ἡμῖν οἱ θεοὶ πάντες οἱ ἐν Ὀλύμπῳ καὶ οἱ περὶ τὸν ἀέρα καὶ τὴν γῆν καὶ πᾶν πανταχοῦ τὸ θεῖον γένος, ἕως ἂν τά τε πρὸς ἡμᾶς ὅσιος ᾖς καὶ τὰ πρὸς τοὺς φίλους πιστὸς καὶ τὰ πρὸς τοὺς ὑπηκόους φιλάνθρωπος, ἄρχων αὐτῶν καὶ ἡγούμενος ἐπὶ τὰ βέλτιστα· ἀλλὰ μήτε ταῖς σεαυτοῦ μήτε ταῖς ἐκείνων ἐπιθυμίαις δουλεύων ὑπεικάθῃς. ἔχων οὖν τὴν πανοπλίαν, ἣν ἐκόμισας πρὸς ἡμᾶς, ἄπιθι προσλαβὼν ταύτην μὲν τὴν δᾷδα παρ’ ἐμοῦ, ἵνα σοι καὶ ἐν τῇ γῇ φῶς λάμπῃ μέγα καὶ μηδὲν ἐπιποθῇς τῶν τῇδε, ταυτησὶ δὲ Ἀθηνᾶς τῆς καλῆς τό τε Γοργόνειον καὶ τὸ κράνος· πολλὰ γάρ, ὁρᾷς, ἐστὶν αὐτῇ, καὶ δίδωσιν οἷς ἂν ἐθέλῃ. δώσει δέ σοι καὶ Ἑρμῆς χρυσῆν ῥάβδον. ἔρχου οὖν τῇ πανοπλίᾳ κοσμηθεὶς ταύτῃ διὰ πάσης μὲν γῆς, διὰ πάσης δὲ θαλάττης, ἀμετακινήτως τοῖς ἡμετέροις πειθόμενος νόμοις, καὶ μηδείς σε μήτε ἀνδρῶν μήτε γυναικῶν, μήτε τῶν οἰκείων μήτε τῶν ξένων ἀναπείσῃ τῶν ἐντολῶν ἐκλαθέσθαι τῶν ἡμετέρων. ἐμμένων γὰρ αὐταῖς ἡμῖν μὲν ἔσῃ φίλος καὶ τίμιος, αἰδοῖος δὲ τοῖς ἀγαθοῖς ἡμῶν ὑπηρέταις, φοβερὸς δὲ ἀνθρώποις πονηροῖς καὶ κακοδαίμοσιν. ἴσθι δὲ σεαυτῷ τὰ σαρκία δεδόσθαι τῆς λειτουργίας ἕνεκα ταυτησί. βουλόμεθα γάρ σοι τὴν προγονικὴν οἰκίαν αἰδοῖ τῶν προγόνων ἀποκαθῆραι. μέμνησο οὖν, ὅτι τὴν ψυχὴν ἀθάνατον ἔχεις καὶ ἔκγονον ἡμετέραν, ἑπόμενός τε ἡμῖν ὅτι θεὸς ἔσῃ καὶ τὸν ἡμέτερον ὄψει σὺν ἡμῖν πατέρα. Τοῦτο εἴτε μῦθος εἴτε ἀληθής ἐστι λόγος οὐκ οἶδα. τὸ παρὰ σοῦ δὲ πεποιημένον, τίνα βούλει τὸν Πᾶνα, τίνα δὲ εἶναι τὸν Δία, εἰ μὴ τοῦτο, ὡς ἐσμὲν ἐγώ τε καὶ σύ, σὺ μὲν ὁ Ζεύς, ἐγὼ δὲ ὁ Πάν; ὢ τοῦ γελοίου Ψευδόπανος, γελοιοτέρου μέντοι νὴ τὸν Ἀσκληπιὸν τοῦ πάντα μᾶλλον ἢ Διὸς ἀνθρώπου. ταῦτα οὐκ ἔστιν ἀτεχνῶς ἐκ μαινομένου στόματος οὔτι τὴν ἔνθεον, ἀλλὰ τὴν ἔκπληκτον μανίαν; οὐκ οἶσθα, ὅτι καὶ ὁ Σαλμωνεὺς ἔδωκεν ὑπὲρ τούτων τοῖς θεοῖς δίκην, ὅτι ἄνθρωπος ὢν ἐπεχείρει