<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2003.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg006.perseus-grc2" n="11"><p rend="align(indent)"><pb n="v.2.p.232"/> Ἀλλ’ ἐπειδὴ πάλιν ἐοίκαμεν εἰς τὸν θεωρηματικὸν ὁρμήσαντες βίον τούτῳ παραβάλλειν τὸν πρακτικόν, ἐξ ἀρχῆς παραιτησαμένου καὶ σοῦ τὴν <milestone n="265c" unit="page" resp="Spanheim"/>σύγκρισιν, αὐτῶν ἐκείνων, ὧν ἐπεμνήσθης, Ἀρείου, Νικολάου, Θρασύλλου καὶ Μουσωνίου μνημονεύσω. τούτων γὰρ οὐχ ὅπως τις ἦν κύριος τῆς αὑτοῦ πόλεως, ἀλλ’ ὁ μὲν Ἄρειος, ὡς φασί, καὶ διδομένην αὐτῷ τὴν Αἴγυπτον ἐπιτροπεῦσαι παρῃτήσατο, Θράσυλλος δὲ Τιβερίῳ πικρῷ καὶ φύσει χαλεπῷ τυράννῳ ξυγγενόμενος, εἰ μὴ διὰ τῶν καταλειφθέντων ὑπ’ αὐτοῦ λόγων ἀπελογήσατο, <milestone n="265d" unit="page" resp="Spanheim"/>δείξας ὅστις ἦν, ὦφλεν ἂν εἰς τέλος αἰσχύνην ἀναπάλλακτον, οὕτως αὐτὸν οὐδὲν ὤνησεν ἡ πολιτεία, Νικόλαος δὲ πράξεων μὲν οὐ μεγάλων αὐτουργὸς γέγονε, γνώριμος δέ ἐστι μᾶλλον διὰ τοὺς ὑπὲρ αὐτῶν λόγους, καὶ Μουσώνιος ἐξ ὧν ἔπαθεν ἀνδρείως καὶ νὴ Δί’ ἤνεγκεν ἐγκρατῶς τὴν τῶν τυράννων ὠμότητα γέγονε γνώριμος, ἴσως οὐκ ἔλαττον εὐδαιμονῶν ἐκείνων τῶν τὰς μεγάλας ἐπιτροπευσάντων βασιλείας. Ἄρειος δὲ ὁ τὴν <milestone n="266a" unit="page" resp="Spanheim"/>ἐπιτροπὴν τῆς Αἰγύπτου παραιτησάμενος ἑκὼν αὑτὸν ἀπεστέρει τοῦ κρατίστου τέλους εἰ τοῦτ’ ᾤετο κυριώτατον. σὺ δὲ αὐτὸς ἡμῖν ἄπρακτος εἶ, μήτε στρατηγῶν μήτε δημηγορῶν μήτε ἔθνους ἢ πόλεως ἄρχων; ἀλλ’ οὐκ ἂν φαίη νοῦν ἔχων ἀνήρ. ἔξεστι γάρ σοι φιλοσόφους πολλοὺς ἀποφήναντι, εἰ δὲ μή, τρεῖς ἢ τέτταρας μείζονα τὸν βίον εὐεργετῆσαι τῶν ἀνθρώπων πολλῶν ὁμοῦ <milestone n="266b" unit="page" resp="Spanheim"/>βασιλέων. οὐ μικρᾶς γὰρ μερίδος ὁ φιλόσοφος <pb n="v.2.p.234"/> προέστηκεν, οὐδέ, καθάπερ ἔφης, συμβουλῆς ἐστι μόνης τῆς ὑπὲρ τῶν κοινῶν ἐκεῖνος κύριος, οὐδὲ ἡ πρᾶξις εἰς λόγον αὖθις αὐτῷ περιίσταται, ἔργῳ δὲ βεβαιῶν τοὺς λόγους καὶ φαινόμενος τοιοῦτος, ὁποίους βούλεται τοὺς ἄλλους εἶναι, πιθανώτερος ἂν εἴη καὶ πρὸς τὸ πράττειν ἀνυσιμώτερος τῶν ἐξ <milestone n="266c" unit="page" resp="Spanheim"/>ἐπιτάγματος ἐπὶ τὰς καλὰς πράξεις παρορμώντων.</p></div></div></body></text></TEI>