Ἦ πολλὰ γίνεται ἐν μακρῷ χρόνῳ· τοῦτο ἐκ τῆς κωμῳδίας ἀκηκοότι μοι πρῴην ἐπῆλθεν ἐκβοῆσαι, ὁπηνίκα παρακληθέντες ἠκροώμεθα κυνὸς οὔτι τορὸν οὐδὲ γενναῖον ὑλακτοῦντος, ἀλλ’ ὥσπερ αἱ τίτθαι μύθους ᾄδοντος καὶ οὐδὲ τούτους ὑγιῶς διατιθεμένου. παραχρῆμα μὲν οὖν ἐπῆλθέ μοι διαναστάντι διαλῦσαι τὸν σύλλογον· ἐπεὶ δὲ ἐχρῆν ὥσπερ ἐν θεάτρῳ κωμῳδουμένων Ἡρακλέους καὶ Διονύσου παρὰ τῶν κωμῳδῶν ἀκούειν, οὐ τοῦ λέγοντος, ἀλλὰ τῶν συνειλεγμένων χάριν ὑπέμεινα, μάλλον δέ, εἰ χρή τι καὶ νεανικώτερον εἰπεῖν, ἡμῶν αὐτῶν ἕνεκα καὶ τοῦ μὴ δοκεῖν ὑπὸ δεισιδαιμονίας μᾶλλον ἢ διανοίας εὐσεβοῦς καὶ λελογισμένης, ὥσπερ αἱ πελειάδες, ὑπὸ τῶν ῥηματίων σοβηθεὶς ἀναπτῆναι. ἔμενον δὲ ἐκεῖνο πρὸς ἐμαυτὸν εἰπὼν Τέτλαθι δή, κραδίη, καὶ κύντερον ἄλλο ποτ’ ἔτλης, ἀνάσχου καὶ κυνὸς ληροῦντος ὀλίγον ἡμέρας μόριον, οὐ πρῶτον ἀκούεις τῶν θεῶν βλασφημουμένων, οὐχ οὕτω τὰ κοινὰ πράττομεν καλῶς, οὐχ οὕτω τῶν ἰδίων ἕνεκα σωφρονοῦμεν, οὐ μὴν οὐδὲ εὐτυχεῖς ἐσμεν, ὥστε τὰς ἀκοὰς καθαρὰς ἔχειν ἢ τὸ τελευταῖον γοῦν τὰ ὄμματα μὴ κεχράνθαι τοῖς παντοδαποῖς τουτουὶ τοῦ σιδηροῦ γένους ἀσεβήμασιν. ἐπεὶ δὲ ὥσπερ ἐνδεεῖς ἡμᾶς τῶν τοιούτων κακῶν ἀνέπλησεν οὐκ εὐαγῶν ὁ κύων ῥημάτων τὸν ἄριστον τῶν θεῶν ὀνομάσας, ὡς μήποτε ὤφελε μήτ’ ἐκεῖνος εἰπεῖν μήτε ἡμεῖς ἀκοῦσαι, δεῦρο πειραθῶμεν αὐτὸν ἐφ’ ὑμῶν διδάξαι, πρῶτον μὲν ὅτι τῷ κυνὶ λόγους μᾶλλον ἢ μύθους προσήκει γράφειν, εἶτα ὁποίας καὶ τίνας χρὴ ποιεῖσθαι τὰς διασκευὰς τῶν μύθων, εἴ τι ἄρα καὶ φιλοσοφία προσδεῖται τῆς μυθογραφίας, ἐπὶ πᾶσι δὲ ὑπὲρ τῆς πρὸς τοὺς θεοὺς εὐλαβείας ὀλίγα διαλέξομαι· τοῦτο γάρ μοι καὶ τῆς εἰς ὑμᾶς παρόδου γέγονεν αἴτιον καίπερ οὐκ ὄντι συγγραφικῷ καὶ τὸ ἐν τῷ πλήθει λέγειν ὥσπερ ἄλλο τι τῶν ἐπαχθῶν καὶ σοφιστικῶν τὸν ἔμπροσθεν χρόνον παραιτησαμένῳ. μικρὰ δὲ ὑπὲρ τοῦ μύθου καθάπερ τινὰ γενεαλογίαν ἴσως οὐκ ἀνάρμοστον ἐμοί τε φάναι ὑμῖν τε ἀκοῦσαι. Τὴν μὲν οὖν ἀρχὴν ὁπόθεν ηὑρέθη καὶ ὅστις ὁ πρῶτος ἐπιχειρήσας τὸ ψεῦδος πιθανῶς συνθεῖναι πρὸς ὠφέλειαν ἢ ψυχαγωγίαν τῶν ἀκροωμένων, οὐ μᾶλλον εὔροι τις ἂν ἢ εἴ τις ἐπιχειρήσειε τὸν πρῶτον πταρόντα ἢ χρεμψάμενον ἀναζητεῖν. εἰ δέ, ὥσπερ ἱππεῖς ἐν Θράκῃ καὶ Θετταλίᾳ, τοξόται δὲ καὶ τὰ κουφότερα τῶν ὅπλων ἐν Ἰνδίᾳ καὶ Κρήτῃ καὶ Καρίᾳ ἀνεφάνη, τῇ φύσει τῆς χώρας ἀκολουθούντων οἶμαι τῶν ἐπιτηδευμάτων, οὕτω τις ὑπολαμβάνει καὶ ἐπὶ τῶν ἄλλων πραγμάτων, ἐν οἷς ἕκαστα τιμᾶται, μάλιστα παρὰ τούτων αὐτὰ καὶ πρῶτον ηὑρῆσθαι· τῶν ἀγελαίων ἔοικεν ἀνθρώπων εἶναι τό γε ἐξ ἀρχῆς ὁ μῦθος εὕρημα, καὶ διαμένει ἐξ ἐκείνου μέχρι καὶ νῦν παρ’ αὐτοῖς πολιτευόμενον τὸ πρᾶγμα ὥσπερ ἄλλο τι τῶν ἀκροαμάτων, αὐλὸς καὶ κιθάρα, τέρψεως ἕνεκα καὶ ψυχαγωγίας. ὥσπερ γὰρ οἱ ὄρνιθες ἵπτασθαι καὶ νεῖν οἱ ἰχθύες αἵ τε ἔλαφοι θεῖν ἐπειδὴ πεφύκασιν οὐδὲν τοῦ διδαχθῆναι προσδέονται, κἂν δήσῃ τις κἂν καθείρξῃ, πειρᾶται ὅμως χρῆσθαι τούτοις τοῖς μορίοις, πρὸς ἃ σύνοιδεν αὑτοῖς πεφυκόσι, ταυτὶ τὰ ζῷα, οὕτως οἶμαι καὶ τὸ τῶν ἀνθρώπων γένος οὐκ ἄλλο τι τὴν ψυχὴν ἔχον ἢ λόγον καὶ ἐπιστήμην ὥσπερ ἐγκαθειργμένην, ὃ δὴ καὶ λέγουσιν οἱ σοφοὶ δύναμιν, ἐπὶ τὸ μανθάνειν τε καὶ ζητεῖν καὶ πολυπραγμονεῖν, ὡς πρὸς οἰκειότατον ἑαυτῷ τῶν ἔργων, τρέπεται· καὶ ὅτῳ μὲν εὐμενὴς θεὸς ταχέως ἔλυσε τὰ δεσμὰ καὶ τὴν δύναμιν εἰς ἐνέργειαν ἤγαγε, τούτῳ πάρεστιν εὐθὺς ἐπιστήμη, τοῖς δεδεμένοις δὲ ἔτι, καθάπερ οἶμαι Ἰξίων νεφέλῃ τινὶ ἀντὶ τῆς θεοῦ λέγεται παραναπαύσασθαι, τούτοις ἀντ’ ἀληθοῦς ψευδὴς ἐντέτηκε δόξα· γίνεται γὰρ ἐντεῦθεν αὐτοῖς τὰ ὑπηνέμια καὶ τερατώδη ταυτὶ τῆς ἀληθοῦς ἐπιστήμης οἷον εἴδωλα ἄττα καὶ σκιαί· πράττουσι γοῦν πρὸ τῆς τῶν ἀληθῶν ἐπιστήμης τὰ ψεύδη καὶ διδάσκουσί γε μάλα προθύμως καὶ μανθάνουσιν ὥσπερ οἶμαι χρηστόν τι καὶ θαυμαστόν. εἰ δ’ ὅλως χρή τι καὶ ὑπὲρ τῶν τοὺς μύθους τὸ πρῶτον πλασάντων ἀπολογήσασθαι, δοκοῦσί μοι ταῖς τῶν παιδίων ψυχαῖς, ὥσπερ αἱ τίτθαι περὶ τὰς ὀδοντοφυΐας κνησιῶσιν αὐτοῖς σκύτινα ἄττα προσαρτῶσι ταῖν χεροῖν, ἵνα αὐτῶν παραμυθήσωνται τὸ πάθος, οὕτω δὲ καὶ οὗτοι τῷ ψυχαρίῳ πτεροφυοῦντι