ἡμεῖς δὲ καὶ ἄκοντας καὶ ξυνιέντας αὑτῶν προσαναγκάσομεν, θαρρεῖν ὑπὲρ τηλικούτων ἔργων κελεύοντες, ὧν οὐκ ἀρετὴ μόνον ἐστὶν οὐδὲ προαίρεσις ὀρθὴ κυρία, πολὺ δὲ πλέον ἡ τύχη κρατοῦσα πανταχοῦ καὶ βιαζομένη ῥέπειν ᾗπερ ἂν ἐθέλῃ τὰ πράγματα; Χρύσιππος δὲ δοκεῖ τὰ μὲν ἄλλα σοφὸς εἶναι καὶ νομισθῆναι δικαίως, ἀγνοήσας δὲ τὴν τύχην καὶ τὸ αὐτόματον καί τινας ἄλλας αἰτίας τοιαύτας ἔξωθεν τοῖς πρακτικοῖς παρεμπιπτούσας οὐ σφόδρα ὁμολογούμενα λέγειν οἷς ὁ χρόνος ἡμᾶς διὰ μυρίων ἐναργῶς διδάσκει παραδειγμάτων. ποῦ γὰρ εὐτυχῆ καὶ μακάριον Κάτωνα φήσομεν; ποῦ δὲ Δίωνα τὸν Σικελιώτην εὐδαίμονα; οἷς τοῦ μὲν ἀποθανεῖν ἔμελεν ἴσως οὐδέν, τοῦ δὲ μὴ λείπειν ἀτελεῖς τὰς πράξεις, ἐφ’ ἃς ἐξ ἀρχῆς ὥρμησαν, καὶ σφόδρα ἔμελε, καὶ πάντα ἂν εἵλοντο παθεῖν ὑπὲρ τούτου. σφαλέντες δὲ ἐν ἐκείνοις εἰ μὲν εὐσχημόνως ἔφερον, ὥσπερ οὖν λέγεται, τὴν τύχην παραμυθίαν ἔσχον ἐκ τῆς ἀρετῆς οὐ μικράν, εὐδαίμονες δὲ οὐκ ἂν λέγοιντο τῶν καλλίστων πράξεων διημαρτηκότες, πλὴν ἴσως διὰ τὴν Στωικὴν ἔνστασιν· πρὸς ἣν ῥητέον, ὡς οὐ ταὐτόν ἐστιν ἐπαινεῖσθαι καὶ μακαρίζεσθαι, καὶ εἰ φύσει τὸ ζῷον εὐδαιμονίας ὀρέγεται, κρεῖττον εἶναι τὸ κατ’ ἐκείνην μακαριστὸν τέλος τοῦ κατ’ ἀρετὴν ἐπαινετοῦ.