Ζεὺς εἶναι; τὸ δὲ ἐκ τῶν Ἡσιόδου λεγόμενον ὑπὲρ τῶν ὀνομασάντων ἑαυτοὺς τοῖς τῶν θεῶν ὀνόμασιν, Ἥρας τε καὶ Διός, εἰ μήπω καὶ νῦν ἀκήκοας, ἔχω σοι συγγνῶναι· οὐδὲ γὰρ ἐπαιδοτριβήθης καλῶς οὐδὲ ἔτυχες καθηγεμόνος, ὁποίου περὶ τοὺς ποιητὰς ἐγὼ τουτουὶ τοῦ φιλοσόφου, μεθ’ ὃν ἐπὶ τὰ πρόθυρα τῆς φιλοσοφίας ἦλθον ὑπ’ ἀνδρὶ τελεσθησόμενος, ὃν νενόμικα τῶν κατ’ ἐμαυτὸν πάντων διαφέρειν. ὁ δέ με πρὸ πάντων ἀρετὴν ἀσκεῖν καὶ θεοὺς ἁπάντων τῶν καλῶν νομίζειν ἡγεμόνας ἐδίδασκεν. εἰ μὲν οὖν τι προὔργου πεποίηκεν, αὐτὸς ἂν εἰδείη καὶ πρὸ τούτου γε οἱ βασιλεῖς θεοί· τουτὶ δὲ ἐξῄρει τὸ μανιῶδες καὶ θρασύ, καὶ ἐπειρᾶτό με ποιεῖν ἐμαυτοῦ σωφρονέστερον. ἐγὼ δὲ καίπερ, ὡς οἶσθα, τοῖς ἔξωθεν πλεονεκτήμασιν ἐπτερωμένος ὑπέταξα ὅμως ἐμαυτὸν τῷ καθηγεμόνι καὶ τοῖς ἐκείνου φίλοις καὶ ἡλικιώταις καὶ συμφοιτηταῖς, καὶ ὧν ἤκουον ἐπαινουμένων παρ’ αὐτοῦ, τούτων ἔσπευδον ἀκροατὴς εἶναι, καὶ βιβλία ταῦτα ἀνεγίγνωσκον, ὁπόσα αὐτὸς δοκιμάσειεν. Οὕτως ἡμεῖς ὑφ’ ἡγεμόσι τελούμενοι, φιλοσόφῳ μὲν τῷ τὰ τῆς προπαιδείας με τελέσαντι, φιλοσοφωτάτῳ δὲ τῷ τὰ πρόθυρα τῆς φιλοσοφίας δείξαντι, σμικρὰ μὲν διὰ τὰς ἔξωθεν ἡμῖν προσπεσούσας ἀσχολίας, ὅμως δ’ οὖν ἀπελαύσαμεν τῆς ὀρθῆς ἀγωγῆς, οὐ τὴν σύντομον, ἣν σὺ φής, ἀλλὰ τὴν κύκλῳ πορευθέντες· καίτοι νὴ τοὺς θεοὺς ἐπὶ τὴν ἀρετὴν οἶμαι ὅτι σου συντομωτέραν ἐτραπόμην. ἐγὼ μὲν γὰρ αὐτῆς, εἰ μὴ φορτικὸν εἰπεῖν, ἐπὶ τοῖς προθύροις ἕστηκα, σὺ δὲ καὶ τῶν προθύρων εἶ πόρρω.· σοὶ δὲ ἀρετῆς ἢ τοῖς σοῖς ἀδελφοῖς—, ἀφελὼν δὲ τὸ δύσφημον τὸ λειπόμενον αὐτὸς ἀναπλήρωσον· εἰ βούλει δέ, καὶ παρ’ ἡμῶν αὐτὸ ἀνάσχου πρᾴως λεγόμενον, — τίς μετουσία; πᾶσιν ἐπιτιμᾷς αὐτὸς οὐδὲν ἄξιον ἐπαίνου πράττων, ἐπαινεῖς φορτικῶς ὡς οὐδεὶς τῶν ἀμαθεστάτων ῥητόρων, οἷς διὰ τὴν τῶν λόγων ἀπορίαν καὶ τὸ μὴ ἔχειν εὑρεῖν ἐκ τῶν παρόντων ὅ, τι φῶσιν, ἡ Δῆλος