Διδοίη δὲ ὁ θεὸς τὴν ἀρίστην τύχην καὶ φρόνησιν ἀξίαν τῆς τύχης, ὡς ἐγὼ νῦν ἔκ τε τοῦ κρείττονος τό γε πλέον καὶ παρ’ ὑμῶν τῶν φιλοσοφούντων ἁπάσῃ μηχανῇ βοηθητέος εἶναί μοι δοκῶ, προτεταγμένος ὑμῶν καὶ προκινδυνεύων. εἰ δέ τι μεῖζον ἀγαθὸν τῆς ἡμετέρας παρασκευῆς καὶ ἧς ὑπὲρ ἐμαυτοῦ γνώμης ἔχω τοῖς ἀνθρώποις δι’ ἡμῶν ὁ θεὸς παράσχοι, χαλεπαίνειν οὐ χρὴ πρὸς τοὺς ἐμοὺς λόγους. ἐγὼ γὰρ οὐδὲν ἐμαυτῷ συνειδὼς ἀγαθὸν πλὴν τοῦτο μόνον, ὅτι μηδὲ οἴομαι τὰ μέγιστα ἔχειν ἔχων τε οὐδέν, ὡς ὁρᾷς αὐτός, εἰκότως βοῶ καὶ μαρτύρομαι μὴ μεγάλα παρ’ ἡμῶν ἀπαιτεῖν, ἀλλὰ τῷ θεῷ τὸ πᾶν ἐπιτρέπειν· οὕτω γὰρ ἐγὼ τῶν τε ἐλλειμμάτων εἴην ἂν ἀνεύθυνος καί, γενομένων ἁπάντων δεξιῶν, εὐγνώμων ἂν καὶ μέτριος εἴην, οὐκ ἀλλοτρίοις ἐμαυτὸν ἔργοις ἐπιγράφων, τῷ θεῷ δέ, ὥσπερ οὖν δίκαιον, προσανατεθεικὼς ἅπαντα αὐτός τε εἴσομαι καὶ ὑμᾶς προτρέπω τὴν χάριν εἰδέναι.