Συνέβη δέ τι καὶ τοιοῦτον. ἐλθὼν ἐς τὸ Μεδιόλανον ᾤκουν ἔν τινι προαστείῳ. ἐνταῦθα ἔπεμπεν Εὐσεβία πολλάκις πρός με φιλοφρονουμένη καὶ γράφειν κελεύουσα καὶ θαρρεῖν, ὑπὲρ ὅτου ἂν δέωμαι. γράψας ἐγὼ πρὸς αὐτὴν ἐπιστολήν, μᾶλλον δὲ ἱκετηρίαν ὅρκους ἔχουσαν τοιούτους· Οὕτω παισὶ χρήσαιο κληρονόμοις· οὕτω τὰ καὶ τὰ θεός σοι δοίη, πέμπε με οἴκαδε τὴν ταχίστην, ἐκεῖνο ὑπειδόμην ὡς οὐκ ἀσφαλὲς εἰς τὰ βασίλεια πρὸς αὐτοκράτορος γυναῖκα γράμματα εἰσπέμπειν. ἱκέτευσα δὴ τοὺς θεοὺς νύκτωρ δηλῶσαί μοι, εἰ χρὴ πέμπειν παρὰ τὴν βασιλίδα τὸ γραμματεῖον· οἱ δὲ ἐπηπείλησαν, εἰ πέμψαιμι, θάνατον αἴσχιστον. ὡς δὲ ἀληθῆ ταῦτα γράφω, καλῶ τοὺς θεοὺς ἅπαντας μάρτυρας. τὰ μὲν δὴ γράμματα διὰ τοῦτο ἐπέσχον εἰσπέμψαι. ἐξ ἐκείνης δέ μοι τῆς νυκτὸς λογισμὸς εἰσῆλθεν, οὗ καὶ ὑμᾶς ἴσως ἄξιον ἀκοῦσαι. Νῦν, ἔφην, ἐγὼ τοῖς θεοῖς ἀντιτάττεσθαι διανοοῦμαι, καὶ ὑπὲρ ἐμαυτοῦ βουλεύεσθαι κρεῖττον νενόμικα τῶν πάντα εἰδότων. καίτοι φρόνησις ἀνθρωπίνη πρὸς τὸ παρὸν ἀφορῶσα μόνον ἀγαπητῶς ἂν τύχοι καὶ μόγις τοῦ πρὸς ὀλίγον ἀναμαρτήτου. διόπερ οὐδεὶς οὔθ’ ὑπὲρ τῶν εἰς τριακοστὸν ἔτος βουλεύεται οὔτε ὑπὲρ τῶν ἤδη γεγονότων· τὸ μὲν γὰρ περιττόν, τὸ δὲ ἀδύνατον· ἀλλ’ ὑπὲρ τῶν ἐν χερσὶ καὶ ὧν ἀρχαί τινές εἰσιν ἤδη καὶ σπέρματα. φρόνησις δὲ ἡ παρὰ τοῖς θεοῖς ἐπὶ τὸ μήκιστον, μᾶλλον δὲ ἐπὶ πᾶν βλέπουσα μηνύει τε ὀρθῶς καὶ πράττει τὸ λῷον· αἴτιοι γάρ εἰσιν αὐτοὶ καθάπερ τῶν ὄντων, οὕτω δὲ καὶ τῶν ἐσομένων. οὐκοῦν εἰκὸς αὐτοὺς ὑπὲρ τῶν παρόντων ἐπίστασθαι. τέως μὲν οὖν ἐδόκει μοι κατὰ τοῦτο συνετωτέρα τῆς ἔμπροσθεν ἡ δευτέρα γνώμη. σκοπῶν δὲ εἰς τὸ δίκαιον εὐθέως ἔφην· Εἶτα σὺ μὲν ἀγανακτεῖς, εἴ τι τῶν σῶν κτημάτων ἀποστεροίη σε τῆς ἑαυτοῦ χρήσεως ἢ καὶ ἀποδιδράσκοι καλούμενον, κἂν ἵππος τύχῃ κἂν πρόβατον κἂν βοίδιον, ἄνθρωπος δὲ εἶναι βουλόμενος οὐδὲ τῶν ἀγελαίων οὐδὲ τῶν συρφετωδῶν, ἀλλὰ τῶν ἐπιεικῶν καὶ μετρίων ἀποστερεῖς σεαυτοῦ τοὺς θεοὺς καὶ οὐκ ἐπιτρέπεις ἐφ’ ὅ, τι ἂν ἐθέλωσι χρήσασθαί σοι; ὅρα μὴ πρὸς τῷ λίαν ἀφρόνως καὶ τῶν δικαίων τῶν πρὸς τοὺς θεοὺς ὀλιγώρως πράττῃς. ἡ δὲ ἀνδρεία ποῦ καὶ τίς; γελοῖον. ἕτοιμος γοῦν εἶ καὶ θωπεῦσαι καὶ κολακεῦσαι δέει τοῦ θανάτου, ἐξὸν ἅπαντα καταβαλεῖν καὶ τοῖς θεοῖς ἐπιτρέψαι πράττειν ὡς βούλονται, διελόμενον πρὸς αὐτοὺς τὴν ἐπιμέλειαν τὴν ἑαυτοῦ, καθάπερ καὶ ὁ Σωκράτης ἠξίου, καὶ τὰ μὲν ἐπὶ σοὶ πράττειν ὡς ἂν ἐνδέχηται, τὸ δὲ ὅλον ἐπ’ ἐκείνοις ποιεῖσθαι, κεκτῆσθαι δὲ μηδὲν μηδὲ ἁρπάζειν, τὰ διδόμενα δὲ παρ’ αὐτῶν ἀφελῶς δέχεσθαι.