ταύτην ἐγὼ νομίσας οὐκ ἀσφαλῆ μόνον, ἀλλὰ πρέπουσαν ἀνδρὶ μετρίῳ γνώμην, ἐπεὶ καὶ τὰ τῶν θεῶν ἐσήμαινε ταύτῃ· τὸ γὰρ ἐπιβουλὰς εὐλαβούμενον τὰς μελλούσας εἰς αἰσχρὸν καὶ προὖπτον ἐμβαλεῖν ἑαυτὸν κίνδυνον δεινῶς ἐφαίνετό μοι θορυβῶδες· εἶξαι καὶ ὑπήκουσα. καὶ τὸ μὲν ὄνομά μοι ταχέως καὶ τὸ χλανίδιον περιεβλήθη τοῦ καίσαρος· ἡ δὲ ἐπὶ τούτῳ δουλεία καὶ τὸ καθ’ ἑκάστην ἡμέραν ὑπὲρ αὐτῆς τῆς ψυχῆς ἐπικρεμάμενον δέος Ἡράκλεις ὅσον καὶ οἷον· κλεῖθρα θυρῶν, θυρωροί, τῶν οἰκετῶν αἱ χεῖρες ἐρευνώμεναι, μή τίς μοι παρὰ τῶν φίλων γραμματίδιον κομίζῃ, θεραπεία ξένη· μόλις ἠδυνήθην οἰκέτας ἐμαυτοῦ τέτταρας, παιδάρια μὲν δύο κομιδῇ μικρά, δύο δὲ μείζονας, εἰς τὴν αὐλὴν οἰκειότερόν με θεραπεύσοντας εἰσαγαγεῖν, ὧν εἷς μοι μόνος καὶ τὰ πρὸς θεοὺς συνειδὼς καὶ ὡς ἐνεδέχετο λάθρᾳ συμπράττων· ἐπεπίστευτο δὲ τῶν βιβλίων μου τὴν φυλακήν, ὢν μόνος τῶν ἐμοὶ πολλῶν ἑταίρων καὶ φίλων πιστῶν, εἷς ἰατρός, ὃς καί, ὅτι φίλος ὢν ἐλελήθει, συναπεδήμησεν. οὕτω δὲ ἐδεδίειν ἐγὼ ταῦτα καὶ ψοφοδεῶς εἶχον πρὸς αὐτά, ὥστε καὶ βουλομένους εἰσιέναι τῶν φίλων πολλοὺς παρ’ ἐμὲ καὶ μάλ’ ἄκων ἐκώλυον, ἰδεῖν μὲν αὐτοὺς ἐπιθυμῶν, ὀκνῶν δὲ ἐκείνοις τε καὶ ἐμαυτῷ γενέσθαι συμφορῶν αἴτιος. ἀλλὰ ταῦτα μὲν ἔξωθέν ἐστι, τάδε δὲ ἐν αὐτοῖς τοῖς πράγμασι. Τριακοσίους ἑξήκοντά μοι δοὺς στρατιώτας εἰς τὸ τῶν Κελτῶν ἔθνος ἀνατετραμμένον ἔστειλε, μεσοῦντος ἤδη τοῦ χειμῶνος, οὐκ ἄρχοντα μᾶλλον τῶν ἐκεῖσε στρατοπέδων ἢ τοῖς ἐκεῖσε στρατηγοῖς ὑπακούοντα. ἐγέγραπτο γὰρ αὐτοῖς καὶ ἐνετέταλτο διαρρήδην οὐ τοὺς πολεμίους μᾶλλον ἢ ἐμὲ παραφυλάττειν, ὡς ἂν μὴ νεώτερόν τι πράξαιμι. τούτων δὲ ὃν ἔφην τρόπον γενομένων, περὶ τὰς τροπὰς τὰς θερινὰς ἐπιτρέπει μοι βαδίζειν εἰς τὰ στρατόπεδα τὸ σχῆμα καὶ τὴν εἰκόνα περιοίσοντι τὴν ἑαυτοῦ· καὶ γάρ τοι καὶ τοῦτο εἴρητο καὶ ἐγέγραπτο, ὅτι τοῖς Γάλλοις οὐ βασιλέα δίδωσιν, ἀλλὰ τὸν τὴν ἑαυτοῦ πρὸς ἐκείνους εἰκόνα