ταῦτα ἐμοὶ δοκεῖ τοῖς τοῦ Πλάτωνος ἄκρως ὁμολογεῖν, πρῶτον μὲν ὅτι κρείττονα χρὴ τῶν ἀρχομένων εἶναι τὸν ἄρχοντα, οὐκ ἐπιτηδεύσει μόνον, ἀλλὰ καὶ φύσει διαφέροντα· ὅπερ εὑρεῖν ἐν ἀνθρώποις οὐ ῥᾴδιον·... καὶ τρίτον ὅτι πάσῃ μηχανῇ κατὰ δύναμιν νόμοις προσεκτέον οὐκ ἐκ τοῦ παραχρῆμα κειμένοις οὐδὲ ὡς ἔοικε νῦν τεθεῖσιν ὑπ’ ἀνδρῶν οὐ πάντη κατὰ νοῦν βεβιωκότων, ἀλλ’ ὅστις μᾶλλον τὸν νοῦν καθαρθεὶς καὶ τὴν ψυχὴν οὐκ εἰς τὰ παρόντα ἀφορῶν ἀδικήματα οὐδὲ εἰς τὰς παρεστώσας τύχας τίθησι τοὺς νόμους, ἀλλὰ τὴν τῆς πολιτείας φύσιν καταμαθὼν καὶ τὸ δίκαιον οἷόν ἐστι τῇ φύσει καὶ ποταπόν ἐστι τἀδίκημα τεθεαμένος τῇ φύσει, εἶθ’ ὅσα δυνατόν ἐστιν ἐκεῖθεν ἐνταῦθα μεταφέρων καὶ τιθεὶς νόμους τοῖς πολίταις κοινούς, οὔτε εἰς φιλίαν οὔτε εἰς ἔχθραν ἀφορῶν οὔτε εἰς γείτονα καὶ ξυγγενῆ· κρεῖσσον δέ, εἰ μηδὲ τοῖς καθ’ ἑαυτὸν ἀνθρώποις, ἀλλὰ τοῖς ὕστερον ἢ ξένοις γράψας ἀποπέμποι νόμους, ἔχων γε οὐδὲν οὐδὲ ἐλπίζων πρὸς αὐτοὺς ἕξειν ἰδιωτικὸν συνάλλαγμα. ἐπεὶ καὶ τὸν Σόλωνα τὸν σοφὸν ἀκούω μετὰ τῶν φίλων συμβουλευσάμενον ὑπὲρ τῆς τῶν χρεῶν ἀναιρέσεως τοῖς μὲν εὐπορίας ἀφορμήν, αὑτῷ δὲ αἰσχύνης αἰτίαν παρασχεῖν, καὶ ταῦτα τῷ πολιτεύματι τὸν δῆμον ἐλευθερώσαντα. οὕτως οὐ ῥᾴδιόν ἐστι τὰς τοιαύτας ἐκφυγεῖν κῆρας, κἂν τὸν αὑτοῦ νοῦν παράσχῃ τις ἀπαθῆ πρὸς τὴν πολιτείαν.