ἥδιστα ἄν σοι τοὺς ἐμαυτοῦ πόνους διεξῆλθον καὶ τὰ ἐπικρεμασθέντα παρὰ τῶν φίλων καὶ ξυγγενῶν, ὅτε τῆς παρ’ ὑμῖν ἠρχόμην παιδείας, δείματα, εἰ μὴ σφόδρα αὐτὸς ἠπίστασο. τὰ δὲ ἐν Ἰωνίᾳ πρὸς τὸν καὶ γένει προσήκοντα καὶ φιλίᾳ μᾶλλον οἰκεῖον ὄντα μοι πραχθέντα πρότερον ὑπὲρ ἀνδρὸς ξένου μικρὰ παντελῶς γνωρίμου μοι γενομένου, τοῦ σοφιστοῦ φημί, λέληθεν οὐδέν σε. ἀποδημίας δὲ οὐχ ὑπέστην τῶν φίλων ἕνεκα; καίτοι Καρτερίῳ μὲν οἶσθ’ ὅπως συνηράμην πρὸς τὸν ἑταῖρον ἡμῖν ἀφικόμενος Ἀράξιον ἄκλητος, ὑπὲρ αὐτοῦ δεησόμενος. ὑπὲρ δὲ τῶν τῆς θαυμασίας Ἀρετῆς κτημάτων καὶ ὧν ἐπεπόνθει παρὰ τῶν γειτόνων οὐκ εἰς τὴν Φρυγίαν τὸ δεύτερον ἀφικόμην ἐν οὐδὲ ὅλοις μησὶ δύο, ἀσθενοῦς ἤδη μοι παντελῶς ὄντος τοῦ σώματος διὰ τὴν ἐπιγενομένην ὑπὸ τῆς πρότερον κακοπαθείας ἀρρωστίαν; ἀλλὰ δὴ τὸ τελευταῖον πρὸ τῆς εἰς τὴν Ἑλλάδα γενομένης ἡμῖν ἀφίξεως, ὅτε περὶ τῶν ἐσχάτων, ὡς ἂν εἴποιεν οἱ πολλοί, κινδυνεύων ἐγὼ τῷ στρατοπέδῳ παρέμενον, ὁποίας ἔγραφον ἐπιστολὰς πρὸς σὲ νῦν ὑπομνήσθητι, μήποτε ὀδυρμῶν πλήρεις, μήτι μικρὸν ἢ ταπεινὸν ἢ λίαν ἀγεννὲς ἐχούσας. ἀπιὼν δὲ ἐπὶ τὴν Ἑλλάδα πάλιν, ὅτε με φεύγειν ἐνόμιζον πάντες, οὐχ ὡς ἐν ἑορτῇ τῇ μεγίστῃ τὴν τύχην ἐπαινῶν ἡδίστην ἔφην εἶναι τὴν ἀμοιβὴν ἐμοὶ καὶ τὸ δὴ λεγόμενον χρύσεα χαλκείων, ἑκατόμβοἰ ἐννεαβοίων ἔφην ἀντηλλάχθαι; οὕτως ἀντὶ τῆς ἐμαυτοῦ ἑστίας τὴν Ἑλλάδα λαχὼν ἐγανύμην, οὐκ ἀγρόν, οὐ κῆπον, οὐ δωμάτιον ἐκεῖ κεκτημένος. Ἀλλὰ ἴσως ἔοικα ἐγὼ τὰς μὲν δυσπραγίας οὐκ ἀγεννῶς φέρειν, πρὸς δὲ τὰς παρὰ τῆς τύχης δωρεὰς ἀγεννής τις εἶναι καὶ μικρός, ὅ γε ἀγαπῶν τὰς Ἀθήνας μᾶλλον τοῦ νῦν περὶ ἡμᾶς ὄγκου, τὴν σχολὴν δήπουθεν ἐκείνην ἐπαινῶν, διὰ δὲ τὸ πλῆθος τῶν πράξεων τοῦτον αἰτιώμενος τὸν βίον;