καὶ ποθοῦντι πλέον εἰδέναι τι, διδάσκεσθαι δὲ οὔπω τἀληθῆ δυναμένῳ ταῦτα ἐποχετεύειν, ὥσπερ ἄρδοντες ἄρουραν διψῶσαν, ἵνα δὴ οἶμαι αὐτῶν τὸν γαργαλισμὸν καὶ τὴν ὀδύνην παραμυθήσωνται. Τοῦ δὲ τοιούτου προβαίνοντος καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκιμοῦντος, εἵλκυσαν ἐντεῦθεν οἱ ποιηταὶ τὸν αἶνον, ὃς τοῦ μύθου διαφέρει τῷ μὴ πρὸς παῖδας, ἀλλὰ πρὸς ἄνδρας πεποιῆσθαι καὶ μὴ ψυχαγωγίαν μόνον, ἀλλὰ καὶ παραίνεσιν ἔχειν τινά. βούλεται γὰρ ἐπικρυπτόμενος παραινεῖν τε καὶ διδάσκειν, ὅταν ὁ λέγων τὸ φανερῶν εἰπεῖν εὐλαβῆται, τὴν παρὰ τῶν ἀκουόντων ὑφορώμενος ἀπέχθειαν. οὕτω τοι καὶ Ἡσίοδος αὐτὸ φαίνεται πεποιηκώς· ὁ δὲ μετὰ τοῦτον Ἀρχίλοχος ὥσπερ ἥδυσμά τι περιτιθεὶς τῇ ποιήσει, μύθοις οὐκ ὀλιγάκις ἐχρήσατο ὁρῶν, ὡς εἰκός, τὴν μὲν ὑπόθεσιν, ἣν μετῄει, τῆς τοιαύτης ψυχαγωγίας ἐνδεῶς ἔχουσαν, σαφῶς δὲ ἐγνωκώς, ὅτι στερομένη μύθου ποίησις ἐποποιΐα μόνον ἐστίν, ἐστέρηται δέ, ὡς ἂν εἴποι τις, ἑαυτῆς, οὐ γὰρ ἔτι λείπεται ποίησις, ἡδύσματα ταῦτα παρὰ τῆς ποιητικῆς Μούσης ἐδρέψατο, καὶ παρέθηκέ γε αὐτοῦ τούτου χάριν, ὅπως μὴ σιλλογράφος τις, ἀλλὰ ποιητὴς νομισθείη. Ὁ δὲ δὴ τῶν μύθων Ὅμηρος ἢ Θουκυδίδης ἢ Πλάτων, ἢ ὅ, τι βούλει καλεῖν αὐτόν, Αἴσωπος ἦν ὁ Σάμιος, δοῦλος τὴν τύχην μᾶλλον ἢ τὴν προαίρεσιν, οὐκ ἄφρων μὴν οὐδὲ κατ’ αὐτὸ τοῦτο ἀνήρ. ᾧ γὰρ ὁ νόμος οὐ μετεδίδου παρρησίας, τούτῳ προσῆκον ἦν ἐσκιαγραφημένας τὰς συμβουλὰς καὶ πεποικιλμένας ἡδονῇ καὶ χάριτι παραφέρειν, ὥσπερ οἶμαι τῶν ἰατρῶν οἱ μὲν ἐλεύθεροι τὸ δέον ἐπιτάττουσιν, ἐὰν δὲ ἅμα τις οἰκέτης γένηται τὴν τύχην καὶ τὴν τέχνην ἰατρός, πράγματα ἔχει κολακεύειν ἅμα καὶ θεραπεύειν τὸν δεσπότην ἀναγκαζόμενος. εἰ μὲν οὖν καὶ τῷ κυνὶ προσήκει ταύτης τῆς δουλείας, λεγέτω, γραφέτω, παραχωρείτω τῆς μυθολογίας αὐτῷ πᾶς ὁστισοῦν, εἰ δὲ μόνος εἶναί φησιν ἐλεύθερος, ἐπὶ τί χρήσεται τοῖς μύθοις, οὐκ οἶδα. πότερον ἵνα τὸ πικρὸν καὶ δάκνον τῆς συμβουλῆς ἡδονῇ καὶ χάριτι κεράσας ἅμα τε ὀνήσῃ καὶ ἀποφύγῃ τὸ προσλαβεῖν