αἰσθέσθαι οὖν μοι δοκεῖ τοῦ θεοῦ τούτου πρώτη παρ’ Ἕλλησι καὶ τὴν ἐσομένην ἐπιφάνειαν αὐτοῦ οὐκ εἰς μακρὰν προαγορεύσασα κινῆσαι μὲν θᾶττον ἢ προσῆκον ἦν τινὰ τῶν περὶ αὐτὸν ὀργίων, οὐκ ἀνασχομένη τὸν εἱμαρμένον περιμεῖναι χρόνον, εἶτα ἀναλωθῆναι πρὸς τοῦ πυρὸς τοῦ ῥυέντος ἐπ’ αὐτήν. ἐπεὶ δὲ ἐδέδοκτο τῷ Διὶ κοινῇ πᾶσιν ἀνθρώποις ἐνδοῦναι ἀρχὴν καταστάσεως ἑτέρας καὶ μεταβαλεῖν αὐτοὺς ἐκ τοῦ νομαδικοῦ βίου πρὸς τὸν ἡμερώτερον, ἐξ Ἰνδῶν ὁ Διόνυσος αὔτοπτος ἐφαίνετο δαίμων, ἐπιφοιτῶν τὰς πόλεις, ἄγων μεθ’ ἑαυτοῦ στρατιὰν πολλὴν δαιμονίων τινῶν καὶ διδοὺς ἀνθρώποις κοινῇ μὲν ἅπασι σύμβολον τῆς ἐπιφανείας αὐτοῦ τὸ τῆς ἡμερίδος φυτόν, ὑφ’ οὗ μοι δοκοῦσιν, ἐξημερωθέντων αὐτοῖς τῶν περὶ τὸν βίον, Ἕλληνες τῆς ἐπωνυμίας αὐτὸ ταύτης ἀξιῶσαι, μητέρα δ’ αὐτοῦ προσειπεῖν τὴν Σεμέλην διὰ τὴν πρόρρησιν, ἄλλως τε καὶ τοῦ θεοῦ τιμῶντος αὐτήν, ἅτε πρώτην ἱερόφαντιν τῆς ἔτι μελλούσης ἐπιφοιτήσεως. Οὔσης δέ, ὡς ἄν τις ἀκριβῶς σκοπῶν ἐξετάσειε, τῆς ἱστορίας τοιαύτης, οἱ τὸν Διόνυσον ὅστις ποτ’ ἐστὶ θεῶν ζητοῦντες τἀληθὲς ἔχον ὡς ἔφην εἰς μῦθον διεσκεύασαν, αἰνιττόμενοι τήν τε οὐσίαν τοῦ θεοῦ καὶ τὴν ἐν τοῖς νοητοῖς παρὰ τῷ πατρὶ κύησιν καὶ τὸν ἀγέννητον αὐτοῦ τόκον ἐν τῷ κόσμῳ... ἐν τῷ παντί, καὶ τἆλλα ἐφεξῆς ὅσα τοῦ ζητεῖν ἦν ἄξια, φράζειν δέ γ’ οὐ ῥᾴδια ἐμοί, τυχὸν μὲν καὶ διὰ τὸ ἀγνοεῖν ἔτι περὶ αὐτῶν τὸ ἀκριβές, τυχὸν δὲ καὶ οὐκ ἐθέλοντι τὸν κρύφιον ἅμα καὶ φανερὸν θεὸν ὥσπερ ἐν θεάτρῳ προβάλλειν ἀκοαῖς ἀνεξετάστοις καὶ διανοίαις ἐπὶ πάντα μάλλον ἢ τὸ φιλοσοφεῖν τετραμμέναις. Ἀλλ’ ὑπὲρ μὲν τούτων ἴστω Διόνυσος αὐτός, ᾧ καὶ προσεύχομαι τάς τε ἐμὰς καὶ τὰς ὑμετέρας ἐκβακχεῦσαι φρένας ἐπὶ τὴν ἀληθῆ τῶν θεῶν γνῶσιν, ὡς ἂν μὴ πολὺν ἀβάκχευτοι χρόνον τῷ θεῷ μένοντες ὁπόσα ὁ Πενθεὺς πάθωμεν, ἴσως μὲν καὶ ζῶντες, πάντως δὲ ἀπαλλαγέντες τοῦ σώματος. ὅτῳ γὰρ ἂν μὴ τὸ πεπληθυσμένον τῆς ζωῆς ὑπὸ τῆς ἑνοειδοῦς καὶ ἐν τῷ μεριστῷ παντελῶς ἀδιαιρέτου ὅλης τε ἐν