Ἃ δεδιὼς ἐγὼ πολλάκις εἰκότως ἐπαινῶ τὸν ἔμπροσθεν βίον, καὶ σοὶ πειθόμενος μάλιστα ταῦτα ἐγὼ διανοοῦμαι, οὐχ ὅτι μοι τὸν ζῆλον πρὸς ἐκείνους μόνον ἔφης προκεῖσθαι τοὺς ἄνδρας, Σόλωνα καὶ Λυκοῦργον καὶ Πιττακόν, ἀλλὰ καὶ ὅτι μεταβῆναί με φὴς ἐκ τῆς ὑποστέγου φιλοσοφίας πρὸς τὴν ὑπαίθριον. ὥσπερ οὖν, εἰ τῷ χαλεπῶς καὶ μόλις ὑγιείας ἕνεκα τῆς αὑτοῦ γυμναζομένῳ μετρίως οἴκαδε προύλεγες, ὅτι Νῦν ἥκεις εἰς Ὀλυμπίαν καὶ μεταβέβηκας ἐκ τῆς ἐν τῷ δωματίῳ παλαίστρας ἐπὶ τὸ στάδιον τοῦ Διός, οὗ θεατὰς ἕξεις τούς τε ἁπανταχόθεν Ἕλληνας καὶ πρώτους γε τοὺς σαυτοῦ πολίτας, ὑπὲρ ὧν ἀγωνίζεσθαι χρή, τινὰς δὲ καὶ τῶν βαρβάρων, οὓς ἐκπλῆξαι χρεών, φοβερωτέραν αὐτοῖς τὴν πατρίδα τό γε εἰς σὲ νῦν ἧκον ἐπιδείξαντα, κατέβαλες ἂν εὐθέως καὶ τρέμειν ἐποίησας πρὸ τῆς ἀγωνίας· οὕτω κἀμὲ νῦν νόμιζε διατεθῆναι τοῖς τοιούτοις λόγοις. καὶ περὶ μὲν τούτων εἴτε ὀρθῶς ἔγνωκα νῦν εἴτε ἐν μέρει σφάλλομαι τοῦ προσήκοντος εἴτε καὶ τοῦ παντὸς διαμαρτάνω, διδάξεις αὐτίκα μάλα.