ἥκιστα δὲ φιλεῖ τῆς εὐδαιμονίας ἡ βεβαιότης τῇ τύχῃ πιστεύειν. καὶ τοὺς ἐν πολιτείᾳ ζῶντας οὐκ ἔνεστιν ἄνευ ταύτης ἀναπνεῖν τὸ δὴ λεγόμενον ἀληθῶς θεωροῦντες εἴτε καὶ πεποιήκασι καὶ στρατηγὸν λόγῳ, καθάπερ οἱ τὰς ἰδέας εἴτε καὶ ψευδῶς ξυντιθέντες, ἐν τοῖς ἀσωμάτοις καὶ νοητοῖς ἱδρῦσθαί που τῶν τυχαίων ὑπεράνω πάντων, ἢ τὸν Διογένους ἐκεῖνον Ἄπολιν, ἄοικον, πατρίδος ἐστερημένον, οὐκ ἔχοντα μὲν εἰς ὅ,τι παρ’ αὐτῆς εὖ πάθῃ καὶ τοὐναντίον ἐν τίνι σφαλῇ· τοῦτον δὲ ὃν ἡ συνήθεια καλεῖν εἴωθε καὶ Ὅμηρος πρῶτος, Ὧι λαοί τ’ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν, πῶς ἄν τις ἔξω τύχης ἀπαγαγὼν τὴν θέσιν φύλάσσοι; πάλιν δ’ ὁ αὑτὸν ὑποτιθεὶς ταύτῃ πόσης αὑτῷ δεῖν οἰήσεται παρασκευῆς καὶ φρονήσεως πηλίκης ὥστε τὰς ἐφ’ ἑκάτερα ῥοπάς, καθάπερ πνεύματος κυβερνήτην, εὐσχημόνως φέρειν; Οὐκ ἔστι θαυμαστὸν ἀντιτάξασθαι προσπολεμούσῃ μόνον αὐτῇ, πολὺ δὲ θαυμασιώτερον τῶν ὑπαρξάντων παρ’ αὐτῆς ἀγαθῶν ἄξιον φανῆναι. τούτοις ὁ μέγιστος ἑάλω βασιλεὺς ὁ τὴν Ἀσίαν καταστρεψάμενος Δαρείου καὶ Ξέρξου χαλεπώτερος καὶ μᾶλλον ἀλαζὼν φανείς, ἐπειδὴ τῆς ἐκείνων ἀρχῆς κατέστη κύριος, τούτοις ἁλόντες τοῖς βέλεσιν ἄρδην ἀπώλοντο Πέρσαι, Μακεδόνες, ὁ τῶν Ἀθηναίων δῆμος, Συρακούσιοι, τὰ Λακεδαιμωνίων τέλη, Ῥωμαίων στρατηγοὶ καὶ ἐπ’ αὐτοῖς αὐτοκράτορες μυρίοι. πολὺ μῆκος ἂν γένοιτο πάντας ἀπαριθμουμένῳ τοὺς διὰ πλοῦτον καὶ νίκας καὶ τρυφὴν ἀπολομένους· ὅσοι δὲ ὑπὸ τῶν δυσπραγιῶν ἐπικλυσθέντες δοῦλοι μὲν ἀντ’ ἐλευθέρων, ταπεινοὶ δὲ ἀντὶ γενναίων καὶ σφόδρα εὐτελεῖς ἀντὶ τῶν πρόσθεν σεμνῶν ἅπασιν ὤφθησαν, τί με χρὴ νῦν ὥσπερ ἐκ δέλτου μεταγράφοντα καταλέγειν; εἰ γὰρ ὤφελεν ὁ τῶν ἀνθρώπων βίος ἀπορεῖν παραδειγμάτων τοιούτων. ἀλλ’ οὔτε ἐστὶν οὔτ’ ἂν γένοιτό ποτε τῶν τοιούτων ἐνδεὴς παραδειγμάτων, ἕως ἂν τὸ τῶν ἀνθρώπων διαμένῃ γένος.