Τούτων δὴ τῶν μερῶν οὔτε τῷ λογικῷ προσήκει τῆς μυθογραφίας οὔτε τοῦ φυσικοῦ τῷ μαθηματικῷ, μόνον δέ, εἴπερ ἄρα, τοῦ πρακτικοῦ τῷ πρὸς ἕνα γινομένῳ καὶ τοῦ θεολογικοῦ τῷ τελεστικῷ καὶ μυστικῷ· φιλεῖ γὰρ ἡ φύσις κρύπτεσθαι, καὶ τὸ ἀποκεκρυμμένον τῆς τῶν θεῶν οὐσίας οὐκ ἀνέχεται γυμνοῖς εἰς ἀκαθάρτους ἀκοὰς ῥίπτεσθαι ῥήμασιν. ὅπερ δὲ δὴ τῶν χαρακτήρων ἡ ἀπόρρητος φύσις ὠφελεῖν πέφυκε καὶ ἀγνοουμένη· θεραπεύει γοῦν οὐ ψυχὰς μόνον, ἀλλὰ καὶ σώματα, καὶ θεῶν ποιεῖ παρουσίας· τοῦτ’ οἶμαι πολλάκις γίγνεσθαι καὶ διὰ τῶν μύθων, ὅταν εἰς τὰς τῶν πολλῶν ἀκοὰς οὐ δυναμένας τὰ θεῖα καθαρῶς δέξασθαι δι’ αἰνιγμάτων αὐτοῖς μετὰ τῆς μύθων σκηνοποιίας ἐγχέηται. Φανεροῦ δὲ ἤδη γενομένου τίνι καὶ ποίῳ φιλοσοφίας εἴδει καὶ μυθογραφεῖν ἔσθ’ ὅτε προσήκει· πρὸς γὰρ τῷ λόγῳ μαρτυρεῖ τούτοις ἡ τῶν προλαβόντων ἀνδρῶν προαίρεσις. ἐπεὶ καὶ Πλάτωνι πολλὰ μεμυθολόγηται περὶ τῶν ἐν ᾄδου πραγμάτων θεολογοῦντι καὶ πρό γε τούτου τῷ τῆς Καλλιόπης, Ἀντισθένει δὲ καὶ Ξενοφῶντι καὶ αὐτῷ Πλάτωνι πραγματευομένοις ἠθικάς τινας ὑποθέσεις οὐ παρέργως, ἀλλὰ μετά τινος ἐμμελείας ἡ τῶν μύθων ἐγκαταμέμικται γραφή, οὓς ς’ ἐχρῆν, εἴπερ ἐβούλου, μιμούμενον ἀντὶ μὲν Ἡρακλέους μεταλαμβάνειν Περσέως ἢ Θησέως τινὸς ὄνομα καὶ τὸν Ἀντισθένειον τύπον ἐγχαράττειν, ἀντὶ δὲ τῆς Προδίκου σκηνοποιίας ἀμφὶ τοῖν ἀμφοῖν τούτοιν θεοῖν ἑτέραν ὁμοίαν εἰσάγειν εἰς τὸ θέατρον. Ἐπεὶ δὲ καὶ τῶν τελεστικῶν μύθων ἐπεμνήσθην, φέρε νῦν ὁποίους εἶναι χρὴ τοὺς ἑκατέρῳ τῶν μερῶν ἁρμόττοντας αὐτοὶ καθ’ ἑαυτοὺς ἰδεῖν πειραθῶμεν, οὐκέτι μαρτύρων παλαιῶν ἐν πᾶσι προσδεόμενοι, ἑπόμενοι δὲ νέοις ἴχνεσιν ἀνδρός, ὃν ἐγὼ μετὰ τοὺς θεοὺς ἐξ ἴσης Ἀριστοτέλει καὶ Πλάτωνι ἄγαμαί τε τέθηπά τε. φησὶ δὲ οὐχ ὑπὲρ πάντων οὗτος, ἀλλ’ ὑπὲρ τῶν τελεστικῶν, οὓς παρέδωκεν ἡμῖν Ὀρφεὺς ὁ τὰς ἁγιωτάτας τελετὰς καταστησάμενος. τὸ γὰρ ἐν τοῖς μύθοις ἀπεμφαῖνον αὐτῷ τούτῳ προοδοποιεῖ πρὸς τὴν ἀλήθειαν. ὅσῳ γὰρ μᾶλλον παράδοξόν ἐστι καὶ τερατῶδες τὸ αἴνιγμα, τοσούτῳ μᾶλλον ἔοικε διαμαρτύρεσθαι, μὴ τοῖς αὐτόθεν λεγομένοις πιστεύειν, ἀλλὰ τὰ λεληθότα περιεργάζεσθαι καὶ μὴ πρότερον ἀφίστασθαι, πρὶν ἂν ὑπὸ θεοῖς ἡγεμόσιν ἐκφανῆ γενόμενα τὸν ἐν ἡμῖν τελέσῃ, μᾶλλον δὲ τελειώσῃ νοῦν καὶ εἰ δή τι κρεῖττον ἡμῖν ὑπάρχει τοῦ νοῦ, αὐτοῦ τοῦ ἑνὸς καὶ τἀγαθοῦ μοῖρά τις ὀλίγη τὸ πᾶν ἀμερίστως ἔχουσα, τῆς ψυχῆς πλήρωμα καὶ ἐν τῷ ἑνὶ καὶ ἀγαθῷ συνέχουσα πᾶσαν αὐτὴν διὰ τῆς ὑπερεχούσης καὶ χωριστῆς αὐτοῦ καὶ ἐξῃρημένης παρουσίας. ἀλλὰ ταῦτα μὲν ἀμφὶ τὸν μέγαν Διόνυσον οὐκ οἶδ’ ὅπως ἐπῆλθέ μοι βακχεύοντι μανῆναι· τὸν βοῦν δὲ ἐπιτίθημι τῇ γλώττῃ· περὶ τῶν ἀρρήτων γὰρ οὐδὲν χρὴ λέγειν. ἀλλά μοι θεοὶ μὲν ἐκείνων καὶ ὑμῶν δὲ τοῖς πολλοῖς, ὅσοι τέως ἐστὲ τούτων ἀμύητοι, τὴν ὄνησιν δοῖεν. Ὑπὲρ δὲ ὧν εἰπεῖν τε καὶ ἀκοῦσαι θέμις καὶ ἀνεμέσητον ἀμφοτέροις ἐστί, πᾶς λόγος ὁ προφερόμενος ἔκ τε λέξεως καὶ διανοίας σύγκειται. οὐκοῦν ἐπειδὴ καὶ ὁ μῦθος λόγος τίς ἐστιν, ἐκ δυοῖν τούτοιν συγκείσεται. σκοπῶμεν δὲ ἑκάτερον αὐτῶν. ἔστιν ἁπλῆ τις ἐν λόγῳ παντὶ διάνοια, καὶ μέντοι καὶ κατὰ σχῆμα προάγεται, τὰ παραδείγματα δὲ ἀμφοῖν ἐστι πολλά. τὸ μὲν οὖν ἓν ἁπλοῦν ἐστι καὶ οὐδὲν δεῖται ποικιλίας, τὸ δ’ ἐσχηματισμένον ἔχει διαφορὰς ἐν ἑαυτῷ πολλάς, ὧν, εἴ τί σοι τῆς ῥητορικῆς ἐμέλησεν, οὐκ ἀξύνετος εἶ. τούτων δὴ τῶν κατὰ διάνοιαν σχημάτων ἁρμόττει τῷ μύθῳ τὰ πλεῖστα· πλὴν ἔμοιγε οὔθ’ ὑπὲρ τῶν πολλῶν οὔθ’ ὑπὲρ τῶν ἁπάντων ἐστὶ τά γε νῦν ῥητέον, ἀλλ’ ὑπὲρ δυοῖν, τοῦ τε σεμνοῦ κατὰ τὴν διάνοιαν καὶ τοῦ ἀπεμφαίνοντος. τὰ δὲ αὐτὰ ταῦτα καὶ περὶ τὴν λέξιν γίνεται. μορφοῦται γάρ πως καὶ σχηματίζεται παρὰ τῶν μὴ προφερομένων εἰκῇ μηδ’ ὥσπερ χειμάρρους ἑλκόντων συρφετοὺς ῥημάτων ἐκ τῆς τριόδου· ἀλλὰ τοῖν δυοῖν τούτοιν, ὅταν μὲν ὑπὲρ τῶν θείων πλάττωμεν, σεμνὰ χρὴ πάνυ τὰ ῥήματα εἶναι καὶ τὴν λέξιν ὡς ἔνι μάλιστα σώφρονα καὶ καλὴν καὶ τοῖς θεοῖς πρεπωδεστάτην, τῶν αἰσχρῶν δὲ μηδὲν καὶ βλασφήμων ἢ δυσσεβῶν, ὅπως μὴ τῷ πλήθει τῆς τοιαύτης ἀρχηγοὶ θρασύτητος γενώμεθα, μᾶλλον δὲ καὶ πρὸ τοῦ πλήθους αὐτοὶ τὸ περὶ τοὺς θεοὺς ἠσεβηκέναι προλάβωμεν. οὐδὲν οὖν ἀπεμφαῖνον εἶναι χρὴ περὶ τὰς τοιαύτας λέξεις, ἀλλὰ σεμνὰ πάντα καὶ καλὰ καὶ μεγαλοπρεπῆ καὶ θεῖα καὶ καθαρὰ καὶ τῆς τῶν θεῶν οὐσίας εἰς δύναμιν ἐστοχασμένα· τὸ δὲ κατὰ τὴν διάνοιαν ἀπεμφαῖνον τοῦ χρησίμου γιγνόμενον χάριν ἐγκριτέον, ὡς ἂν μή τινος ὑπομνήσεως ἔξωθεν οἱ ἄνθρωποι δεόμενοι, ἀλλ’ ὑπὸ τῶν ἐν αὐτῷ λεγομένων τῷ μύθῳ διδασκόμενοι τὸ λανθάνον μῶσθαι καὶ πολυπραγμονεῖν ὑφ’ ἡγεμόσι τοῖς θεοῖς προθυμηθεῖεν. ἰδοῦ γὰρ ἔγωγε πολλῶν ἤκουσα λεγόντων ἄνθρωπον μὲν τὸν Διόνυσον, ἐπείπερ ἐκ Σεμέλης ἐγένετο, θεὸν δὲ διὰ θεουργίας καὶ τελεστικῆς, ὥσπερ τὸν δεσπότην Ἡρακλέα διὰ τῆς βασιλικῆς ἀρετῆς εἰς τὸν Ὄλυμπον ὑπὸ τοῦ πατρὸς ἀνῆχθαι τοῦ Διός. ἀλλ’, ὦ τάν, εἶπον, οὐ ξυνίετε τοῦ μύθου φανερῶς αἰνιττομένου. ποῦ γὰρ ἡ γένεσίς ἐστιν ὥσπερ Ἡρακλέους, οὕτω δὴ καὶ Διονύσου, ἔχουσα μὲν τὸ κρεῖττον καὶ ὑπερέχον καὶ ἐξῃρημένον, ἐν τῷ μετρίῳ δὲ ὅμως ἔτι τῆς ἀνθρωπίνης φύσεως μένουσα καί πως ἀφομοιουμένη πρὸς ἡμᾶς; Ἡρακλῆς δὲ λέγεται παιδίον γενέσθαι καὶ κατὰ μικρὸν αὐτῷ τὸ σῶμα τὸ θεῖον ἐπιδοῦναι, καὶ φοιτῆσαι διδασκάλοις ἱστόρηται, καὶ στρατεύσασθαι λέγεται καὶ κρατῆσαι πάντων, καμεῖν δὲ ὅμως κατὰ τὸ σῶμα. καίτοι αὐτῷ ταῦτα μὲν ὑπῆρξε, μειζόνως δὲ ἢ κατ’ ἄνθρωπον. ὅτε γὰρ ἐν τοῖς σπαργάνοις ἀποπνίγων τοὺς δράκοντας καὶ πρὸς αὐτὰ παραταττόμενος τὰ τῆς φύσεως στοιχεῖα, θάλπη καὶ κρυμούς, εἶτα τοῖς ἀπορωτάτοις καὶ ἀμαχωτάτοις, ἐνδείᾳ λέγω τροφῆς καὶ ἐρημίᾳ, καὶ τὴν δι’ αὐτοῦ πορείαν οἶμαι τοῦ πελάγους ἐπὶ τῆς χρυσῆς κύλικος, ἣν ἐγὼ νομίζω μὰ τοὺς θεοὺς οὐ κύλικα εἶναι, βαδίσαι δὲ αὐτὸν ὡς ἐπὶ ξηρᾶς