τούτοις ἐγὼ τοῖς λόγοις ἐντυχὼν ἐξεπλάγην μικροῦ· σοὶ μὲν γὰρ ὑπελάμβανον οὐδαμῶς θεμιτὸν κολακεύειν ἢ ψεύδεσθαι, ἐμαυτῷ δὲ συνειδὼς φύσεως μὲν ἕνεκα διαφέρον οὐδὲν οὔτε ἐξ ἀρχῆς οὔτε νῦν ὑπάρξαν, φιλοσοφίας δὲ ἐρασθέντι μόνον· τὰς γὰρ ἐν μέσῳ σιγῶ τύχας, αἵ μοι τὸν ἔρωτα τοῦτον ἀτελῆ τέως ἐφύλαξαν· οὐκ εἶχον οὖν ὅ, τι χρὴ περὶ τῶν τοιούτων λόγων συμβαλεῖν, ἕως ἐπὶ νοῦν ἤγαγεν ὁ θεός, μή ποτε ἄρα προτρέπειν ἐθέλεις διὰ τῶν ἐπαίνων καὶ τῶν ἀγώνων δεῖξαι τὸ μέγεθος, οἷς ἀνάγκη πᾶσα τὸν ἐν πολιτείᾳ ζῶντα παραβεβλῆσθαι τὸν ἅπαντα χρόνον. Τοῦτο δὲ ἀποτρέποντός ἐστι πλέον ἢ πρὸς τὸν βίον παρορμῶντος. ὥσπερ γὰρ εἴ τις τὸν πορθμὸν τὸν παρ’ ὑμῖν πλέων καὶ οὐδὲ τοῦτον ῥᾳδίως οὐδὲ εὐκόλως ὑφιστάμενος ἀκούοι παρά του μαντικὴν ἐπαγγελλομένου τέχνην, ὡς χρεὼν αὐτὸν τὸν Αἰγαῖον ἀναμετρῆσαι καὶ τὸν Ἰόνιον καὶ τῆς ἔξω θαλάσσης ἅψασθαι, καὶ Νῦν μὲν ὁρᾷς ὁ προφήτης λέγοι τείχη καὶ λιμένας, ἐκεῖ δὲ γενόμενος οὐδὲ σκοπιὰν οὐδὲ πέτραν ὄψει, ἀλλ’ ἀγαπήσεις καὶ ναῦν πόρρωθεν κατιδὼν προσειπεῖν τοὺς ἐμπλέοντας, καὶ τῆς γῆς ὀψέ ποτε ἁψάμενος, τῷ θεῷ πολλάκις προσεύξῃ, πρὸς αὐτῷ γοῦν τῷ τέλει τοῦ βίου τυχεῖν ὅρμου καὶ τήν τε ναῦν σώαν παραδοῦναι καὶ τοὺς ἐμπλέοντας ἀπαθεῖς τοῖς οἰκείοις κακῶν παραστῆσαι καὶ τὸ σῶμα τῇ μητρὶ γῇ δοῦναι, τοῦτο δὲ ἐσόμενον ἴσως ἄδηλον ἔσται σοι μέχρι τῆς τελευταίας ἐκείνης ἡμέρας· ἆρ’ οἴει τούτων ἀκούσαντα τῶν λόγων ἐκεῖνον πόλιν γ’ ἂν οἰκεῖν ἑλέσθαι πλησίον θαλάσσης, οὐχὶ δὲ χαίρειν εἰπόντα πλούτῳ καὶ τοῖς ἐξ ἐμπορίας ἀγαθοῖς περιγιγνομένοις, γνωρίμων πολλῶν, ξενικῆς φιλίας, ἱστορίας ἐθνῶν καὶ πόλεων ὑπεριδόντα σοφὸν ἀποφαίνειν τὸν τοῦ Νεοκλέους, ὃς κελεύει λαθεῖν βιώσαντα; καὶ σὺ δὲ ἔοικας τοῦτο καταμαθὼν προκαταλαμβάνειν ἡμᾶς ταῖς εἰς τὸν Ἐπίκουρον λοιδορίαις καὶ προεξαιρεῖν τὴν τοιαύτην