πᾶσιν ἀμιγοῦς προϋπαρχούσης οὐσίας τοῦ Διονύσου τελεσιουργηθῇ διὰ τῆς περὶ τὸν θεὸν ἐνθέου βακχείας, τούτῳ κίνδυνος ἐπὶ πολλὰ ῥυῆναι τὴν ζωήν, ῥυεῖσαν δὲ διεσπάσθαι καὶ διασπασθεῖσαν οἴχεσθαι· τὸ δὲ ῥυεῖσαν καὶ διασπασθεῖσαν μὴ προσέχων τις τοῖς ῥήμασιν ὑδάτιον μηδὲ λίνου μήρινθον ἀκροάσθω, ξυνιέτω δὲ τὰ λεγόμενα τρόπον ἄλλον, ὃν Πλάτων, ὃν Πλωτῖνος, ὃν Πορφύριος, ὃν ὁ δαιμόνιος Ἰάμβλιχος. ὃς δ’ ἂν μὴ ταύτῃ ποιῇ, γελάσεται μέν, ἴστω μέντοι Σαρδώνιον γελῶν ἔρημος ὢν ἀεὶ τῆς τῶν θεῶν γνώσεως, ἧς ἀντάξιον οὐδὲ τὸ πᾶσαν ὁμοῦ μετὰ τῆς τῶν Ῥωμαίων ἐπιτροπεῦσαι τὴν βαρβάρων ἔγωγε θείμην ἄν, οὐ μὰ τὸν ἐμὸν δεσπότην Ἥλιον. ἀλλά με πάλιν οὐκ οἶδ’ ὅστις θεῶν ἐπὶ ταῦτ’ ἐβάκχευσεν οὐ προελόμενον. Οὗ δὲ ἕνεκεν ἔφην αὐτά· κατὰ μὲν τὴν διάνοιαν ἀπεμφαίνοντες ὅταν οἱ μῦθοι γίγνωνται περὶ τῶν θείων, αὐτόθεν ἡμῖν ὥσπερ βοῶσι καὶ διαμαρτύρονται μὴ πιστεύειν ἁπλῶς, ἀλλὰ τὸ λεληθὸς σκοπεῖν καὶ διερευνᾶσθαι. τοσούτῳ δ’ ἐστὶ κρεῖττον ἐν τούτοις τοῦ σεμνοῦ τὸ ἀπεμφαῖνον, ὅσῳ διὰ μὲν ἐκείνου καλοὺς λίαν καὶ μεγάλους καὶ ἀγαθούς, ἀνθρώπους δὲ ὅμως τοὺς θεοὺς κίνδυνος νομίσαι, διὰ δὲ τῶν ἀπεμφαινόντων ὑπεριδόντας τῶν ἐν τῷ φανερῷ λεγομένων ἐπὶ τὴν ἐξῃρημένην αὐτῶν οὐσίαν καὶ ὑπερέχουσαν πάντα τὰ ὄντα καθαρὰν νόησιν ἐλπὶς ἀναδραμεῖν. Αἴτιαι μὲν οὖν αὗται τοῦ τὴν τελεστικὴν καὶ μυσταγωγὸν φιλοσοφίαν τὰ μὲν ῥήματα παντὸς μᾶλλον εὐαγῆ καὶ σεμνὰ προφέρεσθαι, κατὰ δὲ τὴν διάνοιαν ἀλλοιοτέραν ποιεῖσθαι τὴν ἐξήγησιν τῶν τοιούτων. ὁ δὲ τῆς τῶν ἠθῶν ἐπανορθώσεως ἕνεκα τοὺς λόγους πλάττων καὶ μύθους παράγων δράτω τοῦτο μὴ πρὸς ἄνδρας, ἀλλὰ πρὸς παῖδας ἤτοι καθ’ ἡλικίαν ἢ τῷ φρονεῖν, πάντως δὲ τῶν λόγων τούτων δεομένους. εἰ μὲν οὖν ἡμεῖς σοι παῖδες ἐφάνημεν εἴτε ἐγὼ εἴτε Ἀνατόλιος οὑτοσί, συγκαταρίθμει δὲ τούτῳ καὶ τὸν Μεμμόριον καὶ τὸν Σαλούστιον, πρὸς τούτοις δέ, εἰ βούλει, καὶ τοὺς ἄλλους ἑξῆς, Ἀντικύρας σοι δεῖ· τί γὰρ ἂν ἀκκίζοιτό τις; ἐπεὶ πρὸς τῶν θεῶν καὶ πρὸς αὐτοῦ τοῦ μύθου, μᾶλλον δὲ τοῦ κοινῇ πάντων βασιλέως Ἡλίου, τί σοι μέγα ἢ μικρὸν πεποίηται ἔργον; τίνι παρέστης ἀγωνιζομένῳ μετὰ τοὺ δικαίου; τίνα ἐθεράπευσας πενθοῦντα, τῷ λόγῳ διδάξας, ὅτι μὴ κακὸν ὁ θάνατος μήτε τῷ παθόντι μήτε τοῖς οἰκείοις αὐτοῦ; τίς δ’ αἰτιάσεταί σε τῆς ἑαυτοῦ μειρακίσκος σωφροσύνης, ὅτι πεποίηκας αὐτὸν ἐξ ἀσώτου σώφρονα καὶ καλὸν οὐ τὸ σῶμα μόνον, ἀλλὰ πολὺ μᾶλλον τὴν ψυχὴν φαίνεσθαι; τίνα δὲ ἄσκησιν ἐποιήσω τοῦ βίου; τί δέ σοι ἄξιον τῆς Διογένους βακτηρίας ἢ ναὶ μὰ Δία τῆς παρρησίας πεποίηται; ἔργον οἴει μέγα βακτηρίαν λαβεῖν ἢ τρίχας ἀνεῖναι, καὶ περινοστεῖν τὰς πόλεις καὶ τὰ στρατόπεδα, καὶ τοῖς μὲν βελτίστοις λοιδορεῖσθαι, τοὺς δὲ χειρίστους θεραπεύειν; εἰπὲ πρὸς τοῦ Διὸς καὶ πρὸς τουτωνὶ τῶν ἀκροωμένων, οἳ δι’ ὑμᾶς τὴν φιλοσοφίαν ἐκτρέπονται, ἀνθ’ ὅτου πρὸς μὲν τὸν μακαρίτην Κωνστάντιον εἰς Ἰταλίαν ἦλθες, οὐκέτι μέντοι καὶ μέχρι τῶν Γαλλιῶν; καίτοι πορευθεὶς πρὸς ἡμᾶς, εἰ μηδὲν ἄλλο, ξυνεῖναι γοῦν σου τῆς φωνῆς μᾶλλον δυναμένῳ πλησιάζειν ἔμελλες ἀνθρώπῳ. τί δὲ καὶ τὸ περιφοιτᾶν πανταχοῦ καὶ παρέχειν πράγματα ταῖς ἡμιόνοις; ἀκούω δὲ ἔγωγε καὶ τοῖς τὰς ἡμιόνους ἐλαύνουσιν, οἳ μᾶλλον ὑμᾶς ἢ τοὺς στρατιώτας πεφρίκασι· χρῆσθαι γὰρ αὐτοῖς τοῖς ξύλοις ἀκούω τινὰς ὑμῶν χαλεπώτερον ἢ τοῖς ξίφεσιν ἐκεῖνοι. γίγνεσθε οὖν αὐτοῖς εἰκότως φοβερώτεροι. πάλαι μὲν οὖν ὑμῖν ἐθέμην ἐγὼ τοῦτο τὸ ὄνομα, νυνὶ δὲ αὐτὸ ἔοικα καὶ γράψειν. ἀποτακτιστάς τινας ὀνομάζουσιν οἱ δυσσεβεῖς Γαλιλαῖοι· τούτων οἱ πλείους μικρὰ προέμενοι πολλὰ πάνυ, μᾶλλον δὲ τὰ πάντα πανταχόθεν ξυγκομίζουσι, καὶ προσκτῶνται τὸ τιμᾶσθαι καὶ δορυφορεῖσθαι καὶ θεραπεύεσθαι. τοιοῦτόν τι καὶ τὸ ὑμέτερον ἔργον ἐστί, πλὴν ἴσως τοῦ χρηματίζεσθαι. τοῦτο δὲ οὐ παρ’ ὑμᾶς γίγνεται, παρ’ ἡμᾶς δέ· συνετώτεροι γάρ ἐσμεν τῶν ἀνοήτων ἐκείνων· ἴσως δὲ καὶ διὰ τὸ μηδὲν ὑμῖν εἶναι πρόσχημα τοῦ φορολογεῖν εὐπροσώπως, ὁποῖον ἐκείνοις, ἣν λέγουσιν οὐκ οἶδ’ ὅπως ἐλεημοσύνην, τὰ δ’ ἄλλα γε πάντα ἐστὶν ὑμῖν τε κἀκείνοις παραπλήσια. καταλελοίπατε τὴν πατρίδα ὥσπερ ἐκεῖνοι, περιφοιτᾶτε πάντη καὶ τὸ στρατόπεδον διωχλήσατε μᾶλλον ἐκείνων καὶ ἰταμώτερον· οἱ μὲν γὰρ καλούμενοι, ὑμεῖς δὲ καὶ ἀπελαυνόμενοι. καὶ τί χρηστὸν ἐκ τούτων ὑμῖν ἐγένετο, μᾶλλον δὲ καὶ ἡμῖν τοῖς ἄλλοις; ἀνῆλθεν ὁ Ἀσκληπιάδης, εἶτα ὁ Σερηνιανός, εἶτα ὁ Χύτρων, εἶτα οὐκ οἶδα παιδάριον ὅ, τι ξανθὸν καὶ εὔμηκες, εἶτα σύ, καὶ μεθ’ ὑμῶν ἄλλοι δὶς τοσοῦτοι. τί οὖν ἐκ τῆς ὑμετέρας ἀνόδου γέγονεν ἀγαθόν, ὦ λῷστοι; τίς ᾔσθετο πόλις ἢ τίς ἰδιώτης τῆς ὑμετέρας παρρησίας; οὐκ ἀφρόνως μὲν τὸ ἐξ ἀρχῆς εἵλεσθε τὴν ἐπὶ τὸν οὐδὲ ἰδεῖν ὑμᾶς θέλοντα βασιλέα πορείαν, ἀνελθόντες δὲ ἀφρονέστερον αὐτῇ καὶ ἀμαθέστερον καὶ μανιωδέστερον ἐχρήσασθε, κολακεύσαντες ἅμα καὶ ὑλακτήσαντες καὶ βιβλία δόντες καὶ ταῦτα προσαχθῆναι προσλιπαρήσαντες; οὐδένα ὑμῶν οἶμαι ἐγὼ τοσαυτάκις εἰς φιλοσόφου φοιτῆσαι, ὁσάκις εἰς ἀντιγραφέως, ὥστε ὑμῖν Ἀκαδήμεια καὶ Λύκειον ἀντὶ τῆς Ποικίλης τε ἦν τῶν βασιλείων τὰ πρόθυρα. Οὐκ ἀπάξετε ταῦτα; οὐ καταβαλεῖτε νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, ὅτε ὑμῖν οὐδέν ἐστι πλέον ἀπὸ τῆς κόμης καὶ τῆς βακτηρίας; πῶς δὲ καὶ γέγονεν ὑφ’ ὑμῶν εὐκαταφρόνητος ἡ φιλοσοφία; τῶν ῥητορικῶν οἱ δυσμαθέστατοι καὶ οὐδ’ ὑπ’ αὐτοῦ τοῦ βασιλέως Ἑρμοῦ τὴν γλῶτταν ἐκκαθαρθῆναι δυνάμενοι, φρενωθῆναι δὲ οὐδὲ πρὸς αὐτῆς τῆς Ἀθηνᾶς σὺν τῷ Ἑρμῇ, τοῦτο ἐκ τῆς ἀγοραίου καὶ περιτρεχούσης ἁρπάσαντες ἐντρεχείας· οὐδὲ γὰρ ἐν παροιμίᾳ περιφερόμενον αὐτὸ γιγνώσκουσι τὸ ὅτι βότρυς πρὸς βότρυν πεπαίνεται· ὁρμῶσιν ἐπὶ τὸν Κυνισμόν· βακτηρία, τρίβων, κόμη, τὸ ἐντεῦθεν ἀμαθία, θράσος, ἰταμότης καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα. τὴν σύντομον, φασίν, ὁδὸν καὶ σύντονον ἐπὶ τὴν ἀρετὴν ἰέναι ὄφελον καὶ ὑμεῖς τὴν μακρὰν ἐπορεύεσθε· ῥᾷον ἂν δι’ ἐκείνης ἢ διὰ ταύτης ἤλθετε. οὐκ ἴστε, ὅτι μεγάλας ἔχουσιν αἱ σύντομοι τὰς χαλεπότητας; καὶ ὥσπερ ἐν ταῖς λεωφόροις