κομιοῦντα. Οὐ κακῶς δέ, ὡς ἀκηκόατε, τοῦ πρώτου στρατηγηθέντος ἐνιαυτοῦ καὶ πραχθέντος σπουδαίου, πρὸς τὰ χειμάδια πάλιν ἐπανελθὼν εἰς τὸν ἔσχατον κατέστην κίνδυνον. οὔτε γὰρ ἀθροίζειν ἐξῆν μοι στρατόπεδον· ἕτερος γὰρ ἦν ὁ τούτου κύριος· αὐτός τε ξὺν ὀλίγοις ἀποκεκλεισμένος, εἶτα παρὰ τῶν πλησίον πόλεων αἰτηθεὶς ἐπικουρίαν, ὧν εἶχον τὸ πλεῖστον ἐκείνοις δούς, αὐτὸς ἀπελείφθην μόνος. ἐκεῖνα μὲν οὖν οὕτως ἐπράχθη τότε. ὡς δὲ καὶ ὁ τῶν στρατοπέδων ἄρχων ἐν ὑποψίᾳ γενόμενος αὐτῷ παρῃρέθη καὶ ἀπηλλάγη τῆς ἀρχῆς, οὐ σφόδρα ἐπιτήδειος δόξας, ἔγωγε ἐνομίσθην ἥκιστα σπουδαῖος καὶ δεινὸς στρατηγός, ἅτε πρᾷον ἐμαυτὸν παρασχὼν καὶ μέτριον. οὐ γὰρ ᾤμην δεῖν ζυγομαχεῖν οὐδὲ παραστρατηγεῖν, εἰ μή πού τι τῶν λίαν ἐπικινδύνων ἑώρων ἢ δέον γενέσθαι παρορώμενον ἢ καὶ τὴν ἀρχὴν μὴ δέον γενέσθαι γιγνόμενον. ἅπαξ δὲ καὶ δεύτερον οὐ καθηκόντως μοί τινων χρησαμένων, ἐμαυτὸν ᾠήθην χρῆναι τιμᾶν τῇ σιωπῇ, καὶ τοῦ λοιποῦ τὴν χλανίδα περιέφερον καὶ τὴν εἰκόνα· τούτων γὰρ τὸ τηνικαῦτα διενοούμην ἀποπεφάνθαι κύριος. Ἐξ ὧν ὁ Κωνστάντιος νομίσας ὀλίγον μὲν ἐπιδώσειν, οὐκ εἰς τοσοῦτον δὲ μεταβολῆς ἥξειν τὰ τῶν Κελτῶν πράγματα, δίδωσί μοι τῶν στρατοπέδων τὴν ἡγεμονίαν ἦρος ἀρχῇ. καὶ στρατεύω μὲν ἀκμάζοντος τοῦ σίτου, πολλῶν πάνυ Γερμανῶν περὶ τὰς πεπορθημένας ἐν Κελτοῖς πόλεις ἀδεῶς κατοικούντων. τὸ μὲν οὖν πλῆθος τῶν πόλεων πέντε που καὶ τεσσαράκοντά ἐστι, τείχη τὰ διηρπασμένα δίχα τῶν πύργων καὶ τῶν ἐλασσόνων φρουρίων. ἧς δ’ ἐνέμοντο γῆς ἐπὶ τάδε τοῦ Ῥήνου πάσης οἱ βάρβαροι τὸ μέγεθος ὁπόσον ἀπὸ τῶν πηγῶν αὐτῶν ἀρχόμενος ἄχρι τοῦ Ὠκεανοῦ περιλαμβάνει· τριακόσια δὲ ἀπεῖχον τῆς ᾐόνος τοῦ Ῥήνου στάδια οἱ πρὸς ἡμᾶς οἰκοῦντες ἔσχατοι, τριπλάσιον δὲ ἦν ἔτι τούτου πλάτος τὸ καταλειφθὲν ἔρημον ὑπὸ τῆς λεηλασίας, ἔνθα οὐδὲ νέμειν ἐξῆν τοῖς Κελτοῖς τὰ βοσκήματα, καὶ πόλεις τινὲς ἔρημοι τῶν ἐνοικούντων, αἷς οὔπω παρῴκουν οἱ βάρβαροι.