γνώμην. φὴς γάρ που σχολὴν ἐπαινεῖν ἀπράγμονα καὶ διαλέξεις ἐν περιπάτοις προσήκειν ἐκείνῳ· ἐγὼ δὲ ὅτι μὲν οὐ καλῶς Ἐπικούρῳ ταῦτα ἐδόκει, πάλαι καὶ σφόδρα πείθομαι· εἰ δὲ πάνθ’ ὁντινοῦν ἐπὶ πολιτείαν προτρέπειν ἄξιον, καὶ τὸν ἧττον πεφυκότα καὶ τὸν οὔπω τελέως δυνάμενον, ἐπὶ πλεῖστον ἴσως διαπορῆσαι χρή. λέγουσι γάρ τοι καὶ τὸν Σωκράτη πολλοὺς μὲν οὐ σφόδρα εὐφυῶς ἔχοντας ἀπαγαγεῖν τοῦ βήματος, καὶ Γλαύκωνα ἐκεῖνον, Ξενοφῶν λέγει· τὸν δὲ τοῦ Κλεινίου παῖδα πειραθῆναι μὲν ἐπισχεῖν, οὐ δυνηθῆναι δὲ περιγενέσθαι τοῦ νεανίσκου τῆς ὁρμῆς. ἡμεῖς δὲ καὶ ἄκοντας καὶ ξυνιέντας αὑτῶν προσαναγκάσομεν, θαρρεῖν ὑπὲρ τηλικούτων ἔργων κελεύοντες, ὧν οὐκ ἀρετὴ μόνον ἐστὶν οὐδὲ προαίρεσις ὀρθὴ κυρία, πολὺ δὲ πλέον ἡ τύχη κρατοῦσα πανταχοῦ καὶ βιαζομένη ῥέπειν ᾗπερ ἂν ἐθέλῃ τὰ πράγματα; Χρύσιππος δὲ δοκεῖ τὰ μὲν ἄλλα σοφὸς εἶναι καὶ νομισθῆναι δικαίως, ἀγνοήσας δὲ τὴν τύχην καὶ τὸ αὐτόματον καί τινας ἄλλας αἰτίας τοιαύτας ἔξωθεν τοῖς πρακτικοῖς παρεμπιπτούσας οὐ σφόδρα ὁμολογούμενα λέγειν οἷς ὁ χρόνος ἡμᾶς διὰ μυρίων ἐναργῶς διδάσκει παραδειγμάτων. ποῦ γὰρ εὐτυχῆ καὶ μακάριον Κάτωνα φήσομεν; ποῦ δὲ Δίωνα τὸν Σικελιώτην εὐδαίμονα; οἷς τοῦ μὲν ἀποθανεῖν ἔμελεν ἴσως οὐδέν, τοῦ δὲ μὴ λείπειν ἀτελεῖς τὰς πράξεις, ἐφ’ ἃς ἐξ ἀρχῆς ὥρμησαν, καὶ σφόδρα ἔμελε, καὶ πάντα ἂν εἵλοντο παθεῖν ὑπὲρ τούτου. σφαλέντες δὲ ἐν ἐκείνοις εἰ μὲν εὐσχημόνως ἔφερον, ὥσπερ οὖν λέγεται, τὴν τύχην παραμυθίαν ἔσχον ἐκ τῆς ἀρετῆς οὐ μικράν, εὐδαίμονες δὲ οὐκ ἂν λέγοιντο τῶν καλλίστων πράξεων διημαρτηκότες, πλὴν ἴσως διὰ τὴν Στωικὴν ἔνστασιν· πρὸς ἣν ῥητέον, ὡς οὐ ταὐτόν ἐστιν ἐπαινεῖσθαι καὶ μακαρίζεσθαι, καὶ εἰ φύσει τὸ ζῷον εὐδαιμονίας ὀρέγεται, κρεῖττον εἶναι τὸ κατ’ ἐκείνην μακαριστὸν τέλος τοῦ κατ’ ἀρετὴν ἐπαινετοῦ. ἥκιστα δὲ φιλεῖ τῆς εὐδαιμονίας ἡ βεβαιότης τῇ τύχῃ πιστεύειν. καὶ τοὺς ἐν πολιτείᾳ ζῶντας οὐκ ἔνεστιν ἄνευ ταύτης ἀναπνεῖν τὸ δὴ λεγόμενον ἀληθῶς θεωροῦντες εἴτε καὶ πεποιήκασι καὶ στρατηγὸν λόγῳ, καθάπερ οἱ τὰς ἰδέας εἴτε καὶ ψευδῶς ξυντιθέντες, ἐν τοῖς ἀσωμάτοις καὶ νοητοῖς ἱδρῦσθαί που τῶν τυχαίων ὑπεράνω πάντων, ἢ τὸν Διογένους ἐκεῖνον Ἄπολιν, ἄοικον, πατρίδος ἐστερημένον, οὐκ ἔχοντα μὲν εἰς ὅ,τι παρ’ αὐτῆς εὖ πάθῃ καὶ τοὐναντίον ἐν τίνι σφαλῇ· τοῦτον δὲ ὃν ἡ συνήθεια καλεῖν εἴωθε καὶ Ὅμηρος πρῶτος, Ὧι λαοί τ’ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν, πῶς ἄν τις ἔξω τύχης ἀπαγαγὼν τὴν θέσιν φύλάσσοι; πάλιν δ’ ὁ αὑτὸν ὑποτιθεὶς ταύτῃ πόσης αὑτῷ δεῖν οἰήσεται παρασκευῆς καὶ φρονήσεως πηλίκης ὥστε τὰς ἐφ’ ἑκάτερα ῥοπάς, καθάπερ πνεύματος κυβερνήτην, εὐσχημόνως φέρειν; Οὐκ ἔστι θαυμαστὸν ἀντιτάξασθαι προσπολεμούσῃ μόνον αὐτῇ, πολὺ δὲ θαυμασιώτερον τῶν ὑπαρξάντων παρ’ αὐτῆς ἀγαθῶν ἄξιον φανῆναι. τούτοις ὁ μέγιστος ἑάλω βασιλεὺς ὁ τὴν Ἀσίαν καταστρεψάμενος Δαρείου καὶ Ξέρξου χαλεπώτερος καὶ μᾶλλον ἀλαζὼν φανείς, ἐπειδὴ τῆς ἐκείνων ἀρχῆς κατέστη κύριος, τούτοις ἁλόντες τοῖς βέλεσιν ἄρδην ἀπώλοντο Πέρσαι, Μακεδόνες, ὁ τῶν Ἀθηναίων δῆμος, Συρακούσιοι, τὰ Λακεδαιμωνίων τέλη, Ῥωμαίων στρατηγοὶ καὶ ἐπ’ αὐτοῖς αὐτοκράτορες μυρίοι. πολὺ μῆκος ἂν γένοιτο πάντας ἀπαριθμουμένῳ τοὺς διὰ πλοῦτον καὶ νίκας καὶ τρυφὴν ἀπολομένους· ὅσοι δὲ ὑπὸ τῶν δυσπραγιῶν ἐπικλυσθέντες δοῦλοι μὲν ἀντ’ ἐλευθέρων, ταπεινοὶ δὲ ἀντὶ γενναίων καὶ σφόδρα εὐτελεῖς ἀντὶ τῶν πρόσθεν σεμνῶν ἅπασιν ὤφθησαν, τί με χρὴ νῦν ὥσπερ ἐκ δέλτου μεταγράφοντα καταλέγειν; εἰ γὰρ ὤφελεν ὁ τῶν ἀνθρώπων βίος ἀπορεῖν παραδειγμάτων τοιούτων. ἀλλ’ οὔτε ἐστὶν οὔτ’ ἂν γένοιτό ποτε τῶν τοιούτων ἐνδεὴς παραδειγμάτων, ἕως ἂν τὸ τῶν ἀνθρώπων διαμένῃ γένος.