ἐπέρχεται καὶ ἡ Λητὼ μετὰ τῶν παίδων, εἶτα κύκνοι λιγυρὸν ᾄδοντες καὶ ἐπηχοῦντα αὐτοῖς τὰ δένδρα, λειμῶνές τε ἔνδροσοι μαλακῆς πόας καὶ βαθείας πλήρεις, ἥ τε ἐκ τῶν ἀνθέων ὀδμὴ καὶ τὸ ἔαρ αὐτὸ καί τινες εἰκόνες τοιαῦται. ποῦ τοῦτο Ἰσοκράτης ἐν τοῖς ἐγκωμιαστικοῖς ἐποίησε λόγοις; ποῦ δὲ τῶν παλαιῶν τις ἀνδρῶν, οἳ ταῖς Μούσαις ἐτελοῦντο γνησίως, ἀλλ’ οὐχ ὥσπερ οἱ νῦν; ἀφίημι δὲ τὰ ἑξῆς, ἵνα μὴ καὶ πρὸς τούτους ἀπεχθανόμενος ἅμα τοῖς τε φαυλοτάτοις τῶν Κυνικῶν καὶ τῶν ῥητόρων προσκρούσαιμι· ὡς ἔμοιγε πρός τε τοὺς κρατίστους τῶν Κυνικῶν, εἴ τις ἄρα ἔστι νῦν τοιοῦτος, καὶ πρὸς τοὺς γενναίους ῥήτοράς ἐστι φίλα πάντα. τῶν μὲν δὴ τοιούτων λόγων, εἰ καὶ πολὺ πλῆθος ἐπιρρεῖ· καὶ οὐκ ἔστιν ὅσον οὐχὶ λέγειν ἐθέλων τις ἐκ πάνυ δαψιλοῦς ἀντλήσειεν ἂν πίθου· τῆς προκειμένης ἡμῖν ἀσχολίας ἕνεκεν ἀφέξομαι. μικρὰ δὲ ἔτι τῷ λόγῳ προσθεὶς ὥσπερ ὀφλήματι τὸ ἐνδέον ἐπ’ ἄλλο τι τρέψομαι, ταυτηνὶ τὴν ξυγγραφὴν αὐτοῦ που πληρώσας. Τίς οὖν ἡ τῶν Πυθαγορικῶν εὐλάβεια περὶ τὰ τῶν θεῶν ὀνόματα, τίς δὲ ἡ Πλάτωνος; ποταπὸς δὲ ἦν ἐν τούτοις Ἀριστοτέλης; ἆρ’ οὐκ ἄξιον αὐτὸ ἰδεῖν; ἢ τὸν μὲν Σάμιον οὐδεὶς ἀντερεῖ τοιοῦτον γενέσθαι; καὶ γὰρ οὔτε τὸ ὀνόματα θεῶν ἐν τῇ σφραγῖδι φορεῖν ἐπέτρεπεν οὔτε τὸ ὅρκῳ χρῆσθαι προπετῶς τοῖς τῶν θεῶν ὀνόμασιν. εἰ δὲ νῦν λέγοιμι, ὅτι καὶ εἰς Αἴγυπτον ἐπορεύθη καὶ Πέρσας εἶδε καὶ πανταχοῦ πάντα ἐπειράθη τὰ μυστήρια τῶν θεῶν ἐποπτεῦσαι καὶ τελεσθῆναι παντοίας πανταχοῦ τελετάς, ἐρῶ μὲν ἴσως ἄγνωστά σοι, γνώριμα μέντοι καὶ σαφῆ τοῖς πολλοῖς. ἀλλὰ τοῦ Πλάτωνος ἄκουε· τὸ δ’ ἐμὸν δέος, ὦ Πρώταρχε, πρὸς τὰ τῶν θεῶν ὀνόματα οὐκ ἔστι κατ’ ἄνθρωπον, ἀλλὰ πέρα τοῦ μεγίστου φόβου. καὶ νῦν τὴν μὲν Ἀφροδίτην, ὅπῃ ἐκείνῃ φίλον, ταύτῃ προσαγορεύω· τὴν δ’ ἡδονὴν οἶδα ὡς ἔστι ποικίλον· ταῦτα ἐν Φιλήβῳ λέγεται, καὶ τοιαῦτα ἕτερα πάλιν ἐν