ταῦτα ἐμοὶ δοκεῖ τοῖς τοῦ Πλάτωνος ἄκρως ὁμολογεῖν, πρῶτον μὲν ὅτι κρείττονα χρὴ τῶν ἀρχομένων εἶναι τὸν ἄρχοντα, οὐκ ἐπιτηδεύσει μόνον, ἀλλὰ καὶ φύσει διαφέροντα· ὅπερ εὑρεῖν ἐν ἀνθρώποις οὐ ῥᾴδιον·... καὶ τρίτον ὅτι πάσῃ μηχανῇ κατὰ δύναμιν νόμοις προσεκτέον οὐκ ἐκ τοῦ παραχρῆμα κειμένοις οὐδὲ ὡς ἔοικε νῦν τεθεῖσιν ὑπ’ ἀνδρῶν οὐ πάντη κατὰ νοῦν βεβιωκότων, ἀλλ’ ὅστις μᾶλλον τὸν νοῦν καθαρθεὶς καὶ τὴν ψυχὴν οὐκ εἰς τὰ παρόντα ἀφορῶν ἀδικήματα οὐδὲ εἰς τὰς παρεστώσας τύχας τίθησι τοὺς νόμους, ἀλλὰ τὴν τῆς πολιτείας φύσιν καταμαθὼν καὶ τὸ δίκαιον οἷόν ἐστι τῇ φύσει καὶ ποταπόν ἐστι τἀδίκημα τεθεαμένος τῇ φύσει, εἶθ’ ὅσα δυνατόν ἐστιν ἐκεῖθεν ἐνταῦθα μεταφέρων καὶ τιθεὶς νόμους τοῖς πολίταις κοινούς, οὔτε εἰς φιλίαν οὔτε εἰς ἔχθραν ἀφορῶν οὔτε εἰς γείτονα καὶ ξυγγενῆ· κρεῖσσον δέ, εἰ μηδὲ τοῖς καθ’ ἑαυτὸν ἀνθρώποις, ἀλλὰ τοῖς ὕστερον ἢ ξένοις γράψας ἀποπέμποι νόμους, ἔχων γε οὐδὲν οὐδὲ ἐλπίζων πρὸς αὐτοὺς ἕξειν ἰδιωτικὸν συνάλλαγμα. ἐπεὶ καὶ τὸν Σόλωνα τὸν σοφὸν ἀκούω μετὰ τῶν φίλων συμβουλευσάμενον ὑπὲρ τῆς τῶν χρεῶν ἀναιρέσεως τοῖς μὲν εὐπορίας ἀφορμήν, αὑτῷ δὲ αἰσχύνης αἰτίαν παρασχεῖν, καὶ ταῦτα τῷ πολιτεύματι τὸν δῆμον ἐλευθερώσαντα. οὕτως οὐ ῥᾴδιόν ἐστι τὰς τοιαύτας ἐκφυγεῖν κῆρας, κἂν τὸν αὑτοῦ νοῦν παράσχῃ τις ἀπαθῆ πρὸς τὴν πολιτείαν. Ἃ δεδιὼς ἐγὼ πολλάκις εἰκότως ἐπαινῶ τὸν ἔμπροσθεν βίον, καὶ σοὶ πειθόμενος μάλιστα ταῦτα ἐγὼ διανοοῦμαι, οὐχ ὅτι μοι τὸν ζῆλον πρὸς ἐκείνους μόνον ἔφης προκεῖσθαι τοὺς ἄνδρας, Σόλωνα καὶ Λυκοῦργον καὶ Πιττακόν, ἀλλὰ καὶ ὅτι μεταβῆναί με φὴς ἐκ τῆς ὑποστέγου φιλοσοφίας πρὸς τὴν ὑπαίθριον. ὥσπερ οὖν, εἰ τῷ χαλεπῶς καὶ μόλις ὑγιείας ἕνεκα τῆς αὑτοῦ γυμναζομένῳ μετρίως οἴκαδε προύλεγες, ὅτι Νῦν ἥκεις εἰς Ὀλυμπίαν καὶ μεταβέβηκας ἐκ τῆς ἐν τῷ δωματίῳ παλαίστρας ἐπὶ τὸ στάδιον τοῦ Διός, οὗ θεατὰς ἕξεις τούς