Ἀλλ’ ἐπανιτέον εἰς ἀρχὴν καὶ συμπεραντέον τὴν ἐπιστολὴν μείζονα ἴσως οὖσαν τοῦ δέοντος. ἔστι δὲ ἐν αὐτῇ τὸ κεφάλαιον, ὅτι μήτε τὸν πόνον φεύγων μήτε τὴν ἡδονὴν θηρεύων μήτε ἀπραγμοσύνης καὶ ῥᾳστώνης ἐρῶν τὸν ἐν τῇ πολιτείᾳ δυσχεραίνω βίον· ἀλλ’, ὅπερ ἔφην ἐξ ἀρχῆς, οὔτε παιδείαν ἐμαυτῷ συνειδὼς τοσαύτην οὔτε φύσεως ὑπεροχήν, καὶ προσέτι δεδιώς, μὴ φιλοσφίαν, ἧς ἐρῶν οὐκ ἐφικόμην, εἰς τοὺς νῦν ἀνθρώπους οὐδὲ ἄλλως εὐδοκιμοῦσαν διαβάλλω, πάλαι τε ἔγραφον ἐκεῖνα καὶ νῦν τὰς παρ’ ὑμῶν ἐπιτιμήσεις ἀπελυσάμην εἰς δύναμιν.