Τιμαίῳ· πιστεύειν γὰρ ἁπλῶς ἀξιοῖ καὶ χωρὶς ἀποδείξεως λεγομένοις, ὅσα ὑπὲρ τῶν θεῶν φασιν οἱ ποιηταί. ταῦτα δὲ παρέθηκα, μή ποτέ σοι παράσχῃ πρόφασιν, ὥσπερ οἶμαι τῶν Πλατωνικῶν πολλοῖς, ὁ Σωκράτης εἴρων ὢν φύσει τὴν Πλατωνικὴν ἀτιμάσαι δόξαν. ἐκεῖ γὰρ οὐχ ὁ Σωκράτης, ἀλλ’ ὁ Τίμαιος ταῦτα λέγει ἥκιστα ὢν εἴρων. καίτοι τοῦτό γέ ἐστιν οὐχ ὑγιὲς μὴ τὰ λεγόμενα ἐξετάζειν, ἀλλὰ τοὺς λέγοντας, καὶ τὸ πρὸς τίνας οἱ λόγοι γίγνονται. βούλει δῆτα τὸ μετὰ τοῦτο τὴν πάνσοφον ὑπαγορεύσω σειρῆνα, τὸν τοῦ λογίου τύπον Ἑρμοῦ, τὸν τῷ Ἀπόλλωνι καὶ ταῖς Μούσαις φίλον; ἐκεῖνος ἀξιοῖ τοὺς ἐπερωτῶντας ἢ ζητεῖν ὅλως ἐπιχειροῦντας, εἰ θεοί εἰσιν, οὐχ ὡς ἀνθρώπους ἀποκρίσεως τυγχάνειν, ἀλλ’ ὡς τὰ θηρία κολάσεως. εἰ δὲ ἀνεγνώκεις τὸν συστατικὸν αὐτοῦ λόγον, ὃς ὥσπερ τῆς Πλάτωνος, οὕτω δὴ καὶ τῆς ἐκείνου διατριβῆς προυγέγραπτο, ἔγνως ἂν πρὸ πάντων, ὅτι τὰ πρὸς τοὺς θεοὺς εὐσεβεῖς εἶναι καὶ μεμυῆσθαι πάντα τὰ μυστήρια καὶ τετελέσθαι τὰς ἁγιωτάτας τελετὰς καὶ διὰ πάντων· τῶν μαθημάτων ἦχθαι τοῖς εἴσω τοῦ περιπάτου βαδίζουσι προηγόρευτο. Σὺ δὲ ὅπως ἡμῖν μὴ τὸν Διογένη προβαλὼν ὥσπερ τι μορμολυκεῖον ἐκφοβήσεις. οὐ γὰρ ἐμυήθη, φασίν, ἀλλὰ καὶ πρὸς τὸν προτρεπόμενον μυηθῆναι, Γελοῖον, εἶπεν, ὦ νεανίσκε, εἰ τοὺς μὲν τελώνας οἴει ταύτης ἕνεκα τῆς τελετῆς κοινωνήσειν τοῖς ὁσίοις τῶν ἐν ᾄδου καλῶν, Ἀγησίλαον δὲ καὶ Ἐπαμεινώνδαν ἐν τῷ βορβόρῳ κείσεσθαι. τοῦτο, ὦ νεανίσκε, βαθὺ λίαν ἐστὶ καὶ δεόμενον ἐξηγήσεως, ὡς ἐμαυτὸν πείθω, μείζονος, ὁποίας ἡμῖν αὐταὶ δοῖεν αἱ θεαὶ τὴν ἐπίνοιαν· νομίζω δὲ αὐτὴν ἤδη καὶ δεδόσθαι. φαίνεται γὰρ ὁ Διογένης οὐχ, ὥσπερ ὑμεῖς ἀξιοῦτε, δυσσεβής, ἀλλ’ ἐκείνοις, ὧν μικρῷ πρόσθεν ἐπεμνήσθην, προσόμοιος. ἀπιδὼν γὰρ εἰς τὴν περίστασιν τὴν καταλαβοῦσαν αὐτόν, εἶτα εἰς τὰς ἐντολὰς βλέπων τοῦ Πυθίου καὶ συνιεὶς ὅτι τὸν μυούμενον ἐχρῆν πολιτογραφηθῆναι