τι παρὰ τοῦ ὀνιναμένου κακόν; ἀλλὰ τοῦτό ἐστι λίαν δουλοπρεπές. ἀλλ’ ἄμεινον ἄν τις διδαχθείη μὴ τὰ πράγματα ἀκούων αὐτὰ μηδὲ τὰ ἐπ’ αὐτοῖς ὀνόματα κατὰ τὸν κωμικὸν τὴν σκάφην σκάφην λέγοντα; ἀλλ’ ἀντὶ τοῦ μὲν δεῖνος τὸν Φαέθοντα τί δέον ὀνομάσαι; τί δὲ χραίνειν οὐκ εὐαγῶς τὴν ἐπωνυμίαν τοῦ βασιλέως Ἡλίου; τίς δὲ ὁ Πὰν καὶ τίς ὁ Ζεὺς τῶν χαμαὶ ἐρχομένων ἀνθρώπων ἄξιος καλεῖσθαι, ἵν’ ἐκεῖθεν ἐπ’ αὐτοὺς μεταθῶμεν ἡμῶν τὰς διανοίας; καίτοι, εἰ καὶ τοῦτο οἷόν τε ἦν, ἄμεινον ἦν αὐτοὺς ὀνομάσαι τοὺς ἀνθρώπους. ἦ γὰρ οὐχ οὕτω κρεῖττον ἦν εἰπεῖν ἀνθρωπικὰ θεμένους ὀνόματα; μᾶλλον δὲ οὐδὲ θεμένους, ἤρκει γὰρ ὅσαπερ ἡμῖν οἱ γονεῖς ἔθεντο. ἀλλ’ εἰ μήτε μαθεῖν ἐστι ῥᾷον διὰ τοῦ πλάσματος μήτε τῷ Κυνικῷ πρέπον πλάττειν τὰ τοιαῦτα, τοῦ χάριν οὐκ ἐφεισάμεθα τοῦ πολυτελοῦς ἀναλώματος, πρὸς δὲ δὴ καὶ ἐφθείραμεν τὸν χρόνον πλάττοντες καὶ συντιθέντες μυθάρια, εἶτα λογογραφοῦντες καὶ ἐκμανθάνοντες; Ἀλλ’ ἴσως ὁ μὲν λόγος οὔ φησι δεῖν ἀντὶ τῶν ἀληθῶν καὶ μὴ πεπλασμένων τὰ ψευδῆ καὶ πεπλασμένα παρὰ τοῦ κυνός, ᾧ μόνῳ τῆς ἐλευθερίας μέτεστιν, ἐν τοῖς κοινοῖς ᾄδεσθαι συλλόγοις, ἡ συνήθεια δὲ οὕτω γέγονεν ἀπὸ Διογένους ἀρξαμένη καὶ Κράτητος ἄχρι τῶν ἐφεξῆς. οὐδὲν οὐδαμοῦ παράδειγμα τοιοῦτον εὑρήσεις· ἐκεῖνο γὰρ ἀφίημι τέως, ὅτι τῷ Κυνικῷ τὸ νόμισμα παραχαράττοντι τῇ συνηθείᾳ προσέχειν οὐδαμῶς προσήκει, τῷ λόγῳ δὲ αὐτῷ μόνῳ, καὶ τὸ ποιητέον εὑρίσκειν οἴκοθεν, ἀλλ’ οὐ μανθάνειν ἔξωθεν. εἰ δ’ Ἀντισθένης ὁ Σωκρατικὸς ὥσπερ ὁ Ξενοφῶν ἔνια διὰ τῶν μύθων ἀπήγελλε, μήτι τοῦτό σε ἐξαπατάτω· καὶ γὰρ μικρὸν ὕστερον ὑπὲρ τούτου σοι διαλέξομαι· νῦν δὲ ἐκεῖνό μοι πρὸς τῶν Μουσῶν φράσον ὑπὲρ τοῦ Κυνισμοῦ, πότερον ἀπόνοιά τίς ἐστι καὶ βίος οὐκ ἀνθρώπινος, ἀλλὰ θηριώδης ψυχῆς διάθεσις οὐδὲν καλόν, οὐδὲν σπουδαῖον οὐδὲ ἀγαθὸν νομιζούσης; δοίη γὰρ ἂν ὑπολαβεῖν πολλοῖς περὶ αὐτοῦ ταῦτα Οἰνόμαος. εἴ τί σοι τοῦ ταῦτα γοῦν ἐπελθεῖν ἐμέλησεν, ἐπέγνως ἂν σαφῶς ἐν τῇ τοῦ κυνὸς αὐτοφωνίᾳ καὶ τῷ κατὰ τῶν χρηστηρίων