<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2003.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg006.perseus-grc2" n="5"><p rend="align(indent)"><milestone n="257d" unit="page" resp="Spanheim"/>Ὅτι δὲ οὐκ ἐγὼ μόνος τὴν τύχην ἐπὶ πλεῖστον ἐν τοῖς πρακτέοις κρατεῖν νενόμικα, λέγοιμ’ ἂν ἤδη σοι τὰ τοῦ Πλάτωνος ἐκ τῶν θαυμασίων Νόμων, εἰδότι μὲν καὶ διδάξαντί με, ἀπόδειξιν δὲ ὥσπερ τοῦ μὴ ῥᾳθυμεῖν ποιούμενος παραγέγραφά σοι τὴν ῥῆσιν ὧδέ πως ἔχουσαν. <q>Θεὸς μὲν πάντα καὶ μετὰ θεοῦ τύχη καὶ καιρὸς τὰ ἀνθρώπινα διακυβερνῶσι ξύμπαντα. ἡμερώτερον μὴν <milestone n="258a" unit="page" resp="Spanheim"/>τούτοις συγχωρῆσαι τρίτον δεῖν ἕπεσθαι τέχνην.</q> εἶτα ὁποῖον εἶναι χρὴ τὸν τεχνίτην καὶ δημιουργὸν τῶν καλῶν πράξεων καὶ βασιλέα θεῖον ὑπογράφων· <q>Γινώσκων ὁ Κρόνος ἄρα, καθάπερ ἡμεῖς, φησί, διεληλύθαμεν, ὡς ἀνθρωπεία φύσις <pb n="v.2.p.214"/> οὐδαμῇ οὐδεμία ἱκανὴ τὰ ἀνθρώπινα διοικοῦσα αὐτοκράτωρ πάντα μὴ οὐχ ὕβρεώς τε καὶ ἀδικίας <milestone n="258b" unit="page" resp="Spanheim"/>μεστοῦσθαι, ταῦτ’ οὖν διανοούμενος ἐφίστη τότε βασιλέας καὶ ἄρχοντας ταῖς πόλεσιν ἡμῶν οὐκ ἀνθρώπους, ἀλλὰ γένους θειοτέρου καὶ ἀμείνονος, δαίμονας, οἶον νῦν ἡμεῖς δρῶμεν τοῖς ποιμνίοις καὶ ὅσων ἡμεροί εἰσιν ἀγέλαι· οὐ βοῦς βοῶν οὐδὲ αἶγας αἰγῶν ἄρχοντας ποιοῦμεν αὐτοῖς τινας, ἀλλ’ ἡμεῖς αὐτῶν δεσπόζομεν, ἄμεινον ἐκείνων γένος. ταὐτὸν δὴ καὶ ὁ θεὸς φιλάνθρωπος ὢν γένος ἄμεινον ἡμῶν ἐφίστη τὸ τῶν δαιμόνων, ὃ διὰ πολλῆς μὲν αὐτοῖς <milestone n="258c" unit="page" resp="Spanheim"/>ῥᾳστώνης, διὰ πολλῆς δ’ ἡμῖν, ἐπιμελόμενον ἡμῶν, εἰρήνην τε καὶ αἰδῶ καὶ δὴ ἀφθονίαν δίκης παρεχόμενον, ἀστασίαστα καὶ εὐδαίμονα τὰ τῶν ἀνθρώπων ἀπειργάζετο γένη. λέγει δὴ καὶ νῦν οὗτος ὁ λόγος ἀληθείᾳ χρώμενος, ὅσων πόλεων μὴ θεός, ἀλλά τις ἄρχει θνητός, οὐκ ἔστι κακῶν αὐτοῖς οὐδὲ πόνων ἀνάψυξις· ἀλλὰ μιμεῖσθαι δεῖν ἡμᾶς οἴεται πάσῃ μηχανῇ τὸν <milestone n="258d" unit="page" resp="Spanheim"/>ἐπὶ τοῦ Κρόνου λεγόμενον βίον, καὶ ὅσον ἐν ἡμῖν ἀθανασίας ἔνεστι, τούτῳ πειθομένους δημοσίᾳ καὶ ἰδίᾳ τάς τε οἰκήσεις καὶ τὰς πόλεις διοικεῖν, τὴν τοῦ νοῦ διανομὴν ὀνομάζοντας νόμον. εἰ δὲ ἄνθρωπος εἷς ἢ ὀλιγαρχία τις ἢ δημοκρατία ψυχὴν ἔχουσα ἡδονῶν καὶ ἐπιθυμιῶν ὀρεγομένην <milestone n="259a" unit="page" resp="Spanheim"/>καὶ πληροῦσθαι τούτων δεομένην ἄρξει δὴ πόλεώς τινος ἢ ἰδιώτου καταπατήσας τοὺς νόμους, οὐκ ἔστι σωτηρίας μηχανή.</q></p><p rend="align(indent)"><pb n="v.2.p.216"/> Ταύτην ἐγώ σοι τὴν ῥῆσιν ἐξεπίτηδες ὅλην παρέγραψα, μή με κλέπτειν ὑπολάβῃς καὶ κακουργεῖν μύθους ἀρχαίους προφέροντα, τυχὸν μὲν ἐμφερῶς, οὐ μὴν ἀληθῶς πάντη ξυγκειμένους. ἀλλ’ ὅ γε ἀληθὴς ὑπὲρ αὐτῶν λόγος τί φησιν; ἀκούεις ὅτι, κἂν ἄνθρωπός τις ᾖ τῇ φύσει, θεῖον εἶναι χρὴ τῇ προαιρέσει καὶ δαίμονα, πᾶν ἅπλως ἐκβαλόντα τὸ θνητὸν καὶ <milestone n="259b" unit="page" resp="Spanheim"/>θηριῶδες τῆς ψυχῆς, πλὴν ὅσα ἀνάγκη διὰ τὴν τοῦ σώματος παραμένειν σωτηρίαν; ταῦτα εἴ τις ἐννοῶν δέδοικεν ἐπὶ τηλικοῦτον ἑλκόμενος βίον, ἆρά σοι φαίνεται τὴν Ἐπικούρειον θαυμάζειν ἀπραγμοσύνην καὶ τοὺς κήπους καὶ τὸ προάστειον τῶν Ἀθηνῶν καὶ τὰς μυρρίνας καὶ τὸ Σωκράτους δωμάτιον; ἀλλ’ οὐκ ἔστιν ὅπου γε ἐγὼ ταῦτα προτιμήσας τῶν πόνων ὤφθην.</p></div></div></body></text></TEI>