τε ἁπανταχόθεν Ἕλληνας καὶ πρώτους γε τοὺς σαυτοῦ πολίτας, ὑπὲρ ὧν ἀγωνίζεσθαι χρή, τινὰς δὲ καὶ τῶν βαρβάρων, οὓς ἐκπλῆξαι χρεών, φοβερωτέραν αὐτοῖς τὴν πατρίδα τό γε εἰς σὲ νῦν ἧκον ἐπιδείξαντα, κατέβαλες ἂν εὐθέως καὶ τρέμειν ἐποίησας πρὸ τῆς ἀγωνίας· οὕτω κἀμὲ νῦν νόμιζε διατεθῆναι τοῖς τοιούτοις λόγοις. καὶ περὶ μὲν τούτων εἴτε ὀρθῶς ἔγνωκα νῦν εἴτε ἐν μέρει σφάλλομαι τοῦ προσήκοντος εἴτε καὶ τοῦ παντὸς διαμαρτάνω, διδάξεις αὐτίκα μάλα. Ὑπὲρ δὲ ὧν ἀπορῆσαί μοι πρὸς τὴν ἐπιστολὴν τὴν σὴν παρέστη, ὦ φίλη κεφαλὴ καὶ πάσης ἔμοιγε τιμῆς ἀξία, βούλομαι δηλῶσαι· σαφέστερον γάρ πως ὑπὲρ αὐτῶν ἐπιθυμῶ μαθεῖν. ἔφησθα ὅτι τὸν ἐν τῇ πράξει παρὰ τὸν φιλόσοφον ἐπαινεῖς βίον, καὶ τὸν Ἀριστοτέλη τὸν σοφὸν ἐκάλεις μάρτυρα, τὴν εὐδαιμονίαν ἐν τῷ πράττειν εὖ τιθέμενον, καὶ τὴν διαφορὰν σκοποῦντα τοῦ τε πολιτικοῦ βίου καὶ τῆς ἐν τῇ θεωρίᾳ ζωῆς, διαπορεῖν ἄττα περὶ αὐτῶν, καὶ τὴν μὲν θεωρίαν ἐν ἄλλοις προτιμᾶν, ἐπαινεῖν δὲ ἐνταῦθα τοὺς τῶν καλῶν πράξεων ἀρχιτέκτονας. τούτους δὲ αὐτὸς μὲν εἶναι φὴς τοὺς βασιλέας, Ἀριστοτέλης δὲ εἴρηκεν οὐδαμοῦ κατὰ τὴν ὑπὸ σοῦ προστεθεῖσαν λέξιν, πλέον δὲ θάτερον ἐξ ὧν παραγέγραφας ἄν τις νοήσειε. τὸ γὰρ Μάλιστα δὲ πράττειν λέγομεν κυρίως καὶ τῶν ἐξωτερικῶν πράξεων τοὺς ταῖς διανοίαις ἀρχιτέκτονας εἰς τοὺς νομοθέτας καὶ τοὺς πολιτικοὺς φιλοσόφους καὶ πάντας ἁπλῶς τοὺς νῷ τε καὶ λόγῳ πράττοντας, οὐχὶ δὲ εἰς τοὺς αὐτουργοὺς καὶ τῶν πολιτικῶν πράξεων ἐργάτας εἰρῆσθαι νομιστέον· οἷς οὐκ ἀπόχρη μόνον ἐνθυμηθῆναι καὶ κατανοῆσαι καὶ τὸ πρακτέον τοῖς ἄλλοις φράσαι, προσήκει δὲ αὐτοῖς ἕκαστα μεταχειρίζεσθαι καὶ πράττειν ὧν οἱ νόμοι διαγορεύουσι καὶ πολλάκις οἱ καιροὶ προσαναγκάζουσι, πλὴν εἰ μὴ τὸν ἀρχιτέκτονα καλοῦμεν, καθάπερ Ὅμηρος τὸν Ἡρακλέα καλεῖν εἴωθεν ἐν τῇ ποιήσει μεγάλων ἐπιίστορα ἔργων, αὐτουργότατον ἁπάντων γενόμενον. Εἰ δὲ τοῦτ’ ἀληθὲς ὑπολαμβάνομεν ἢ καὶ μόνον ἐν τῷ πράττειν τὰ κοινά φαμεν εὐδαίμονας τοὺς κυρίους ὄντας καὶ βασιλεύοντας πολλῶν, τί ποτε περὶ Σωκράτους ἐροῦμεν; Πυθαγόραν δὲ καὶ Δημόκριτον καὶ τὸν Κλαζομένιον Ἀναξαγόραν ἴσως διὰ τὴν θεωρίαν κατ’ ἄλλο φήσεις εὐδαίμονας· Σωκράτης δὲ τὴν θεωρίαν παραιτησάμενος καὶ τὸν πρακτικὸν ἀγαπήσας βίον οὐδὲ τῆς γαμετῆς ἦν τῆς αὑτοῦ κύριος οὐδὲ τοῦ παιδός· ἦπού γε δυοῖν ἢ τριῶν πολιτῶν ἐκείνῳ κρατεῖν ὑπῆρχεν; ἆρ’ οὖν οὐκ ἦν ἐκεῖνος πρακτικός, ἐπεὶ μηδενὸς ἦν κύριος; ἐγὼ μὲν οὖν Ἀλεξάνδρου φημὶ μείζονα τὸν Σωφρονίσκου κατεργάσασθαι, τὴν Πλάτωνος αὐτῷ σοφίαν ἀνατιθείς, τὴν Ξενοφῶντος στρατηγίαν, τὴν Ἀντισθένους ἀνδρείαν, τὴν Ἐρετρικὴν φιλοσοφίαν, τὴν Μεγαρικήν, τὸν Κέβητα, τὸν Σιμμίαν, τὸν Φαίδωνα, μυρίους ἄλλους· καὶ οὔπω φημὶ τὰς γενομένας ἡμῖν ἐνθένδ’ ἀποικίας, τὸ Λύκειον, τὴν Στοάν, τὰς Ἀκαδημείας. τίς οὖν ἐσώθη διὰ τὴν Ἀλεξάνδρου νίκην; τίς πόλις ἄμεινον ᾠκήθη; τίς αὑτοῦ γέγονε βελτίων ἰδιώτης ἀνήρ; πλουσιωτέρους μὲν γὰρ πολλοὺς ἂν εὕροις, σοφώτερον δὲ οὐδένα οὐδὲ σωφρονέστερον αὐτὸν αὑτοῦ, εἰ μὴ καὶ μᾶλλον ἀλαζόνα καὶ ὑπερόπτην. ὅσοι δὲ σώζονται νῦν ἐκ φιλοσοφίας, διὰ τὸν Σωκράτη σώζονται. καὶ τοῦτο οὐκ ἐγὼ μόνος, Ἀριστοτέλης δὲ πρότερος ἔοικεν ἐννοήσας εἰπεῖν, ὅτι μὴ μεῖον αὐτῷ προσήκει φρονεῖν ἐπὶ τῇ θεολογικῇ συγγραφῇ τοῦ καθελόντος τὴν Περσῶν δύναμιν. καί μοι δοκεῖ τοῦτο ἐκεῖνος ὀρθῶς ξυννοῆσαι· νικᾶν μὲν γὰρ ἀνδρείας ἐστὶ μάλιστα καὶ τῆς τύχης, κείσθω δέ, εἰ βούλει, καὶ τῆς ἐντρεχοῦς ταύτης φρονήσεως, ἀληθεῖς δὲ ὑπὲρ τοῦ θεοῦ δόξας ἀναλαβεῖν οὐκ ἀρετῆς μόνον τῆς τελείας ἔργον ἐστίν, ἀλλ’ ἐπιστήσειεν ἄν τις εἰκότως, πότερον χρὴ τὸν τοιοῦτον ἄνδρα ἢ θεὸν καλεῖν. εἰ γὰρ ὀρθῶς ἔχει τὸ λεγόμενον, ὅτι πέφυκεν ἕκαστον ὑπὸ τῶν οἰκείων γνωρίζεσθαι, τὴν θείαν οὐσίαν ὁ γνωρίσας θεῖός τις ἂν εἰκότως νομίζοιτο.