ὁ μὲν τὴν σύντομον ἐλθεῖν δυνηθεὶς ῥᾷον ἐκπερίεισι τὴν κύκλῳ, οὐκέτι μέντοι τὸ ἀνάπαλιν ὁ κύκλῳ πορευθεὶς ἔλθοι ἂν πάντως καὶ τὴν ἐπίτομον, οὕτω δὴ καὶ ἐν τῇ φιλοσοφίᾳ τέλος τέ ἐστι καὶ ἀρχὴ μία γνῶναί τε ἑαυτὸν καὶ ἀφομοιωθῆναι τοῖς θεοῖς· ἀρχὴ μὲν οὖν ἑαυτὸν γνῶναι, τέλος δὲ ἡ πρὸς τοὺς κρείττονας ὁμοιότης. Ὅστις οὖν Κυνικὸς εἶναι ἐθέλει, πάντων ὑπεριδὼν τῶν νομισμάτων καὶ τῶν ἀνθρωπίνων δοξῶν, εἰς ἑαυτὸν καὶ τὸν θεὸν ἐπέστραπται πρότερον. ἐκείνῳ τὸ χρυσίον οὐκ ἔστι χρυσίον, οὐχ ἡ ψάμμος ψάμμος, εἰ πρὸς ἀμοιβήν τις αὐτὰ ἐξετάζοι καὶ τῆς ἀξίας αὐτῶν ἐπιτρέψειεν αὐτῷ τιμητῇ γενέσθαι· γῆν γὰρ αὐτὰ οἶδεν ἀμφότερα. τὸ σπανιώτερον δὲ καὶ τὸ ῥᾷον ἀνθρώπων εἶναι κενοδοξίας ταῦτα καὶ ἀμαθίας νενόμικεν ἔργα· τὸ αἰσχρὸν ἢ καλὸν οὐκ ἐν τοῖς ἐπαινουμένοις ἢ ψεγομένοις τίθεται, ἀλλ’ ἐν τῇ φύσει· φεύγει τὰς περιττὰς τροφάς· ἀποστρέφεται δὲ τὰ ἀφροδίσια. βιαζομένου δὲ τοῦ σώματος, οὐ δόξῃ προστέτηκεν οὐδὲ περιμένει τὸν μάγειρον καὶ τὰ ὑποτρίμματα καὶ τὴν κνίσσαν, οὐδὲ τὴν Φρύνην οὐδὲ τὴν Λαΐδα οὐδὲ τὴν τοῦ δεῖνος περιβλέπεται γαμετὴν οὐδὲ τὸ θυγάτριον οὐδὲ τὴν θεράπαιναν· ἀλλ’ ὡς ἔνι μάλιστα ἐκ τῶν προστυχόντων ἀποπλήσας τὴν θεραπείαν τοῦ σώματος καὶ τὸ ἐνοχλοῦν ἐξ αὐτοῦ παρωσάμενος, ἄνωθεν ἐκ τῆς Ὀλύμπου κορυφῆς ἐπιβλέπει τοὺς ἄλλους Ἄτης ἐν λειμῶνι κατὰ σκότον ἠλάσκοντας, ὑπὲρ ὀλίγων παντάπασιν ἀπολαύσεων ὑπομένοντας ὅσα οὐδὲ παρὰ τὸν Κωκυτὸν καὶ τὸν Ἀχέροντα θρυλοῦσιν οἱ κομψότεροι τῶν ποιητῶν. ἡ σύντομος ὁδός ἐστιν αὕτη. δεῖ γὰρ αὐτὸν ἀθρόως ἐκστῆναι ἑαυτοῦ καὶ γνῶναι, ὅτι θεῖός ἐστι, καὶ τὸν νοῦν μὲν τὸν ἑαυτοῦ ἀτρύτως καὶ ἀμετακινήτως συνέχειν ἐν τοῖς θείοις καὶ ἀχράντοις καὶ καθαροῖς νοήμασιν, ὀλιγωρεῖν δὲ πάντη τοῦ σώματος καὶ νομίζειν αὐτὸ κατὰ τὸν Ἡράκλειτον κοπρίων ἐκβλητότερον, ἐκ τοῦ ῥᾴστου δὲ αὑτῷ τὰς θεραπείας ἀποπληροῦν, ἕως ἂν ὁ θεὸς ὥσπερ ὀργάνῳ τῷ σώματι χρῆσθαι ἐπιτάττῃ. Ταῦτα μὲν οὖν ὡς φασὶ ταύτῃ. ἐπανάξω δὲ ὅθεν ἐξέβην.