πρότερον καὶ Ἀθηναῖον, εἰ καὶ μὴ φύσει, τῷ νόμῳ γε γενέσθαι, τοῦτο ἔφυγεν, οὐ τὸ μυηθῆναι, νομίζων αὑτὸν εἶναι τοῦ κόσμου πολίτην, καὶ ταῖς ὅλαις τῶν θεῶν οὐσίαις, αἳ τὸν ὅλον κοινῇ κόσμον ἐπιτροπεύουσιν, ἀλλ’ οὐ ταῖς τὰ μέρη κατανειμαμέναις αὐτοῦ, διὰ μεγαλοφροσύνην ἀξιῶν συμπολιτεύεσθαι· τό τε νόμιμον οὐ παρέβη αἰδοῖ τῶν θεῶν, καίτοι τἆλλα πατῶν καὶ παραχαράττων· αὑτόν τε οὐκ ἐπανήγαγεν, ὅθεν ἄσμενος ἠλευθέρωτο. τί δ’ ἦν τοῦτο; τὸ πόλεως μιᾶς δουλεῦσαι νόμοις ἑαυτόν τε ὑποθεῖναι τούτῳ, ὅπερ ἦν ἀνάγκη παθεῖν Ἀθηναίῳ γενομένῳ. πῶς γὰρ οὐκ ἔμελλεν ὁ τῶν θεῶν ἕνεκεν εἰς Ὀλυμπίαν βαδίζων, ὁ τῷ Πυθίῳ πεισθεὶς καὶ φιλοσοφήσας ὥσπερ Σωκράτης· φησὶ γὰρ καὶ αὐτὸς εἶναι Πύθιον οἴκοι παρ’ ἑαυτῷ, ὅθεν αὐτῷ καὶ ἡ ὁρμὴ πρὸς φιλοσοφίαν ἐγένετο· παριέναι τῶν ἀνακτόρων εἴσω καὶ μάλα ἀσμένως, εἰ μὴ τοῦτο ἐξέκλινε τὸ ὑποθεῖναι νόμοις ἑαυτὸν καὶ δοῦλον ἀποφῆναι πολιτείας; ἀλλὰ διὰ τί μὴ ταύτην αὐτὴν εἶπε τὴν αἰτίαν, ἐκ τῶν ἐναντίων δὲ τὴν παραιρουμένην οὐ σμικρὰ τῆς τῶν μυστηρίων σεμνότητος; ἴσως μὲν ἄν τις τὰ τοιαῦτα καὶ Πυθαγόρᾳ μάλιστα ἐπισκήψειεν, οὐκ ὀρθῶς λογιζόμενος. οὔτε γὰρ ῥητέον πάντα ἐστίν, αὐτῶν τε οἶμαι τούτων, ὧν θέμις φάναι, ἔνια πρὸς τοὺς πολλοὺς σιωπητέον εἶναί μοι φαίνεται. φανερὰ δὲ ὅμως ἐστὶ καὶ τούτων ἡ αἰτία. κατανοήσας γὰρ ἀμελοῦντα μὲν τῆς περὶ τὸν βίον ὀρθότητος, ἐπὶ δὲ τῷ μεμυῆσθαι μέγα φρονοῦντα τὸν παραινοῦντα αὐτῷ τοιαῦτα, σωφρονίζων ἅμα καὶ διδάσκων αὐτόν, ὅτι τοῖς μέν, οἷς ἀξίως τοῦ μυηθῆναι βεβίωται, καὶ μὴ μυηθεῖσιν οἱ θεοὶ τὰς ἀμοιβὰς ἀκεραίους φυλάττουσι, τοῖς δὲ μοχθηροῖς οὐδέν ἐστι πλέον, κἂν εἴσω τῶν ἱερῶν εἰσφρήσωσι περιβόλων. ἢ γὰρ οὐ ταῦτα καὶ ὁ ἱεροφάντης προαγορεύει, ὅστις χεῖρα μὴ καθαρὸς καὶ ὅντινα μὴ χρή, τούτοις ἀπαγορεύων μὴ μυεῖσθαι; Τί πέρας ἡμῖν ἔσται τῶν λόγων, εἰ ταῦτα μήπω σε πείθει;