καὶ πᾶσιν ἁπλῶς οἷς ἔγραψεν ὁ ἀνήρ. τοιούτου δὲ ὄντος τοῦ πράγματος, ὥστε ἀνῃρῆσθαι μὲν ἅπασαν τὴν πρὸς τοὺς θεοὺς εὐλάβειαν, ἠτιμάσθαι δὲ πᾶσαν ἀνθρωπίνην φρόνησιν, νόμον δὲ μὴ τὸν ὁμώνυμον τῷ καλῷ καὶ δικαίῳ πεπατῆσθαι μόνον, ἀλλὰ καὶ τοὺς ἐκ τῶν θεῶν ἡμῖν ὥσπερ ἐγγραφέντας ταῖς ψυχαῖς, ὑφ’ ὧν πάντες ἀδιδάκτως εἶναι θεῖόν τι πεπείσμεθα καὶ πρὸς τοῦτο ἀφορᾶν ἐπ’ αὐτό τε οἶμαι σπεύδειν οὕτω διατιθέμενοι τὰς ψυχὰς πρὸς αὐτὸ ὥσπερ οἶμαι πρὸς τὸ φῶς τὰ βλέποντα, πρὸς τούτῳ δὲ εἰ καὶ ὁ δεύτερος ἐξελαύνοιτο νόμος ἱερὸς ὢν φύσει καὶ θεῖος, ὁ τῶν ἀλλοτρίων πάντη καὶ πάντως ἀπέχεσθαι κελεύων καὶ μήτε ἐν λόγῳ μήτε ἐν ἔργῳ μήτε ἐν αὐταῖς ταῖς λανθανούσαις τῆς ψυχῆς ἐνεργείαις ταῦτα ἐπιτρέπων συγχεῖν, ὅσπερ ἡμῖν καὶ τῆς τελειοτάτης ἐστὶν ἡγεμὼν δικαιοσύνης· ἆρ’ οὐκ ἔστι βαράθρου τὸ πρᾶγμα ἄξιον; ἀρ’ οὐ τοὺς ταῦτα ἐπαινοῦντας ὥσπερ τοὺς φαρμακοὺς ἐχρῆν οὐ θύσθλοις παιομένους ἐλαύνεσθαι· κουφοτέρα γάρ ἐστι τῶν ἀδικημάτων ἡ ζημία· λίθοις δὲ βαλλομένους ἀπολωλέναι; διαφέρουσι γὰρ οὗτοι τί, πρὸς τῶν θεῶν εἰπέ μοι, τῶν ἐπ’ ἐρημίας λῃστευόντων καὶ κατειληφότων τὰς ἀκτὰς ἐπὶ τῷ λυμαίνεσθαι τοῖς καταπλέουσι; καταφρονοῦντες θανάτου, φασίν· ὥσπερ οὐ κἀκείνοις συνομαρτούσης ταυτησὶ τῆς ἀπονοίας. φησὶ γοῦν ὁ καθ’ ὑμᾶς μὲν ποιητὴς καὶ μυθολόγος, ὡς δὲ ὁ Πύθιος λῃσταῖς χρωμένοις ἀνεῖλεν, ἥρως καὶ δαίμων, ὑπὲρ τῶν λῃζομένων τὴν θάλατταν Οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα τοί τ’ ἀλόωνται Ψυχὰς παρθέμενοι. τί οὖν ἔτι ἕτερον ζητεῖς ὑπὲρ τῆς ἀπονοίας τῶν λῃστῶν μάρτυρα; πλὴν εἰ μὴ καὶ ἀνδρειοτέρους ἂν εἴποι τις τῶν τοιούτων κυνῶν ἐκείνους τοὺς λῃστάς, ἰταμωτέρους δὲ τῶν λῃστῶν ἐκείνων τοὺς κύνας τουτουσί. οἱ μὲν γὰρ συνειδότες αὑτοῖς οὕτω μοχθηρὸν τὸν βίον οὐ μᾶλλον διὰ τὸ τοῦ θανάτου δέος ἢ τὴν αἰσχύνην τὰς ἐρημίας προβάλλονται, οἱ δ’ ἄρα περιπατοῦσιν ἐν τῷ μέσῳ τὰ κοινὰ νόμιμα συγχέοντες, οὐχὶ τῷ κρείττονα καὶ καθαρωτέραν, ἀλλὰ τῷ χείρονα καὶ βδελυρωτέραν ἐπεισάγειν πολιτείαν.