τῆς θαλάττης νενόμικα. τὶ γὰρ ἄπορον ἦν Ἡρακλεῖ; τί δ’ οὐχ ὑπήκουσεν αὐτοῦ τῷ θείῳ καὶ καθαρωτάτῳ σώματι, τῶν λεγομένων τούτων στοιχείων δουλευόντων αὐτοῦ τῇ δημιουργικῇ καὶ τελεσιουργῷ τοῦ ἀχράντου καὶ καθαροῦ νοῦ δυνάμει; ὃν ὁ μέγας Ζεὺς διὰ τῆς Προνοίας Ἀθηνᾶς, ἐπιστήσας αὐτῷ φύλακα τὴν θεὸν ταύτην, ὅλην ἐξ ὅλου προέμενος αὑτοῦ, τῷ κόσμῳ σωτῆρα ἐφύτευσεν, εἶτ’ ἐπανήγαγε διὰ τοῦ κεραυνίου πυρὸς πρὸς ἑαυτόν, ὑπὸ τῷ θείῳ συνθήματι τῆς αἰθερίας αὐγῆς ἥκειν παρ’ ἑαυτὸν τῷ παιδὶ κελεύσας. ἀλλ’ ὑπὲρ μὲν τούτων ἐμοί τε καὶ ὑμῖν ἵλεως Ἡρακλῆς εἴη. Τὰ δὲ τῆς Διονύσου θρυλουμένης μὲν γενέσεως, οὔσης δὲ οὐ γενέσεως, ἀλλὰ δαιμονίας ἐκφάνσεως κατὰ τί τοῖς ἀνθρωπικοῖς προσέοικεν; ἡ μήτηρ αὐτὸν κύουσα, φασίν, ὑπὸ τῆς Ἥρας ζηλοτυπούσης ἐξαπατηθεῖσα τὸν ἐραστὴν ἐξελιπάρησεν ἥκειν, ὡς παρὰ τὴν γαμετὴν εἴωθε φοιτᾶν, πρὸς ἑαυτήν· εἶτα οὐκ ἀνασχόμενον τὸ σωμάτιον τῶν κτυπημάτων τοῦ Διὸς ὑπὸ τοῦ κεραυνοῦ κατεφλέγετο. πάντων δ’ ὁμοῦ πυρουμένων, Ἑρμῇ κελεύσας ὁ Ζεὺς ἁρπάσαι τὸν Διόνυσον καὶ τεμὼν τὸν αὑτοῦ μηρὸν ἐρράπτει· εἶτα ἐκεῖθεν, ἡνίκα ἐτελεσφορήθη τὸ βρέφος, ὠδίνων ὁ Ζεὺς ἐπὶ τὰς νύμφας ἔρχεται· τὸ Λῦθι ῥάμμα δὲ αὗται τῷ μηρῷ προσεπᾴδουσαι τὸν διθύραμβον ἡμῖν εἰς φῶς προήγαγον· εἶτα ἐμάνη, φασίν, ὁ θεὸς ὑπὸ τῆς Ἥρας, ἔπαυσε δ’ αὐτῷ τὴν νόσον ἡ Μήτηρ τῶν θεῶν, ὁ δὲ ἦν αὐτίκα θεός. εἵποντο γοῦν οὐ Λίχας αὐτῷ καθάπερ Ἡρακλεῖ οὐδὲ Ἰόλεως οὐδὲ Τελαμὼν οὐδ’ Ὕλας οὐδ’ Ἄβδηρος, ἀλλὰ Σάτυροι καὶ Βακχαὶ καὶ Πᾶνες καὶ δαιμόνων στρατιά. ὁρᾷς ὅπως ἀνθρωπικὴ μὲν ἡ σπορὰ διὰ τῶν κεραυνίων, ἡ δ’ ἀποκύησις ἀνθρωπικωτέρα, ἀμφοῖν δὲ τοῖν εἰρημένοιν προσομοιότερα τοῖς ἀνθρωπίνοις τὰ ἔργα; τί οὖν οὐ καταβάλλοντες τὸν λῆρον ἐκεῖνο πρῶτον ὑπὲρ τούτων ἴσμεν, ὡς Σεμέλη σοφὴ τὰ θεῖα; παῖς γὰρ ἦν Κάδμου τοῦ Φοίνικος, τούτοις δὲ καὶ ὁ θεὸς σοφίαν μαρτυρεῖ Πολλὰς καὶ Φοίνικες ὁδοὺς μακάρων ἐδάησαν λέγων.